- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:9.1.12-9.1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
记述了赫拉克利特著作的流传、题名以及他与大流士王的往来书信,并列举了该书的注疏家、题咏他的铭诗以及五位同名人物。
Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι τὸ βιβλίον· 〈ὃν〉 καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δʼ αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ "ἀκριβὲς οἰάκισμα πρὸς σταθμὴν βίου," ἄλλοι γνώμονʼ ἠθῶν, 〈τοῦ θʼ ὅλου〉 κόσμου τρόπιν ἑνός τε ξυμπάντων τε. φασὶ δʼ αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι ἵνʼ ὑμεῖς λαλῆτε. ἐπόθησε δʼ αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν·
然而文法学者塞琉古说,某个叫克罗顿的人在其《潜水者》中记载,是最早由克拉特斯将该书带到了希腊;据说克拉特斯还曾说,读这部书需要一位不会在其中淹死的提洛潜水者。有些人为这部著作题名为《缪斯》,有些人题为《论自然》;狄奥多图斯题为: “人生准绳的精准之舵”,其他人则题为“品性的规尺,唯一而又全备之整个宇宙的龙骨”。据说当有人问他为何保持沉默时,他回答道: “为了让你们饶舌。” 大流士王也渴望结识他,并致信给他如下:
“Βασιλεὺς Δαρεῖος πατρὸς Υστάσπεω Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει χαίρειν. “Καταβέβλησαι λόγον Περὶ φύσεως δυσνόητόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευόμενος κατὰ λέξιν σὴν δοκεῖ δύναμίν τινα περιέχειν θεωρίας κόσμου τε τοῦ σύμπαντος καὶ τῶν ἐν τούτῳ γινομένων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει· τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα1, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας συγγραμμάτων διαπορεῖσθαι τῆς ὀρθῆς δοκούσης γεγράφθαι παρὰ σοὶ ἐξηγήσεως. βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται τῆς σῆς ἀκροάσεως μετασχεῖν καὶ παιδείας Ἑλληνικῆς. ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον.
“希斯塔斯佩斯之子大流士王向以弗所的智者赫拉克利特致意问候。 “你已撰写了一部题为《论自然》的论著,此书艰深且难以索解。在依照你的原文得以阐释的某些段落中,它似乎蕴含着某种观照全宇宙及其内部发生之诸事的力量,而这些事物皆处于最神圣的运动之中;但在绝大多数方面,它却令人暂难定夺,以至于那些饱读诗书之人亦对你笔下所认为正确的阐释感到困惑茫然。因此,希斯塔斯佩斯之子大流士王希望聆听你的讲授,领受希腊之教养。故请速来晋见于我,驾临王宫。
Ἕλληνες γὰρ ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφοῖς ἀνδράσιν ὄντες παρορῶσι τὰ καλῶς ὑπʼ αὐτῶν ἐνδεικνύμενα πρὸς σπουδαίαν ἀκοὴν καὶ μάθησιν. παρʼ ἐμοὶ δʼ ὑπάρχει σοι πᾶσα μὲν προεδρία, καθʼ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν. “Ἡράκλειτος Ἐφέσιος βασιλέϊ Δαρείῳ πατρὸς Ὑστάσπεω χαίρειν. “Ὁκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι τῆς μὲν ἀληθηίης καὶ δικαιοπραγμοσύνης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς ἕνεκα ἀνοίης. ἐγὼ δʼ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειούμενον φθόνῳ καὶ διὰ τὸ περιίστασθαι ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσῶν χώρην, ὀλίγοις ἀρκεόμενος κατʼ ἐμὴν γνώμην. Τοιοῦτος μὲν ἁνὴρ καὶ πρὸς βασιλέα.
因为希腊人大多不重视智者,忽视了智者们为庄重之倾听与研习而展示的精妙之理。而在我这里,你将享有一切首席尊荣,每日受到美好而庄重的款待,并因你的进言而过上名望卓著的生活。” “以弗所的赫拉克利特向希斯塔斯佩斯之子大流士王致意问候。 “凡居于大地之上的世人,皆远离真理与正义,因其恶劣的愚昧而沉溺于贪欲与虚荣。而我忘却一切邪恶,逃避与嫉妒相伴的骄奢,避开傲慢之态,宁愿顺从自己的心意安于菲薄之物,绝不会前往波斯之地。” 即使对待国王,他也是如此风骨。
Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις καὶ Ἀθηναίων αὐτὸν ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν Ἐφεσίων ἑλέσθαι μᾶλλον τὰ οἰκεῖα. μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ. πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ τὸ σύγγραμμα· καὶ γὰρ Ἀντισθένης καὶ Ἡρακλείδης ὁ Ποντικὸς Κλεάνθης τε καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς Ἡρακλειτιστής, Νικομήδης τε καὶ Διονύσιος· τῶν δὲ γραμματικῶν Διόδοτος, ὃς οὔ φησι περὶ φύσεως εἶναι τὸ σύγγραμμα, ἀλλὰ περὶ πολιτείας, τὸ δὲ περὶ φύσεως ἐν παραδείγματος εἴδει κεῖσθαι.
德米特里厄斯在其《同名者考》中说,他甚至轻视雅典人,尽管他在雅典人中享有极高的声誉,却宁愿选择其家乡,纵然受到以弗所人的鄙弃。法勒隆的德米特里厄斯在《苏格拉底申辩篇》中也提及了他。为他的论著撰写注解的人极多:有安提斯泰尼、庞托斯的赫拉克利德斯、克利安西斯以及斯多亚派的斯派洛斯,此外还有被称为“赫拉克利特派”的保萨尼亚斯、尼科墨德斯与狄奥尼修斯;文法学者中则有狄奥多图斯,他声称该书并非论自然,而是论政制,关于自然的部分仅是以范例的形式设立的。
Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν. πολλά τʼ εἰς αὐτὸν ἐπιγράμματα φέρεται, ἀτὰρ δὴ καὶ τόδε· "Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ." καὶ ἄλλο τοιόνδε· "μὴ ταχὺς Ἡρακλείτου ἐπʼ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός. ὀρφνὴ καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης εἰσαγάγῃ, φανεροῦ λαμπρότερʼ ἠελίου."
希厄洛纽摩斯说,抑扬格诗人斯库提诺斯也曾企图将他的学说改写为韵文诗歌。流传着许多写他的铭诗,尤其是这一首: “我是赫拉克利特:粗俗之徒啊,为何拉扯我上上下下? 我并非为你们操劳,而是为理解我之人。 于我而言,一人可当三万,而无数庸众 渺如无物。即便在珀耳塞福涅身旁,我亦作如是言。” 另有一首如下: “切莫过于仓促地将以弗所赫拉克利特的书卷展开 直至轴心;那条小径委实崎岖难行。 其中尽是昏暗与无光的阴影;但若有一位启蒙导师 引你入门,它将比显赫的太阳更为明亮耀眼。”
Γεγόνασι δʼ Ἡράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς Ἁλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποὶηκεν οὕτως· "εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δʼ ἐμὲ δάκρυ ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν2. ἀλλὰ σὺ μέν που, ξεῖνʼ Ἁλικαρνασσεῦ, τετράπαλαι σποδιή, αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπάκτης Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ." τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς 〈τόδε〉 τὸ εἶδος.
共有五位赫拉克利特:第一位便是他本人;第二位是抒情诗人,留有对十二诸神的颂歌;第三位是挽歌诗人,为哈利卡尔那索斯人,卡利马科斯曾为他作诗如下: “有人告诉我你去世的消息,赫拉克利特,这引得我 潸然泪下;我想起我们两人曾有多少次 在促膝长谈中使太阳沉落。然而,哈利卡尔那索斯的客人, 想必你早已化作尘灰, 但你的夜莺之歌依然活着,吞噬万物的 哈得斯绝不会向它们伸出掠夺之手。” 第四位是莱斯博斯人,著有一部马其顿史;第五位是严肃滑稽剧作家,由齐特拉琴弹唱转入此种风格。
- 9.1.13τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα
句法上为脱格(anacoluthon)的宾格分词短语,松散地修饰前文的 λόγον。属格 τῶν πλείστων 作为名词 ἐποχή(中止判断/犹豫)的宾格性属格,意为“关于绝大多数事情导致(读者)中止判断”。
- 9.1.17ἥλιον ἐν λέσχῃ κατεδύσαμεν
诗学上的习语表达,字面意为“我们在交谈中使太阳沉落”,即“促膝长谈直至日落”。及物使役用法的不定过去时动词 κατεδύσαμεν 支配直接宾语 ἥλιον。
