- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.11.61-9.11.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-30
本节记述了怀疑派创始人皮浪的身世、游历、悬搁判断的实践与轶事,以及蒂蒙对他的赞扬和城邦给予的崇高荣誉。
Πύρρων Ἠλεῖος Πλειστάρχου μὲν ἦν υἱός, καθὰ καὶ Διοκλῆς ἱστορεῖ· ὥς φησι δʼ Ἀπολλόδωρος ἐν Χρονικοῖς, πρότερον ἦν ζωγράφος, καὶ ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, εἶτʼ Ἀναξάρχου, ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Γυμνοσοφισταῖς ἐν Ἰνδίᾳ συμμίξαι καὶ τοῖς Μάγοις. ὅθεν γενναιότατα δοκεῖ φιλοσοφῆσαι, τὸ τῆς ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσαγαγών, ὡς Ἀσκάνιος ὁ Ἀβδηρίτης φησίν· οὐδὲν γὰρ ἔφασκεν οὔτε καλὸν οὔτʼ αἰσχρὸν οὔτε δίκαιον οὔτʼ ἄδικον· καὶ ὁμοίως ἐπὶ πάντων μηδὲν εἶναι τῇ ἀλῃθείᾳ, νόμῳ δὲ καὶ ἔθει πάντα τοὺς ἀνθρώπους πράττειν· οὐ γὰρ μᾶλλον τόδε ἢ τόδε εἶναι ἕκαστον1.
伊利斯的皮浪是普莱斯塔尔科斯的儿子,正如狄奥克利斯所记述的那样;又如阿波罗多洛在《编年史》中所言,他起初是一名画家,并听从斯提尔蓬之子布吕松的教导(如亚历山大在《师承传》中所述),其后又随从阿那克萨尔科,四处相伴,以致在印度结识了裸体哲学家和僧侣。据阿夫德拉的阿斯卡尼奥斯说,由此他似乎以最高尚的方式从事哲学,引入了不可把握性和悬搁判断的形式;因为他宣称没有任何事物是美或丑、正义或非正义的;同样对于一切事物,在真实中都不存在,人们依照规矩和习俗行事,因为每一事物并不更具此种性质而非彼种性质。
Ἀκόλουθος δʼ ἦν καὶ τῷ βίῳ, μηδὲν ἐκτρεπόμενος μηδὲ φυλαττόμενος, ἅπαντα ὑφιστάμενος, ἁμάξας, εἰ τύχοι, καὶ κρημνοὺς καὶ κύνας καὶ ὅλως μηδὲν ταῖς αἰσθήσεσιν ἐπιτρέπων. σώζεσθαι μέντοι2, καθά φασιν οἱ περὶ τὸν Καρύστιον Ἀντίγονον, ὑπὸ τῶν γνωρίμων παρακολουθούντων. Αἰνεσίδημος δέ φησι φιλοσοφεῖν μὲν αὐτὸν κατὰ τὸν τῆς ἐποχῆς λόγον, μὴ μέντοι γʼ ἀπροοράτως ἕκαστα πράττειν. ὁ δὲ πρὸς τὰ ἐνενήκοντα ἔτη κατεβίω. Ἀντίγονος δέ φησιν ὁ Καρύστιος ἐν τῷ Περὶ Πύρρωνος τάδε περὶ αὐτοῦ, ὅτι τὴν ἀρχὴν ἄδοξός τʼ ἦν καὶ πένης καὶ ζωγράφος. σώζεσθαί τʼ αὐτοῦ ἐν Ἤλιδι ἐν τῷ γυμνασίῳ λαμπαδιστὰς μετρίως ἔχοντας.
在生活中他也始终如一,从不避让,也不加防范,迎面面对一切——偶然遇上的车马、悬崖、恶犬,绝不将任何事物托付于感觉。然而正如卡律斯托斯的安提戈诺斯一派所说,他是被随行的熟人搭救的。但埃内西德穆却说,他虽然按照悬搁判断的学说从事哲学,但处理个别事物时并非毫无预见。他活到了将近九十岁。 卡律斯托斯的安提戈诺斯在《论皮浪》中关于他记述如下:他起初默默无名、家境贫寒,且是一名画家;在伊利斯的体育馆里,还保存着他所画的水准尚可的火炬手肖像;
ἐκπατεῖν τʼ αὐτὸν καὶ ἐρημάζειν, σπανίως ποτʼ ἐπιφαινόμενον τοῖς οἴκοι. τοῦτο δὲ ποιεῖν ἀκούσαντα Ἰνδοῦ τινος ὀνειδίζοντος Ἀναξάρχῳ ὡς οὐκ ἂν ἕτερόν τινα διδάξαι οὗτος ἀγαθόν3, αὐτὸς αὐλὰς βασιλικὰς θεραπεύων. ἀεί τʼ εἶναι ἐν τῷ αὐτῷ καταστήματι, ὥστʼ εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῷ διαπεραίνειν τὸν λόγον, καίτοι κεκινημένον τε 〈* * *〉 ὄντα ἐν νεότητι. πολλάκις, φησί, καὶ ἀπεδήμει, μηδενὶ προειπών, καὶ συνερρέμβετο οἷστισιν ἤθελεν. καί ποτʼ Ἀναξάρχου εἰς τέλμα ἐμπεσόντος, παρῆλθεν οὐ βοηθήσας· τινῶν δὲ αἰτιωμένων, αὐτὸς Ἀνάξαρχος ἐπῄνει τὸ ἀδιάφορον καὶ ἄστοργον αὐτοῦ.
而且他常独自漫游,过着隐居生活,极少在家中人面前露面。他之所以这样做,是因为听说有一位印度人责备阿那克萨尔科说,他自己奉承王室宫廷,绝不可能教导他人任何良善。并且他始终处于同一种心境中,以至于即便有人在他说到一半时离去,他也独自向自己讲完这番话,尽管他在青年时期是极易激动的。他说,皮浪还经常不告诉任何人就外出漫游,随意与他所想同行的人闲荡。有一次,阿那克萨尔科掉入沼泽中,他径直走过而未施援手;在某些人加以责备时,阿那克萨尔科本人却称赞他的冷漠与无动于衷。
Καταληφθεὶς δέ ποτε καὶ αὑτῷ λαλῶν καὶ ἐρωτηθεὶς τὴν αἰτίαν ἔφη μελετᾶν χρηστὸς εἶναι. ἔν τε ταῖς ζητήσεσιν ὑπʼ οὐδενὸς κατεφρονεῖτο διὰ τὸ 〈καὶ δι〉εξοδικῶς λέγειν καὶ πρὸς ἐρώτησιν· ὅθεν καὶ Ναυσιφάνην ἤδη νεανίσκον ὄντα θηραθῆναι. ἔφασκε γοῦν γίνεσθαι δεῖν τῆς μὲν διαθέσεως τῆς Πυρρωνείου, τῶν δὲ λόγων τῶν ἑαυτοῦ4. ἔλεγέ τε πολλάκις καὶ Ἐπίκουρον θαυμάζοντα τὴν Πύρρωνος ἀναστροφὴν συνεχὲς αὐτοῦ πυνθάνεσθαι περὶ αὐτοῦ. οὕτω δʼ αὐτὸν ὑπὸ τῆς πατρίδος τιμηθῆναι ὥστε καὶ ἀρχιερέα καταστῆσαι αὐτὸν καὶ διʼ ἐκεῖνον πᾶσι τοῖς φιλοσόφοις ἀτέλειαν ψηφίσασθαι. Καὶ δὴ καὶ ζηλωτὰς εἶχε πολλοὺς τῆς ἀπραγμοσύνης· ὅθεν καὶ ὁ Τίμων περὶ αὐτοῦ φησιν οὕτως ἐν τῷ Πύθωνι * * * καὶ ἐν τοῖς Σίλλοις·
有一次他被撞见自言自语,当被问及原因时,他说正在练习成为一个善良的人。在探究中他从未受到任何人的轻视,因为他既阐述详尽,又切合提问;因此甚至已经身为青年人的瑙西法内斯也被他吸引。瑙西法内斯至少常说,心境应当属于皮浪,而言论应当属于自己。他还常说,伊壁鸠鲁十分赞赏皮浪的举止风范,不断向他打听关于皮浪的事。他受到故乡极大的尊崇,以至于他们任命他为大祭司,并因他的缘故投票免除所有哲学家的赋税。 事实上,他的这种超然脱俗有着许多追随者;因此蒂蒙在《皮同》中这样谈论他,并在《讽刺诗》中写道:
"Ὦ γέρον, ὦ Πύρρων, πῶς ἢ πόθεν ἔκδυσιν εὗρες λατρείης δοξῶν [τε] κενεοφροσύνης τε σοφιστῶν, καὶ πάσης ἀπάτης πειθοῦς τʼ ἀπελύσαο δεσμά; οὐδʼ ἔμελέν σοι ταῦτα μεταλλῆσαι, τίνες αὖραι Ἑλλάδʼ ἔχουσι, πόθεν τε καὶ εἰς ὅ, τι κύρει ἕκαστα." καὶ πάλιν ἐν τοῖς Ἰνδαλμοῖς· "τοῦτό μοι, ὦ Πύρρων, ἱμείρεται ἦτορ ἀκοῦσαι, πῶς ποτʼ ἀνὴρ ἔτʼ ἄγεις ῥᾷστα μεθʼ ἡσυχίης μοῦνος ἐν ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύων." Ἀθηναῖοι δὲ καὶ πολιτείᾳ αὐτὸν ἐτίμησαν, καθά φησι Διοκλῆς, ἐπὶ τῷ Κότυν τὸν Θρᾷκα διαχρήσασθαι.
“啊,老人,啊,皮浪,你如何或从何处找到了逃脱 对见解的奴役与诡辩家们虚妄心思的途径, 并解开了所有欺瞒与诱导的束缚? 你全然不在意去探寻这些:怎样的风潮 笼罩着希腊,以及万物从何而来又归于何处。” 又在《影像》中写道: “我的心渴望听闻这一点,啊,皮浪, 你虽仍是凡人,如何以沉静极其安然地生活, 在众人之中唯独像神明一般引领道路。” 如狄奥克利斯所言,雅典人还因他除掉了色雷斯人科提斯而授予他公民权以示尊崇。
- 9.11.61οὐ γὰρ μᾶλλον τόδε ἢ τόδε εἶναι ἕκαστον
表达怀疑主义核心命题“οὐ μᾶλλον”(并不更……)的间接引语结构。ἕκαστον 是不定式 εἶναι 的宾格主语,两个 τόδε 充当表语代词,意为“每一事物并不更具此种性质而非彼种性质”。
- 9.11.62σώζεσθαι μέντοι
不定式 σώζεσθαι 的宾格主语(指皮浪本人)承前省略。承接上文他在生活中绝不避让危险的叙述,引述安提戈诺斯门人的说法形成转折对比:“(他)由随行的同伴搭救”。
- 9.11.63ἀκούσαντα Ἰνδοῦ τινος ὀνειδίζοντος Ἀναξάρχῳ ὡς οὐκ ἂν ἕτερόν τινα διδάξαι οὗτος ἀγαθόν
宾格分词 ἀκούσαντα 与不定式 ποιεῖν 的逻辑主语(皮浪)保持一致。动词 ὀνειδίζω 接人的与格(Ἀναξάρχῳ)和 ὡς 从句表示非难,从句内部是 ἄν 搭配祈愿语气 διδάξαι 构成的潜势句,并支配双宾格(ἕτερόν τινα 和 ἀγαθόν)。
- 9.11.64γίνεσθαι δεῖν τῆς μὲν διαθέσεως τῆς Πυρρωνείου, τῶν δὲ λόγων τῶν ἑαυτοῦ
隶属于 ἔφασκε 的 δεῖν+不定式 γίνεσθαι 结构。属格 τῆς διαθέσεως 和 τῶν λόγων 作 γίνεσθαι 的表语属格,表示所属或特征(“心境应当属于皮浪,而言论应当属于自己”)。
