- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.1.7-9.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
本节概述了赫拉克利特的宇宙论学说(万物皆火与相反者相克之流变、上行与下行之路、天体碗器、四季与气候之成因),并以对苏格拉底篇卷的互见参引结束生平叙述。
Ἐδόκει δʼ αὐτῷ καθολικῶς μὲν τάδε· ἐκ πυρὸς τὰ πάντα συνεστάναι καὶ εἰς τοῦτο ἀναλύεσθαι· πάντα δὲ γίνεσθαι καθʼ εἱμαρμένην καὶ διὰ τῆς ἐναντιοδρομίας ἡρμόσθαι τὰ ὄντα· καὶ πάντα ψυχῶν εἶναι καὶ δαιμόνων πλήρη. εἴρηκε δὲ καὶ περὶ τῶν ἐν κόσμῳ συνισταμένων πάντων παθῶν, ὅτι τε ὁ ἥλιός ἐστι τὸ μέγεθος οἷος φαίνεται. λέγεται δὲ καὶ ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει. τήν τʼ οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι. λαμπρῶς τʼ ἐνίοτε ἐν τῷ συγγράμματι καὶ σαφῶς ἐκβάλλει1, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι καὶ δίαρμα ψυχῆς λαβεῖν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμηνείας ἀσύγκριτον2.
他在总体上的主张如下:万物由火构成,并复归消解于火;万物依命运而生成,现存之物通过相反者的相反而趋于和谐;万物皆充满灵魂与神灵。他还论及宇宙中所发生的诸般现象,并认为太阳的大小正如其所显现的那样。人们还引述他的话说: “即便你走遍每一条道路,漫步而行,也绝不能寻见灵魂的边界;它拥有如此深沉的逻各斯。” 他还将自负称为“神圣病”,并认为视力是会骗人的。有时他在著作中表达得极为灿烂而清晰,以至于最迟钝之人亦能轻易理解并使心灵获得提升;其表达的简练与厚重无可比拟。
Καὶ τὰ ἐπὶ μέρους δὲ αὐτῷ ὧδʼ ἔχει τῶν δογμάτων· πῦρ εἶναι στοιχεῖον καὶ πυρὸς ἀμοιβὴν τὰ πάντα, ἀραιώσει καὶ πυκνώσει γινόμενα. σαφῶς δʼ οὐδὲν ἐκτίθεται. γίνεσθαί τε πάντα κατʼ ἐναντιότητα καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην, πεπεράνθαι τε τὸ πᾶν καὶ ἕνα εἶναι κόσμον· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα· τοῦτο δὲ γίνεσθαι καθʼ εἱμαρμένην. τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν, τὸ δʼ ἐπὶ τὴν ἐκπύρωσιν ὁμολογίαν καὶ εἰρήνην, καὶ τὴν μεταβολὴν ὁδὸν ἄνω κάτω, τόν τε κόσμον γίνεσθαι κατʼ αὐτήν.
其个别学说如下:火是本原元素,万物皆是火的交易物,通过稀薄化与凝聚化而生成。但他并没有将任何事阐发得十分明晰。万物依相反性而生,全宇宙如流水般流淌,万有是有限的,宇宙是唯一的;它生成于火,又在整个永恒中依循特定周期交替再度化为烈火;此事依照命运而发生。在相反者之中,导向生成者被称为战争与纷争,而导向大焚烧者被称为和谐与和平,这种转变被称为“上行下行之路”,宇宙正是依照此道而生成的。
Πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι συνιστάμενόν τε γίνεσθαι ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι· καὶ ταύτην ὁδὸν ἐπὶ τὸ κάτω εἶναι. πάλιν τε αὖ τὴν γῆν χεῖσθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπά, σχεδὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάττης· αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. γίνεσθαι δʼ ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάττης, ἃς μὲν λαμπρὰς καὶ καθαράς, ἃς δὲ σκοτεινάς. αὔξεσθαι δὲ τὸ μὲν πῦρ ὑπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ὑπὸ τῶν ἑτέρων. τὸ δὲ περιέχον ὁποῖόν ἐστιν οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροιζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα.
因为火凝聚时便化为湿气,聚结之后便成为水,水凝固后则转变为土;而这就是“下行之路”。土又再度融化,从中生成水,再从水中生成其余万物,他几乎将一切事物都归结于来自大海的蒸气;而这就是“上行之路”。蒸气从大地与大海两者中产生,有些明亮清澈,有些则昏暗。火因明亮的蒸气而增长,湿气则因另一种蒸气而滋长。包容四周的天体环境究竟如何,他并未说明;然而其中存在着凹面向我们倾斜的碗状器皿,明亮的蒸气在其中积聚而产生火焰,这些火焰便是天体星辰。
λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. τὰ μὲν γὰρ ἄλλα ἄστρα πλεῖον ἀπέχειν ἀπὸ γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν καὶ θάλπειν, τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. τὸν μέντοι ἥλιον ἐν διαυγεῖ καὶ ἀμιγεῖ κινεῖσθαι καὶ σύμμετρον ἀφʼ ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. ἐκλείπειν τε ἥλιον καὶ σελήνην, ἄνω στρεφομένων τῶν σκαφῶν· τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματισμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκάφης. ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τούτοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις.
太阳的火焰最为明亮炽热。因为其他天体距离大地更远,因此发光发热较弱;月亮虽离大地较近,却并未在纯净的区域中运行。然而太阳在澄澈且纯一不杂的领域中运行,并与我们保持着适度的距离;因此它更加温热且照明更甚。当那些碗状器皿向上翻转时,日食与月食便发生;月亮每月的相变,则是由于其碗状器皿在其自身位置缓缓旋转而产生。昼夜、月份、年令时节、年度、雨水、风以及诸如此类之物,皆依循不同的蒸气而生成。
τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ τοῦ ἡλίου ἡμέραν ποιεῖν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν νύκτʼ ἀποτελεῖν· καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξόμενον θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάζον χειμῶνα ἀπεργάζεσθαι. ἀκολούθως δὲ τούτοις καὶ περὶ τῶν ἄλλων αἰτιολογεῖ. περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνεται ποία τίς ἐστιν, ἀλλʼ οὐδὲ περὶ τῶν σκαφῶν. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ δοκοῦντα. Τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι3, κομίσαντος Εὐριπίδου, καθά φησιν Ἀρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν.
因为明亮的蒸气在太阳的圆环中燃成烈焰便造成白昼,而相反的蒸气占优势时便导致黑夜;源于明亮者的热量增加造成夏季,源于昏暗者的湿气过剩造成冬季。循此原理,他也对其余现象作出了因果说明。但关于大地究竟是何种形状性质,他未作任何断言,关于那些碗状器皿亦然。这些便是他的主张。 至于关于苏格拉底之事,以及如阿里斯顿所言欧里庇得斯将该书带来时苏格拉底读后所说的话,我们已在《苏格拉底传》中记述过了。
- 9.1.7ἐκβάλλει
此处作不及物或绝对用法,意为“吐露言辞”、“脱口说出”或“表达”。语境中指赫拉克利特迸发出明晰而生动的警句。
- 9.1.7ἀσύγκριτον
表语形容词采用中性单数(省略 ἐστί),尽管复合主语由阴性名词(ἡ βραχύτης)和中性名词(τὸ βάρος)并列构成。这是古希腊语中将并列的抽象概念视作整体事物而使用中性单数形容词表语的常见合式。
- 9.1.11ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι
斜格祈愿语气(用于从属过去时态引述中的关系从句),表示过去苏格拉底在读到该书时所说的话。
