- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.2.65-8.2.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
记述了恩培多克勒反对阿克隆修建墓碑并解散千人议会等民主举措及其傲慢自负的诗作,并列举了他死亡的诸种传说,包括跳入埃特纳火山火山口的记述。
Πάλιν δʼ Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τά τʼ ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καί τι καὶ τοιοῦτον ἐρωτήσας· τί δʼ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο; "ἄκρον ἰατρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον πατρὸς Ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης1." τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται, "ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει." τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι.
又有一次,医师阿克隆因在同行中位列首位,而向议事会请求一块土地以修建祖传墓碑,恩培多克勒出面予以阻拦,除了谈及平等以外,还提出了这样的疑问: “我们要刻上怎样的双行体诗呢?莫非是这首? ‘阿克拉加斯最高明之医阿克隆,乃阿克罗斯之子, 最崇高故乡的最高绝壁将其掩藏。’” 有些人则将第二句吟诵为: “至高峰峦之巅的最高坟墓将其压在下方。” 有些人说这是西摩尼得斯的作品。
Ὕστερον δʼ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῇ ιαʼ καὶ ιβʼ, πολλάκις γὰρ αὐτοῦ μνημονεύει, φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τῇ πολιτείᾳ φαίνεσθαι2· 〈ἔστιν〉 ὅπου δʼ ἀλαζόνα καὶ φίλαυτον ἐν τῇ ποιήσει [ἴδοι τις ἄν]· φησὶ γοῦν, "χαίρετʼ· ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι," καὶ τὰ ἑξῆς. καθʼ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.
后来,恩培多克勒还解散了存续了三年的千人议会,可见他不仅属于富贵阶层,也属于心向平民派之人。提麦奥斯在第十一卷和第十二卷中——因为他屡次提及此人——说恩培多克勒似乎持有与其政治作风相悖的看法;人们在诗作中有时也能看到他傲慢而自负;他确实说过: “愿你们喜乐;我作为一位不朽的神祇在你们中间巡行,不再是凡人,”以及下文诸句。当他旅居奥林匹亚期间,受到了极大的关注,乃至在人们的言谈交际中,被提及最频繁者莫过于恩培多克勒。
Ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκ〈τ〉ιζομένου, ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δʼ οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλʼ ὧδʼ αὐτοῦ καθάπτεται λέγων· "καὶ Ἐμπεδοκλῆς ἀγοραίων ληκητὴς ἐπέων· ὅσα δʼ ἔσθενε, τόσσα διεῖλεν, ἀρχῶν ὃς διέθηκʼ ἀρχὰς ἐπιδευέας ἄλλων3." Περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Παυσανίας.
然而后来在阿克拉加斯重建之时,政敌的后裔反对他回归;因此他退隐至伯罗奔尼撒并死于彼处。提蒙也没有放过此人,而是如下攻击他道: “还有恩培多克勒,市井言辞的 高声叫嚣者;他有多少气力,便划分了多少, 他确立了诸多本原,却使这些本原彼此需要。” 关于他的死,有种种不同的说法。赫拉克利德在讲述了无呼吸妇女之事、恩培多克勒如何因使那个死去的女人死而复生而赢得声誉之后,说他正在佩西亚纳克斯的庄稼地旁举行献祭。一些朋友受邀同聚,保萨尼亚斯也在其中。
εἶτα μετὰ τὴν εὐωχίαν οἱ μὲν ἄλλοι χωρισθέντες ἀνεπαύοντο, οἱ μὲν ὑπὸ τοῖς δένδροις ὡς ἀγροῦ παρακειμένου, οἱ δʼ ὅπῃ βούλοιντο, αὐτὸς δʼ ἔμεινεν ἐπὶ τοῦ τόπου ἐφʼ οὗπερ κατεκέκλιτο. ὡς δʼ ἡμέρας γενηθείσης ἐξανέστησαν, οὐχ ηὑρέθη μόνος. ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνακρινομένων καὶ φασκόντων μὴ εἰδέναι, εἷς τις ἔφη μέσων νυκτῶν φωνῆς ὑπερμεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτʼ ἐξαναστὰς ἑωρακέναι φῶς οὐράνιον καὶ λαμπάδων φέγγος, ἄλλο δὲ μηδέν· τῶν δʼ ἐπὶ τῷ γενομένῳ ἐκπλαγέντων, καταβὰς ὁ Παυσανίας ἔπεμψέ τινας ζητήσοντας. ὕστερον δὲ ἐκώλυε πολυπραγμονεῖν, φάσκων εὐχῆς ἄξια συμβεβηκέναι καὶ θύειν αὐτῷ δεῖν καθαπερεὶ γεγονότι θεῷ.
随后在盛宴之后,其他人散去休息,有的在树下,因为田野就挨在近旁,有的则随心所欲各择其所,而他自己则留在了原来斜卧的地方。次日天明众人起身时,唯独不见了他。在搜寻期间,当仆役们受到盘问并称不知情时,有一人说他在半夜听到了一个巨大的声音在呼唤恩培多克勒,随后起身便见到了天上的光芒和火炬的光辉,此外别无他物。当众人对发生的事情感到惊愕时,保萨尼亚斯走下来派人去搜寻。但后来他阻止众人多事探究,宣称发生了值得祈求之事,并应当向他献祭,仿佛他已化为神明一样。
Ἕρμιππος δέ φησι Πάνθειάν τινα Ἀκραγαντίνην ἀπηλπισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεῦσαι αὐτὸν καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι πρὸς τοὺς ὀγδοήκοντα. Ἱππόβοτος δέ φησιν ἐξαναστάντα αὐτὸν ὡδευκέναι ὡς ἐπὶ τὴν Αἴτνην, εἶτα παραγενόμενον ἐπὶ τοὺς κρατῆρας τοῦ πυρὸς ἐναλέσθαι καὶ ἀφανισθῆναι, βουλόμενον τὴν περὶ αὑτοῦ φήμην βεβαιῶσαι ὅτι γεγόνοι θεός, ὕστερον δὲ γνωσθῆναι, ἀναρριπισθείσης αὐτοῦ μιᾶς τῶν κρηπίδων· χαλκᾶς γὰρ εἴθιστο ὑποδεῖσθαι. πρὸς τοῦθʼ ὁ Παυσανίας ἀντέλεγε.
赫尔米普斯则说,他治愈了一位被医生们放弃的阿克拉加斯妇女潘忒亚,正因如此才举行了献祭;受邀者约有八十人。希波博托斯说他起身前往埃特纳山,然后来到火山口,纵身跳入烈火中消失了,企图以此证实关于他已化为神明的传言;但后来事情败露了,因为他的一只凉鞋被喷了出来;原来他习惯穿青铜凉鞋。保萨尼亚斯对此表示反对。
Διόδωρος δʼ ὁ Ἐφέσιος περὶ Ἀναξιμάνδρου γράφων φησὶν ὅτι τοῦτον ἐζηλώκει, τραγικὸν ἀσκῶν τῦφον καὶ σεμνὴν ἀναλαβὼν ἐσθῆτα. τοῖς Σελινουντίοις ἐμπεσόντος λοιμοῦ διὰ τὰς ἀπὸ τοῦ παρακειμένου ποταμοῦ δυσωδίας, ὥστε καὶ αὐτοὺς φθείρεσθαι καὶ τὰς γυναῖκας δυστοκεῖν, ἐπινοῆσαι τὸν Ἐμπεδοκλέα καὶ δύο τινὰς ποταμοὺς τῶν σύνεγγυς ἐπαγαγεῖν ἰδίαις δαπάναις· καὶ καταμίξαντα γλυκῆναι τὰ ῥεύματα. οὕτω δὴ λήξαντος τοῦ λοιμοῦ καὶ τῶν Σελινουντίων εὐωχουμένων ποτὲ παρὰ τῷ ποταμῷ, ἐπιφανῆναι τὸν Ἐμπεδοκλέα· τοὺς δʼ ἐξαναστάντας προσκυνεῖν καὶ προσεύχεσθαι καθαπερεὶ θεῷ. ταύτην οὖν θέλοντα βεβαιῶσαι τὴν διάληψιν εἰς τὸ πῦρ ἐναλέσθαι.
以弗所的狄奥多罗斯在论述阿那克西曼德时说,恩培多克勒效仿了他,摆出戏剧般的傲慢架势,身着庄重的服饰。当塞利努斯人因邻近河流散发的恶臭而遭受瘟疫,乃至自身大量死亡、妇女难产时,恩培多克勒想出计策,自费引来了邻近的两条河流;通过混合流水,使河水变得甘美。瘟疫就这样止息了,当塞利努斯人有一次在河边宴饮时,恩培多克勒突然现身;众人纷纷起身,仿佛对待神明一样伏地敬拜并祈祷。他想要证实这种观念,于是纵身跳入了烈火之中。
- 8.2.65ἄκρον ἰατρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον πατρὸς Ἄκρου / κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης
这是一段修辞性的谐音双关(paronomasia),词根 ἄκρ-(意为‘最高’、‘顶点’、‘最优秀’)在普通名词、形容词及专有名词(人名 Ἄκρων、Ἄκρος 及城名 Ἀκράγας)中不断重复。句法上,主语为 κρημνὸς ἄκρος(至高绝壁),谓语为 κρύπτει,宾语为 ἄκρον ἰατρὸν Ἄκρωνʼ Ἀκραγαντῖνον(阿克拉加斯的高明之医阿克隆),πατρὸς Ἄκρου 为表示出身的属格,πατρίδος ἀκροτάτης 为领属属格。
- 8.2.66ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τῇ πολιτείᾳ φαίνεσθαι
由 φησίν 引出的嵌套宾格与不定式结构(AcI):φαίνεσθαι(显现出)带宾格主语 αὐτόν 和不定式 ἐσχηκέναι。与格 τῇ πολιτείᾳ 既可指客观的‘城邦体制’,也可指他个人的‘政治实践/行事风格’;鉴于后文紧接着将他的民主派行为与其诗歌中所显露的狂妄自大作对比,此处作‘与其自身的政治作风相悖’解最为通顺自然。
- 8.2.67ἀρχῶν ὃς διέθηκʼ ἀρχὰς ἐπιδευέας ἄλλων
出自讽刺诗人提蒙的诗句。关系代词 ὅς 的先行词是 Ἐμπεδοκλῆς。ἀρχῶν 是属格,修饰 ἀρχάς,意为‘在诸始原之中布置了需要彼此的诸始原’。伊奥尼亚方言/诗歌形式的宾格复数形容词 ἐπιδευέας(匮乏的、需要的)带表示缺乏的属格 ἄλλων 作补足语,讽刺恩培多克勒的四元素说需要爱与争的驱动。
