← 第欧根尼·拉尔修

哲人言行录

§8.8.86-8.8.91

欧多克索斯的生平师承与著作

记述了克尼多斯的欧多克索斯的生平,其在几何学、天文学与医学方面的师承、埃及之行、著作与同名人物,以及阿皮斯神牛对其死期的预言与悼诗,并以此结束了对毕达哥拉斯学派的记述。

← 上一节下一节 →

Εὔδοξος Αἰσχίνου Κνίδιος, ἀστρολόγος, γεωμέτρης, ἰατρός, νομοθέτης. οὗτος τὰ μὲν γεωμετρικὰ Ἀρχύτα διήκουσε, τὰ δʼ ἰατρικὰ Φιλιστίωνος τοῦ Σικελιώτου, καθὰ Καλλίμαχος ἐν τοῖς Πίναξί φησι. Σωτίων δʼ ἐν ταῖς Διαδοχαῖς λέγει καὶ Πλάτωνος αὐτὸν ἀκοῦσαι. γενόμενον γὰρ ἐτῶν τριῶν που καὶ εἴκοσι καὶ στενῶς διακείμενον κατὰ κλέος τῶν Σωκρατικῶν εἰς Ἀθήνας ἀπᾶραι1 σὺν Θεομέδοντι τῷ ἰατρῷ, τρεφόμενον ὑπʼ αὐτοῦ· οἱ δέ, καὶ παιδικὰ ὄντα· καταχθέντα δʼ εἰς τὸν Πειραιᾶ ὁσημέραι ἀνιέναι Ἀθήναζε καὶ ἀκούσαντα τῶν σοφιστῶν αὐτόθι ὑποστρέφειν.

克尼多斯的欧多克索斯,埃斯基涅斯之子,是天文学家、几何学家、医生和立法者。卡利马科斯在《简表》中说,他曾从阿基塔斯学习几何学,从西西里的菲利斯提翁学习医学。索提翁在《继承录》中则说,他也受教于柏拉图。因为在他大约二十三岁时,家境贫窘,因仰慕苏格拉底门徒的声名,便在医生塞奥墨冬的资助下同往雅典(有人甚至说他是后者的爱娈);他寄宿于比雷埃夫斯港,每天上雅典听智者们讲学,然后返回那里。

δύο δὴ μῆνας διατρίψαντα οἴκαδʼ ἐπανελθεῖν καὶ πρὸς τῶν φίλων ἐρανισθέντα εἰς Αἴγυπτον ἀπᾶραι μετὰ Χρυσίππου τοῦ ἰατροῦ, συστατικὰς φέροντα παρʼ Ἀγησιλάου πρὸς Νεκτάναβιν· τὸν δὲ τοῖς ἱερεῦσιν αὐτὸν συστῆσαι. καὶ τέτταρας μῆνας πρὸς ἐνιαυτῷ διατρίψαντʼ αὐτόθι ξυρόμενόν θʼ ὑπήνην καὶ ὀφρὺν τὴν Ὀκταετηρίδα κατά τινας συγγράψαι. ἐντεῦθέν τε γενέσθαι ἐν Κυζίκῳ καὶ τῇ Προποντίδι σοφιστεύοντα· ἀλλὰ καὶ παρὰ Μαυσωλὸν ἀφικέσθαι. ἔπειθʼ οὕτως ἐπανελθεῖν Ἀθήναζε, πάνυ πολλοὺς περὶ ἑαυτὸν ἔχοντα μαθητάς, ὥς φασί τινες, ὑπὲρ τοῦ Πλάτωνα λυπῆσαι2, ὅτι τὴν ἀρχὴν αὐτὸν παρεπέμψατο.

在此度过两个月后,他返回家乡,从朋友处募集资财后,携带着阿格西劳斯写给内克塔内布斯的推荐信,与医生赫律西波斯一同扬帆前往埃及;后者将他引荐给祭司们。他在那里度过了一年零四个月,剃去胡须和眉毛,据某些人说,在此期间著成了《八年周期论》。此后他前往基齐库斯和普罗庞提斯一带以智者身份执教,并拜访了摩索拉斯。随后,他带领着极多的弟子如此返回雅典,正如某些人所言,这是为了让柏拉图感到懊恼,因为柏拉图最初曾冷落了他。

τινὲς δέ φασι καὶ συμπόσιον ἔχοντι τῷ Πλάτωνι3 αὐτὸν τὴν ἡμικύκλιον κατάκλισιν, πολλῶν ὄντων, εἰσηγήσασθαι. φησὶ δʼ αὐτὸν Νικόμαχος ὁ Ἀριστοτέλους τὴν ἡδονὴν λέγειν τὸ ἀγαθόν. ἀπεδέχθη δὴ ἐν τῇ πατρίδι μεγαλοτίμως, ὡς τό γε περὶ αὐτοῦ ψήφισμα γενόμενον δηλοῖ. ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπιφανέστατος ἐγένετο, γράψας τοῖς ἰδίοις πολίταις νόμους, ὥς φησιν Ἕρμιππος ἐν τετάρτῃ Περὶ τῶν ἑπτὰ σοφῶν, καὶ ἀστρολογούμενα καὶ γεωμετρούμενα καὶ ἕτερʼ ἄττα ἀξιόλογα. Ἔσχε δὲ καὶ θυγατέρας τρεῖς, Ἀκτίδα, Φιλτίδα, Δελφίδα.

还有人说,当柏拉图举行宴会时,因宾客甚多,是他提议采用了半圆形的席位布置。亚里士多德之子尼各马可说,他宣称快乐即是善。他在故乡受到了极为尊荣的款待,关于他所通过的法令便表明了这一点。不仅如此,他在希腊人中也声名极盛,正如赫尔米波斯在《论七贤》第四卷中所说,他为同胞制定了法律,并撰写了天文学著作、几何学著作以及其他一些值得称道的篇章。 他还有三个女儿:阿克蒂斯、菲尔蒂斯和德尔菲斯。

φησὶ δʼ αὐτὸν Ἐρατοσθένης ἐν τοῖς Πρὸς Βάτωνα καὶ Κυνῶν διαλόγους συνθεῖναι· οἱ δέ, γεγραφέναι μὲν Αἰγυπτίους τῇ αὑτῶν φωνῇ, τοῦτον δὲ μεθερμηνεύσαντα ἐκδοῦναι τοῖς Ἕλλησι. τούτου διήκουσε Χρύσιππος ὁ Ἐρίνεω Κνίδιος τά τε περὶ θεῶν καὶ κόσμου καὶ τῶν μετεωρολογουμένων, τὰ δʼ ἰατρικὰ παρὰ Φιλιστίωνος τοῦ Σικελιώτου. Κατέλιπε δὲ καὶ ὑπομνήματα κάλλιστα. τούτου γέγονε παῖς Ἀρισταγόρας, οὗ Χρύσιππος Ἀεθλίου μαθητής, οὗ τὰ θεραπεύματα φέρεται ὁρατικά, τῶν φυσικῶν θεωρημάτων [τῶν] ὑπὸ τὴν διάνοιαν αὐτοῦ πεσόντων.

埃拉托色尼在《致巴顿书》中称,他也曾创作《犬之对话》;但也有人说,那是埃及人用自己的语言写的,由他翻译并出版给希腊人。克尼多斯的厄里纽斯之子赫律西波斯,曾从他听受关于神祇、宇宙和天象的学问,其医术则学自西西里的菲利斯提翁。 他还留下了极其优异的备忘录。他有一子阿里斯塔戈拉斯,后者的弟子是阿埃特利俄斯之子赫律西波斯,据说其治疗手段极有显效,因为物理学定理被纳入了他的思索之中。

Γεγόνασι δʼ Εὔδοξοι τρεῖς· αὐτὸς οὗτος, ἕτερος Ῥόδιος ἱστορίας γεγραφώς, τρίτος Σικελιώτης παῖς Ἀγαθοκλέους, ποιητὴς κωμωδίας, νικας ἑλὼν ἀστικὰς μὲν τρεῖς, Ληναϊκὰς δὲ πέντε, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. εὑρίσκομεν δὲ καὶ ἄλλον ἰατρὸν Κνίδιον, περὶ οὗ φησιν Εὔδοξος ἐν Γῆς περιόδῳ ὡς εἴη παραγγέλλων ἀεὶ συνεχὲς κινεῖν τὰ ἄρθρα πάσῃ γυμνασίᾳ, ἀλλὰ καὶ τὰς αἰσθήσεις ὁμοίως. Ὁ δʼ αὐτός φησι τὸν Κνίδιον Εὔδοξον ἀκμάσαι κατὰ τὴν τρίτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα, εὑρεῖν τε τὰ περὶ τὰς καμπύλας γραμμάς. ἐτελεύτησε δὲ τρίτον ἄγων καὶ πεντηκοστὸν ἔτος. ὅτε δὲ συνεγένετο ἐν Αἰγύπτῳ Χονούφιδι τῷ Ἡλιουπολίτῃ, ὁ Ἆπις αὐτοῦ θοἰμάτιον περιελιχμήσατο. ἔνδοξον οὖν αὐτὸν ἀλλʼ ὀλιγοχρόνιον ἔφασαν οἱ ἱερεῖς ἔσεσθαι, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.

历史上曾有三个名为欧多克索斯的人:此人本身;第二位是撰写历史的罗得岛人;第三位是来自西西里的阿加索克利斯之子,喜剧诗人,曾在城邦节获得三次胜利,在勒奈亚节获得五次胜利,如阿波罗多罗斯在《编年史》中所述。我们还发现另一位克尼多斯医生,欧多克索斯在《环球记》中谈及此人,说他总是指导人们通过一切锻炼使关节持续运动,对感官亦是如此。 同一作者说,克尼多斯的欧多克索斯鼎盛于第一百零三届奥林匹亚期,发现了关于曲线的理论。他在五十三岁时去世。当他在埃及与赫利奥波利斯的乔努菲斯交往时,神牛阿皮斯曾舔舐他的斗篷。祭司们因此预言他将享负盛名但生命短暂,正如法沃里努斯在《回忆录》中所记载的那样。

Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· "ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα. παρὰ δʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντʼ ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας4." Τοῦτον ἀντὶ Εὐδόξου Ἔνδοξον ἐκάλουν διὰ τὴν λαμπρότητα τῆς φήμης. Ἐπειδὴ δὲ περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν διεληλύθαμεν, νῦν ἤδη περὶ τῶν σποράδην, ὥς φασι, διαλεχθῶμεν· λεκτέον δὲ πρῶτον περὶ Ἡρακλείτου.

我们针对他亦有这样一首诗: “在孟菲斯有传说谓,昔日欧多克索斯 从美丽双角之公牛处预先得知了自己的命运。 公牛未发一言;牛何来言语之能? 自然未曾赋予阿皮斯牛犊善辩之口。 但它斜立于他身侧,舔舐其袍服, 明白无误地告示:‘你将在不久之后 脱落凡身。’因此死运迅疾降临于他, 在他仰望昴宿五十载又三年之际。” 由于其声誉之显赫,人们称他为‘恩多克索斯’(享负盛名者)而非‘欧多克索斯’(有好声誉者)。 既然我们已经论述了著名的毕达哥拉斯学派人物,现在就来探讨所谓‘散在各派’的哲学家;首先当论及赫拉克利特。

语法注4 条
  1. 8.8.86γενόμενον γὰρ ἐτῶν τριῶν που καὶ εἴκοσι... ἀπᾶραι

    这是由前句的主动词 λέγει(索提翁说……)所统辖的间接引语中的“宾格加不定式”结构。逻辑主语欧多克索斯以宾格分词 γενόμενον 出现,并作不定式 ἀπᾶραι 的主语。接续在 §8.8.87 中的不定式(ἐπανελθεῖν, ἀπᾶραι, συγγράψαι, γενέσθαι, ἐπανελθεῖν 等)同样延续了该间接引语的叙述结构。

  2. 8.8.87ὑπὲρ τοῦ Πλάτωνα λυπῆσαι

    介词 ὑπέρ 加上中性单数属格冠词 τοῦ 以及不定式 λυπῆσαι,构成表示目的的结构(“为了使……懊恼”)。不定式的逻辑主语(欧多克索斯)因上下文自明而省略,Πλάτωνα 为 λυπῆσαι 的宾格直接宾语。

  3. 8.8.88συμπόσιον ἔχοντι τῷ Πλάτωνι

    与格短语 συμπόσιον ἔχοντι τῷ Πλάτωνι 作不定式 εἰσηγήσασθαι(向……提议)所支配的间接宾语(人),分词 ἔχοντι 同时带有时间性附带情况的意味(“当柏拉图举办宴会时,向他提议……”)。

  4. 8.8.91δεκάκις πέντʼ ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας

    与格分词 ἐσιδόντι 与前一行的与格代词 οἱ(他)保持一致。数词短语 δεκάκις πέντε(10×5=50)加上 ἐπὶ τρισσαῖς(加三)构成53;“仰望昴宿五十三次”是一种诗意的转喻,指他享年五十三岁。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.8.86-8.8.91