← 第欧根尼·拉尔修

哲人言行录

§9.10.58-9.10.60

阿那克萨库斯的生平与尼科克瑞翁的酷刑

记述阿布德拉的阿那克萨库斯的师承渊源、随侍亚历山大大帝的经历、与塞浦路斯僭主尼科克瑞翁结怨并在臼中受杵刑就义的始末,以及彰显其不动心品格的逸事。

← 上一节下一节 →

Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδʼ αὐτὸ τοῦτʼ εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δʼ οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καί ποτʼ ἐν συμποσίῳ τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτὸν τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν, ὦ βασιλεῦ, πάντα πολυτελῶς· ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι1·

阿布德拉的阿那克萨库斯。他师从斯米那的狄奥根尼;而狄奥根尼则师从希俄斯的墨特罗多洛,后者曾说自己甚至连“自己一无所知”这一事实都不知道。有人说墨特罗多洛师从希俄斯的奈萨斯,另有人则说他师从德谟克利特。无论如何,阿那克萨库斯曾伴随亚历山大,在第一百一十届奥林匹亚运动会时期盛极一时,并且同塞浦路斯的僭主尼科克瑞翁结下了怨仇。有一次在宴席上,当亚历山大问他觉得这顿筵席如何时,据说他回答道: “王啊,一切都极其奢华;所欠缺的,只是端上某位总督的头颅而已,”

ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα2. ὁ δὲ μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέων ἀκουσίως προσηνέχθη τῇ Κύπρῳ ὁ Ἀνάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροις. τὸν δʼ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δὴ τὸ περιφερόμενον, πτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεις. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηθῆναι, λόγος ἀποτραγόντα προσπτύσαι αὐτῷ3. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως 〈ἔχον〉· "πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι· πτίσσετʼ· Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι. καί σε διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Φερσεφόνη, ἔρρε μυλωθρὲ κακέ. "

这是把讥刺的话头甩向尼科克瑞翁。尼科克瑞翁对此怀恨在心,在亚历山大王死后,当阿那克萨库斯在航行中身不由己地被漂送到塞浦路斯时,他便将其逮捕并扔进臼里,命令手下用铁杵将其捣击。但他对这惩罚毫不在意,道出了那句流传甚广的名言: “捣吧,捣烂阿那克萨库斯的皮囊;但你捣不着阿那克萨库斯本人。” 当尼科克瑞翁下令还要割掉他的舌头时,相传他咬断了自己的舌头并啐到了尼科克瑞翁脸上。我们为他所作的诗篇如下: “捣吧,尼科克瑞翁,更加用力地捣吧;那不过是个皮囊。 继续捣吧;但阿那克萨库斯早已在宙斯身旁。 珀耳塞福涅在用梳毛铁刷将你撕碎之后,不久便会对你说出 这番话: ‘滚开吧,恶毒的磨坊工!’”

Οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο· καὶ ἦν ἐκ τοῦ ῥᾴστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν Ἀλέξανδρον οἰόμενον εἶναι θεὸν ἐπέστρεψεν· ἐπειδὴ γὰρ ἔκ τινος πληγῆς εἶδεν αὐτῷ καταρρέον αἷμα, δείξας τῇ χειρὶ πρὸς αὐτόν φησι, τουτὶ μὲν αἷμα καὶ οὐκ "ἰχὼρ οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι." Πλούταρχος δʼ αὐτὸν Ἀλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε προπίνοντα αὐτῷ τὸν Ἀνάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν "βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί."

这个人因其不动心与生性随和而被称作‘幸福者’;他极其擅长以最轻松的方式使人清醒守分。至少,他曾纠正自命为神的亚历山大。因为当他看到血从王受的某一创口中流淌下来时,便用手指着王说: “这确实是血,而不是 ‘幸免于死的诸神身上流淌的神液’。” 然而普鲁塔克说,对朋友们说出这话的是亚历山大自己。但在另一场合,当阿那克萨库斯向王敬酒时,他也曾指着酒杯说道: “诸神之一将要被凡人的手所击倒。”

语法注3 条
  1. 58ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι

    由非人称过去时动词 ἔδει 与完成时被动不定式 παρατεθεῖσθαι 构成的非真实过去表达(“某位总督的头颅本应已被呈上[然而并未呈上]”)。λοιπόν 在句中作副词用,意为“所余者”或“仅欠缺的是”。

  2. 59ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα

    主格分词 ἀπορρίπτων 与前文间接引语不定式 εἰπεῖν 的逻辑主语(阿那克萨库斯)保持一致(主格与不定式结构)。动词 ἀπορρίπτω 在此引申为“随口甩出、抛出(讥刺之语)”。

  3. 59λόγος ἀποτραγόντα προσπτύσαι αὐτῷ

    非人称习语 λόγος [ἐστί](“传说/相传……”)引导一个带宾格主语的不定式结构。宾格不定过去时分词 ἀποτραγόντα 与不定式 προσπτύσαι 未明言的逻辑主语(阿那克萨库斯,宾格)保持一致。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.10.58-9.10.60