← 第欧根尼·拉尔修

哲人言行录

§8.7.84-8.7.85

菲洛劳斯的生平、宇宙论与著作

记述毕达哥拉斯派哲学家菲洛劳斯的生平、横死、天文学及自然哲学学说,柏拉图购得其著作作为《蒂迈欧篇》底本的传闻,以及其著作的开篇原文。

← 上一节下一节 →

Φιλόλαος Κροτωνιάτης Πυθαγορικός. παρὰ τούτου Πλάτων ὠνήσασθαι τὰ βιβλία τὰ Πυθαγορικὰ Δίωνι γράφει1. ἐτελεύτα δὲ νομισθεὶς ἐπιτίθεσθαι τυραννίδι. καὶ ἡμῶν ἐστιν εἰς αὐτόν· "τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν2."

克罗同的菲洛劳斯,毕达哥拉斯学派学者。柏拉图曾写信给狄翁,嘱其从他那里购入毕达哥拉斯学派的书籍。他因被怀疑图谋僭主统治而丧生。我们针对他有这样一首诗: “我告诫所有人,最当防备嫌疑; 因为即便你未曾实作,只要看起来如此,便遭不幸。 他故乡克罗同昔日诛灭菲洛劳斯也是如此, 因他被认为企图拥有僭主的居所。”

Δοκεῖ δʼ αὐτῷ πάντα ἀνάγκῃ καὶ ἁρμονίᾳ γίνεσθαι. καὶ τὴν γῆν κινεῖσθαι κατὰ κύκλον πρῶτον εἰπεῖν· οἱ δʼ Ἱκέταν 〈τὸν〉 Συρακόσιόν φασιν. Γέγραφε δὲ βιβλίον ἕν, ὅ φησιν Ἕρμιππος λέγειν τινὰ τῶν συγγραφέων Πλάτωνα τὸν φιλόσοφον παραγενόμενον εἰς Σικελίαν πρὸς Διονύσιον ὠνήσασθαι3 παρὰ τῶν συγγενῶν τοῦ Φιλολάου ἀργυρίου Ἀλεξανδρινῶν μνῶν τετταράκοντα4 καὶ ἐντεῦθεν μεταγεγραφέναι τὸν Τίμαιον. ἕτεροι δὲ λέγουσι τὸν Πλάτωνα λαβεῖν αὐτά, παρὰ Διονυσίου παραιτησάμενον ἐκ τῆς φυλακῆς νεανίσκον ἀπηγμένον τῶν τοῦ Φιλολάου μαθητῶν. Τοῦτόν φησι Δημήτριος ἐν Ὁμωνύμοις πρῶτον ἐκδοῦναι τῶν Πυθαγορικῶν 〈βιβλία καὶ ἐπιγράψαι〉 Περὶ φύσεως, ὧν ἀρχὴ ἥδε· ἁ φύσις δʼ ἐν τῷ κόσμῳ ἁρμόχθη ἐξ ἀπείρων τε καὶ περαινόντων5 καὶ ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα.

他认为,万物皆凭必然与和谐而生成。据说他是第一个宣称大地沿圆周运动的人,不过也有人说是叙拉古的希凯塔斯。 他著有一卷书,赫尔米波斯称,某位史家记载,哲学家柏拉图前往西西里拜谒狄奥尼修斯时,曾从菲洛劳斯的亲属那里以四十亚历山大银明那买下此书,并据此抄撰了《蒂迈欧篇》。另有人则说,柏拉图是向狄奥尼修斯求情,保释出菲洛劳斯的一名被关押下狱的年轻门徒,从而得到这些书的。 德米特里俄斯在《同名者考》中说,他是毕达哥拉斯学派中最早出版书籍并题名为《论自然》的人,其开篇如下: “宇宙中的自然,乃是由无界限者与界限者和谐结成的,整个宇宙以及其中的一切事物皆是如此。”

语法注5 条
  1. 8.7.84παρὰ τούτου Πλάτων ὠνήσασθαι τὰ βιβλία τὰ Πυθαγορικὰ Δίωνι γράφει

    动词 γράφει 接与格(Δίωνι)和不定式(ὠνήσασθαι),表示书信中的吩咐或托付(“写信让狄翁买下”)。不定式 ὠνήσασθαι 的逻辑主语为与格的 Δίων。

  2. 8.7.84ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν

    连词 ὡς 引导原因从句(“因为/既然”),动词 ἔδοξε 接对格代词 μιν(= αὐτόν)和不定式 θέλειν,意为“人们认为他企图……”。δῶμα τύραννον 中 τύραννον 作定语修饰 δῶμα,指“僭主的邸宅(统治之所)”。

  3. 8.7.85ὅ φησιν Ἕρμιππος λέγειν τινὰ τῶν συγγραφέων Πλάτωνα τὸν φιλόσοφον... ὠνήσασθαι

    多层嵌套的“对格+不定式”结构:关系代词 ὅ(先行词为前面的 βιβλίον ἕν,同时作 ὠνήσασθαι 的宾语)引导的从句中,主节动词 φησιν Ἕρμιππος 统辖 τινὰ τῶν συγγραφέων λέγειν,而 λέγειν 又统辖下一层的对格不定式结构 Πλάτωνα... ὠνήσασθαι... καὶ... μεταγεγραφέναι。

  4. 8.7.85ἀργυρίου Ἀλεξανδρινῶν μνῶν τετταράκοντα

    价格属格,修饰动词 ὠνήσασθαι(“买下”),说明交易的价码(“以四十亚历山大银明那的代价”)。

  5. 8.7.85ἁ φύσις δʼ ἐν τῷ κόσμῳ ἁρμόχθη ἐξ ἀπείρων τε καὶ περαινόντων

    多利斯方言形式:冠词 ἁ(相当于阿提卡方言的 ἡ)及被动不定过去时动词 ἁρμόχθη(相当于阿提卡方言的 ἡρμόσθη)。句末的 καὶ ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα 是对主语 ἁ φύσις 的并列扩充与同位追加。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.7.84-8.7.85