← 第欧根尼·拉尔修

哲人言行录

§8.4.79-8.4.83

阿基塔斯的生平、营救柏拉图与学问成就

本段记述了塔兰托的阿基塔斯的家世、历任将军及营救柏拉图的经过,引录了他与柏拉图就奥凯洛斯著作往来的信件,并列举其同名者,记载了他不败的战绩以及在几何学与机械学上的开创性成就。

← 上一节下一节 →

Ἀρχύτας Μνησαγόρου Ταραντῖνος, ὡς δὲ Ἀριστόξενος, Ἑστιαίου, Πυθαγορικὸς καὶ αὐτός. οὗτός ἐστιν ὁ Πλάτωνα ῥυσάμενος διʼ ἐπιστολῆς παρὰ Διονυσίου μέλλοντʼ ἀναιρεῖσθαι. ἐθαυμάζετο δὲ καὶ παρὰ τοῖς πολλοῖς ἐπὶ πάσῃ ἀρετῇ· καὶ δὴ ἑπτάκις τῶν πολιτῶν ἐστρατήγησε, τῶν ἄλλων μὴ πλέον ἐνιαυτοῦ στρατηγούντων διὰ τὸ κωλύειν τὸν νόμον. πρὸς τοῦτον καὶ Πλάτων γέγραφεν ἐπιστολὰς δύο, ἐπειδήπερ αὐτῷ πρότερος ἐγεγράφει τοῦτον τὸν τρόπον· “Ἀρχύτας Πλάτωνι ὑγιαίνειν.

塔兰托的阿基塔斯是姆涅萨戈拉斯之子,或者据阿里斯托克塞诺斯所说是赫斯提埃奥斯之子;他本人也是一位毕达哥拉斯派学者。正是他通过书信,将行将被处决的柏拉图从狄奥尼修斯手中解救出来。他也因各种美德而深受民众赞赏;事实上,由于法律禁止,其他人的将军任期不得超过一年,而他却七次担任公民的将军。柏拉图也曾给他写过两封信,因为他此前曾以如下方式写信给柏拉图: “阿基塔斯致柏拉图,祝安康。

“Καλῶς ποιέεις ὅτι ἀποπέφευγας ἐκ τᾶς ἀρρωστίας· ταῦτα γὰρ αὐτός τυ ἐπέσταλκας καὶ τοὶ περὶ Λαμίσκον ἀπάγγελον. περὶ δὲ τῶν ὑπομνημάτων ἐπεμελήθημες καὶ ἀνήλθομες ὡς Λευκανὼς1 καὶ ἐνετύχομες τοῖς Ὀκκέλω ἐκγόνοις. τὰ μὲν ὦν Περὶ νόμω καὶ Βασιληίας καὶ Ὁσιότατος καὶ τᾶς τῶ παντὸς γενέσιος αὐτοί τʼ ἔχομες καὶ τὶν ἀπεστάλκαμες· τὰ δὲ λοιπὰ οὔτοι νῦν γα δύναται εὑρεθῆμεν, αἰ δέ κα εὑρεθῇ, ἥξει τοι. Ὧδε μὲν ὁ Ἀρχύτας· ὁ δὲ Πλάτων ἀντεπιστέλλει τοῦτον τὸν τρόπον· “Πλάτων Ἀρχύτᾳ εὖ πράττειν.

“得知你已从病痛中康复,实为可喜;因为你本人就此写了信来,拉米斯科斯周围的人也如此禀报。至于那些著作,我们已多方过问,前往卢卡尼亚人处,拜访了奥凯洛斯的后裔。《论法律》《论王权》《论虔敬》以及《论万物的生成》这几部,我们自己保留并已寄送给你;其余的部分目前无法找到,但若找到,定会送呈与你。” 阿基塔斯所书如此;而柏拉图则以如下方式回信: “柏拉图致阿基塔斯,祝安好。

“Τὰ μὲν παρὰ σοῦ ἐλθόντα ὑπομνήματα θαυμαστῶς ἄσμενοί τε ἐλάβομεν καὶ τοῦ γράψαντος αὐτὰ ἠγάσθημεν ὡς ἔνι μάλιστα, καὶ ἔδοξεν ἡμῖν ἁνὴρ ἄξιος ἐκείνων τῶν παλαιῶν προγόνων. λέγονται γὰρ δὴ οἱ ἄνδρες οὗτοι Μυραῖοι εἶναι· οὗτοι δʼ ἦσαν τῶν ἐπὶ Λαομέδοντος ἐξαναστάντων Τρώων ἄνδρες ἀγαθοί, ὡς ὁ παραδεδομένος μῦθος δηλοῖ. τὰ δὲ παρʼ ἐμοῦ ὑπομνήματα, περὶ ὧν ἐπέστειλας, ἱκανῶς μὲν οὔπω ἔχει· ὡς δέ ποτε τυγχάνει ἔχοντα ἀπέσταλκά σοι. περὶ δὲ τῆς φυλακῆς ἀμφότεροι συμφωνοῦμεν, ὥστε οὐδὲν δεῖ παρακελεύεσθαι. ἔρρωσο. Καὶ ὧδε μὲν πρὸς ἀλλήλους αὐτοῖς ἔχουσιν αἱ ἐπιστολαί.

“从你那里送来的著作,我们以无比欣喜的心情收下了,并对著作者极尽赞佩之至;在我们看来,此人无愧于那些古老的先祖。因为据说这些人是米拉人;而据流传的神话所示,他们是在拉俄墨冬时代迁徙而来的特洛伊人中的英勇之士。至于你来信索要的我这边的著作,目前尚不完备;但我还是按照现有的样子寄送给你了。关于妥善保管,我们双方意向一致,故而完全无须互相叮嘱。保重。” 他们彼此之间的书信即是如此。

Γεγόνασι δʼ Ἀρχύται τέτταρες· πρῶτος αὐτὸς οὗτος, δεύτερος Μυτιληναῖος μουσικός, τρίτος Περὶ γεωργίας συγγεγραφώς, τέταρτος ἐπιγραμματοποιός. ἔνιοι καὶ πέμπτον ἀρχιτέκτονά φασιν, οὗ φέρεται βιβλίον Περὶ μηχανῆς, ἀρχὴν ἔχον ταύτην, τάδε παρὰ Τεύκρου Καρχηδονίου διήκουσα. περὶ δὲ τοῦ μουσικοῦ φέρεται καὶ τόδε, ὡς ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξακουεσθαι εἴποι, τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ διαγωνιζόμενον λαλεῖ. Τὸν δὲ Πυθαγορικὸν Ἀριστόξενός φησι μηδέποτε στρατηγοῦντα ἡττηθῆναι· φθονούμενον δʼ ἅπαξ ἐκχωρῆσαι τῆς στρατηγίας καὶ τοὺς αὐτίκα ληφθῆναι2.

历史上共有四位阿基塔斯:第一位正是他本人;第二位是来自米提利尼的音乐家;第三位著有《论农业》;第四位是警句诗人。有人还提到第五位是建筑家,冠其名下流传有一部《论机械》,开篇如下: “此皆我从迦太基人透克洛斯处听闻求教所得。” 关于那位音乐家,还流传着这样一件事,据说当有人责备他声音微弱听不清时,他说道: “因为是乐器在代替我争战发声。” 阿里斯托克塞诺斯说,这位毕达哥拉斯派学者任将军时未尝一败;但有一次他遭人嫉妒而退出将位,其部下随即被俘。

Οὗτος πρῶτος τὰ μηχανικὰ ταῖς μαθηματικαῖς προσχρησάμενος ἀρχαῖς μεθώδευσε καὶ πρῶτος κίνησιν ὀργανικὴν διαγράμματι γεωμετρικῷ προσήγαγε, διὰ τῆς τομῆς τοῦ ἡμικυλίνδρου δύο μέσας ἀνὰ λόγον λαβεῖν ζητῶν εἰς τὸν τοῦ κύβου διπλασιασμόν3. κἀν γεωμετρίᾳ πρῶτος κύβον εὗρεν, ὥς φησι Πλάτων ἐν Πολιτείᾳ.

他首先运用数学原理解释机械学,并首先将器械运动引入几何图形,试图通过半圆柱的截线求得两条比例中项,以解决立方倍积问题。他也是几何学中首先发现立方体的人,正如柏拉图在《理想国》中所言。

语法注3 条
  1. 8.4.80ὡς Λευκανὼς

    前置词 ὡς 后接指人或部族名称的宾格(Λευκανώς),意为“前往……处”。此处 ὡς 并非连词,而是专用于以人或人群为终点的方向前置词。

  2. 8.4.82καὶ τοὺς αὐτίκα ληφθῆναι

    在由 φησί 统领的宾格加不定式结构中,定冠词 τούς 作代词/实体化使用,充当 ληφθῆναι 的逻辑主语,指代“他的人马/士兵/公民们”。全句意为他的部下随即遭俘虏。

  3. 8.4.83δύο μέσας ἀνὰ λόγον λαβεῖν ζητῶν εἰς τὸν τοῦ κύβου διπλασιασμόν

    意为“为了倍立方问题而试图求得两条比例中项”。μέσας 为阴性宾格复数,修饰隐含的名词 γραμμάς(线);ἀνὰ λόγον 则是副词性介词短语,充当定语,意为“成比例的”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.4.79-8.4.83