← 第欧根尼·拉尔修

哲人言行录

§9.1.1-9.1.6

赫拉克利特的性格、奇特死因与著作

本段记述了以弗所哲学家赫拉克利特的孤傲性格与著名格言、对同胞的蔑视与隐遁生活、以牛粪治疗水肿的奇特死因之诸种异说,以及其著作《论自然》的三部分结构与晦涩文风。

← 上一节下一节 →

Ἡράκλειτος Βλόσωνος ἤ, ὥς τινες, Ἡράκωντος Ἐφέσιος. οὗτος ἤκμαζε μὲν κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα. μεγαλόφρων δὲ γέγονε παρʼ ὁντιναοῦ καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον, ἐν ᾧ φησι, πολυμαθίη νόον οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον. εἶναι γὰρ ἓν τὸ σοφόν1, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.

以弗所的赫拉克利特,是布罗松之子,或据某些人说,是赫拉孔之子。他在第六十九届奥林匹亚期达到鼎盛。他比任何人都更为自命不凡且傲慢自负,这一点从他的著作中也可以明显看出,他在书中说道: “多学并不教人以明智;否则它早该教化了赫西俄德与毕达哥拉斯,以及色诺芬尼与赫卡泰俄斯。” 因为依他之见,“智慧唯有一事:即领悟那穿越万物以统驭万物的思虑。” 他还常说,荷马理应被逐出赛会并遭受抽打,阿基罗科斯亦然。

Ἔλεγε δὲ καὶ ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊὴν καὶ μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος. καθάπτεται δὲ καὶ τῶν Ἐφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν Ἑρμόδωρον, ἐν οἷς φησιν, ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν2, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, Ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετʼ ἄλλων. ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

他还曾说: “扑灭傲慢尤甚于扑灭烈火。” 以及: “民众应当为保卫城邦的法律而战,正如保卫城墙一样。” 他还猛烈抨击以弗所人驱逐其友人赫尔摩多罗斯一事,在其文句中写道: “以弗所的成年人理当全数自尽,将城邦留给未成年的少年,因为他们驱逐了赫尔摩多罗斯,他们当中最有用的人,口中却说:‘在我们当中绝不可有一人最为有益;若有这样的人,就让他在别处并与别人同在。’” 当民众请求他制定法律时,他予以蔑视,因为城邦已然被败坏的政制所把持。

ἀναχωρήσας δʼ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δʼ αὐτὸν τῶν Ἐφεσίων, τί, ὦ κάκιστοι, θαυμάζετε; εἶπεν· ἢ οὐ κρεῖττον τοῦτο ποιεῖν ἢ μεθʼ ὑμῶν πολιτεύεσθαι; Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διητᾶτο, πόας σιτούμενος καὶ βοτάνας. καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντʼ ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βουστάσιον κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. οὐδὲν δʼ ἀνύων οὐδʼ οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

他退隐至阿尔忒弥斯神庙,与孩子们一起掷踝骨游玩;以弗所人聚集在他周围时,他说道: “你们这群最恶劣的家伙,惊异什么?做这事岂不强于与你们一同参政吗?” 最终他厌弃尘世,避世独居于山林之中,以草木与野菜为食。然而他也正因此而转患水肿病,于是下山进城,用谜语般的方式向医生们探问,能否使阴雨转为干旱;由于医生们不明其意,他便将自己埋入牛棚中,指望借牛粪的温热将水分蒸发出去。但他即便如此也毫无疗效,活了六十岁便死去了。

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον· "πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτʼ ἔθανεν· σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο." Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται 〈τὰ〉 ἔντερα κεινώσας τὸ ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δʼ ὁ Κυζικηνός φησι μὴ δυνηθέντʼ αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

我们针对他亦有这样一首诗: “我屡次惊异于赫拉克利特,不知这位不幸之人 当年如何忍耐了这样的生,随后又怎样死去; 因为恶疾以水浸润其身躯,熄灭了 他眼睑中的光芒,带来了幽暗。” 而赫尔米波斯则称,他曾向医生询问是否有人能排空肠道而将水分倾倒出去;当他们束手无策时,他便将自己置于烈日之下,命童仆用牛粪涂抹全身;如此僵卧拉伸,于次日身亡,并被葬于广场。基齐库斯的涅安忒斯则说,他因无法剥离牛粪而滞留原地,又因外貌变易难以辨认,最终被恶犬所食。

Γέγονε δὲ θαυμάσιος ἐκ παίδων, ὅτε καὶ νέος ὢν ἔφασκε μηδὲν εἰδέναι, τέλειος μέντοι γενόμενος πάντʼ ἐγνωκέναι. ἤκουσέ τʼ οὐδενός, ἀλλʼ αὑτὸν ἔφη διζήσασθαι καὶ μαθεῖν πάντα παρʼ ἑαυτοῦ. Σωτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι· λέγειν τε Ἀρίστωνα ἐν τῷ Περὶ Ἡρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δʼ ἄλλῃ νόσῳ. τοῦτο δὲ καὶ Ἱππόβοτός φησι. Τὸ δὲ φερόμενον αὐτοῦ βιβλίον ἐστὶ μὲν ἀπὸ τοῦ συνέχοντος3 Περὶ φύσεως, διῄρηται δʼ εἰς τρεῖς λόγους, εἴς τε τὸν περὶ τοῦ παντὸς καὶ πολιτικὸν καὶ θεολογικόν.

他自幼便异于常人,年轻时曾声称自己一无所知,然而成年之后却声称通晓一切。他未曾师从任何人,而是自称探求了自身并从自己那里学得了一切。索提翁则说,有人称他曾受教于色诺芬尼;阿里斯顿在《论赫拉克利特》中说他治愈了水肿,死于另一种疾病;希波波托斯亦持此说。 归于其名下的书卷,根据其贯穿的主旨被称为《论自然》,分为三篇:论宇宙、论政治与论神学。

ἀνέθηκε δʼ αὐτὸ εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι 〈μόνοι〉 προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. τοῦτον δὲ καὶ ὁ Τίμων ὑπογράφει λέγων, "τοῖς δʼ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος, αἰνικτὴς ἀνόρουσε." Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δʼ ἄλλοτʼ ἄλλως ἔχοντα γράψαι. σημεῖον δʼ αὐτοῦ τῆς μεγαλοφροσύνης Ἀντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπʼ αὐτοῦ γενέσθαι τοὺς κληθέντας Ἡρακλειτείους.

他将此书供奉于阿尔忒弥斯神庙,据某些人说,他是特意写得较为晦涩,以便唯有有能力的人方能研读,而不致因流于庸俗而轻易为人鄙视。梯蒙也描述他道: “在他们之中,跃出了如布谷般叫嚷、斥责民众的赫拉克利特,这位作谜者。” 泰奥弗拉斯托斯说,由于忧郁之症,他的著作有些部分写得残缺不全,有些部分则前后不一。安提斯泰尼在《继承录》中称,他心性高傲的明证是:他将王位让给了弟弟。这部著作获得了如此盛誉,以至于从他的学说中产生了被称为‘赫拉克利特派’的追随者。

语法注3 条
  1. 9.1.1εἶναι γὰρͅ ἓν τὸ σοφόν

    间接引语中的不定式结构(带宾语的不定式)。该从句承接上文的 ἐν ᾧ φησι(“他在其中说”),作为受转述动词统辖的引述内容继续展开。

  2. 9.1.2ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀποθανεῖν πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν

    非人称形容词 ἄξιον(“应当/值得”)后接人称与格(Ἐφεσίοις... πᾶσι)与不定式(ἀποθανεῖν, καταλιπεῖν)的句式。副词 ἡβηδόν(“自成年起/全体成年男子”)与与格 πᾶσι 呼应,与后面的 τοῖς ἀνήβοις(“未成年者”)形成鲜明对立,构成强烈的谴责与夸张语气。

  3. 9.1.5ἀπὸ τοῦ συνέχοντος

    由介词 ἀπό 与中性分词名词化构成的惯用短语,意为“从其核心/贯穿的主旨来看”,用以说明赫拉克利特的著作因其主要讨论内容而被总括题名为《论自然》(Περὶ φύσεως)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.1.1-9.1.6