← 第欧根尼·拉尔修

哲人言行录

§8.3.78

埃庇卡尔摩斯的生平著作与雕像铭文

简述喜剧诗人兼哲学家埃庇卡尔摩斯的身世、生平、雕像铭文、包含离合诗的著作及其享年。

← 上一节下一节 →

Ἐπίχαρμος Ἡλοθαλοῦς Κῷος. καὶ οὗτος ἤκουσε Πυθαγόρου. τριμηνιαῖος δʼ ὑπάρχων ἀπηνέχθη τῆς Σικελίας εἰς Μέγαρα1, ἐντεῦθεν δʼ εἰς Συρακούσας, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς συγγράμμασιν. καὶ αὐτῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγέγραπται τόδε· "εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν, φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν2 Ἐπίχαρμον, ὃν πατρὶς ἐστεφάνωσʼ ἅδε Συρακοσίων." οὗτος ὑπομνήματα καταλέλοιπεν ἐν οἷς φυσιολογεῖ, γνωμολογεῖ, ἰατρολογεῖ· καὶ παραστιχίδα3 γε ἐν τοῖς πλείστοις τῶν ὑπομνημάτων πεποίηκεν, οἷς διασαφεῖ ὅτι ἑαυτοῦ ἐστι τὰ συγγράμματα. βιοὺς δʼ ἔτη ἐνενήκοντα κατέστρεψεν.

埃庇卡尔摩斯是赫洛塔勒斯之子,科斯岛人。他也曾听受毕达哥拉斯的教导。他出生三个月时被带到了西西里的墨伽拉,随后又迁往叙拉古,正如他本人在自己的著作中所述。在他的雕像上刻有如下铭文: “倘若那高悬照耀的赫赫红日远胜群星, 大海又比群川拥有更巨大的伟力, 那我敢断言,埃庇卡尔摩斯在智慧上也如此超绝, 正是叙拉古人的这片故土为他加冕。” 他留下了记录,在其中探究自然、讲述箴言、论及医理;并且他在大多数记录中都嵌入了离合诗,以此表明这些著作确实出自他本人之手。他享年九十岁而逝。

语法注3 条
  1. 8.3.78τῆς Σικελίας εἰς Μέγαρα

    属格 τῆς Σικελίας 属于地域性属格(部分属格),用以指明是西西里岛的墨伽拉(即墨伽拉·许布拉亚),以区别于希腊本土著名的墨伽拉城。

  2. 8.3.78εἴ τι παραλλάσσει ... φαμὶ τοσοῦτον ... προέχειν

    εἴ τι 在此作副词性用法(“倘若在任何程度上……”),与主句中作副词性宾格的 τοσοῦτον(“那么到如此程度……”)相呼应。动词 παραλλάσσει 支配表示比较的属格 ἄστρων,主句中的 προέχειν 则搭配表示方面的与格 σοφίᾳ(“在智慧方面”)。

  3. 8.3.78παραστιχίδα

    名词宾格 παραστιχίς 指“离合诗 / 藏头诗”(acrostic),即各行首字母相连构成词句,在古代常用作作者表明身份与真作防伪的标志(印记)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.3.78