- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.2.58-8.2.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
本段叙述了恩培多克勒的著作(悲剧与政治作品)、弟子高尔吉亚、其诗篇中展现的法术与医术神迹、平息季风的轶事、献给爱徒保萨尼亚斯关于假死妇女的医术记载,以及他崇尚简朴拒绝王权、并因在宴席上反抗专制而处决僭妄者的平民派政治生涯开端。
καθόλου δέ φησι καὶ τραγῳδίας αὐτὸν γράψαι καὶ πολιτικούς1· Ἡρακλείδης δʼ ὁ τοῦ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας. Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντά φησιν ἐντετυχηκέναι, Νεάνθης δὲ νέον ὄντα γεγραφέναι τὰς τραγῳδίας καὶ αὐτῶν ἑπτὰ ἐντετυχηκέναι. Φησὶ δὲ Σάτυρος ἐν τοῖς Βίοις ὅτι καὶ ἰατρὸς ἦν καὶ ῥήτωρ ἄριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητήν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ καὶ Τέχνην ἀπολελοιπότα· ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι.
大体而言[亚里士多德]说他也写过悲剧和政治性著作;但萨拉皮翁之子赫拉克利德说这些悲剧是他人所作。耶罗尼谟说他见过其中的四十三篇,而尼安特斯则说他是年轻时写的悲剧,自己见过其中的七篇。 萨梯洛斯在《列传》中说,他既是一位医师,也是一位极出色的演说家。至少勒翁提诺伊的高尔吉亚曾是他的门徒,此人在修辞学上出类拔萃,并留下了《修辞学教程》;阿波罗多洛斯在《编年记》中说高尔吉亚活了一百零九岁。
τοῦτόν φησιν ὁ Σάτυρος λέγειν ὡς αὐτὸς παρείη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλείω, διʼ ὧν φησι· φάρμακα δʼ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ2, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. παύσεις δʼ ἀκαμάτων ἀνέμων μένος, οἵ τʼ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν· καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματʼ ἐπάξεις· θήσεις δʼ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου ῥεύματα δενδρεόθρεπτα, τά τʼ αἰθέρι ναιήσονται, ἄξεις δʼ ἐξ Ἀΐδαο καταφθιμένου μένος ἀνδρός.
萨梯洛斯说,这位高尔吉亚曾自称亲眼见过恩培多克勒施行法术。然而他自己也通过诗篇允诺了此事以及更多的本领,他在诗中说道: “凡是作为抵御祸患与防抗衰老的良药, 你都将知晓,因为我只为你一人成就这一切。 你将平息不知疲倦的狂风之怒,它们扑向大地, 用其呼啸的气流摧残田野; 并且若你愿意,你又能重新唤回补偿的微风; 在阴郁的暴雨之后,你将为人类带来适时的干旱, 在夏日的干旱之后,你将带来栖于高空的 滋润树木的溪流; 你还将从冥府召回亡人的精力。”
Φησὶ δὲ καὶ Τίμαιος ἐν τῇ ὀκτωκαιδεκάτῃ κατὰ πολλοὺς τρόπους τεθαυμάσθαι τὸν ἄνδρα. καὶ γὰρ ἐτησίων ποτὲ σφοδρῶς πνευσάντων ὡς τοὺς καρποὺς λυμῆναι, κελεύσας ὄνους ἐκδαρῆναι καὶ ἀσκοὺς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα· λήξαντος δὲ κωλυσανέμαν κληθῆναι. Ἡρακλείδης τε ἐν τῷ Περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν τὰ περὶ τὴν ἄπνουν. ἦν δʼ ὁ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, ᾧ δὴ καὶ τὰ Περὶ φύσεως προσπεφώνηκεν οὕτως·
提麦奥斯在第十八卷中也说,此人在许多方面令人惊叹。因为有一次季节风猛烈吹拂,乃至损坏庄稼,他便下令剥下驴皮制成皮囊,张挂在丘陵和山脊周围以捕捉风力;当风平息后,他被称为‘阻风者’。赫拉克利德在《论疾病》中说,他还向保萨尼亚斯讲授了关于那名无呼吸妇女的病例。据阿里斯提普斯和萨梯洛斯所说,保萨尼亚斯是他的爱宠,恩培多克勒确曾在《论自然》中如下向他致意:
"Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἰέ." ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε· "Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτου υἱὸν φῶτʼ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα, ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων." τὴν γοῦν ἄπνουν ὁ Ἡρακλείδης φησὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμέρας συντηρεῖν ἄπνουν καὶ ἄσφυκτον τὸ σῶμα3· ὅθεν καὶ εἶπεν αὐτὸν καὶ ἰητρὸν καὶ μάντιν, λαμβάνων ἅμα καὶ ἀπὸ τούτων τῶν στίχων·
“聪慧的安基托斯之子保萨尼亚斯啊,你且倾听。” 不仅如此,他还为他写了一首题额诗: “名副其实的医师保萨尼亚斯,安基托斯之子, 身为阿斯克勒庇俄斯子孙之人,故土杰拉哺育了他; 他曾使许多因悲惨病痛而衰竭的人, 从珀耳塞福涅的秘殿前折返回来。” 总之赫拉克利德说,那位无呼吸的妇女是这样一种情况,其身体三十天之久保持着既无呼吸也无脉搏的状态;由此他宣称自己既是医师又是预言者,这同时也取自以下这些诗句:
"ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετʼ ἀνʼ ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετʼ· ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις· τοῖσιν ἅμʼ 〈εὖτʼ〉 ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα, ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δʼ ἅμʼ ἕπονται μυρίοι, ἐξερέοντες ὅπῃ πρὸς κέρδος ἀταρπός· οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δʼ ἐπὶ νούσων παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν."
“朋友们啊,你们在金黄的阿克拉加斯河畔的大城中, 居住在卫城高处,心怀高尚的事业, 愿你们喜乐;我作为一位不朽的神祇在你们中间巡行,不再是凡人, 理所当然地受到所有人的尊崇, 佩戴着带饰,头戴盛开的花冠; 每当我与这些装饰一道进入繁华的城邑, 便受到男女老幼的敬仰;成千上万的人 跟随着我,探寻通往福祉的道路; 有的人需要预言,有的人则为各色 疾病寻求听到治愈的声音。”
Μέγαν δὲ τὸν Ἀκράγαντα εἰπεῖν φησιν ἐπεὶ μυριάδες αὐτὸν κατῴκουν ὀγδοήκοντα· ὅθεν τὸν Ἐμπεδοκλέα εἰπεῖν, τρυφώντων αὐτῶν, Ἀκραγαντῖνοι τρυφῶσι μὲν ὡς αὔριον ἀποθανούμενοι, οἰκίας δὲ κατασκευάζονται ὡς πάντα τὸν χρόνον βιωσόμενοι. Αὐτοὺς δὲ τούτους τοὺς Καθαρμοὺς [ἐν] Ὀλυμπίασι ῥαψῳδῆσαι λέγεται Κλεομένη τὸν ῥαψῳδόν, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι. φησὶ δʼ αὐτὸν καὶ Ἀριστοτέλης ἐλεύθερον γεγονέναι καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, καθάπερ Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλονότι πλέον ἀγαπήσας.
[赫拉克利德]说,他称阿克拉加斯为‘大城’,是因为有八十万人居住在其中;因此,当阿克拉加斯人生活骄奢时,恩培多克勒曾说道: “阿克拉加斯人骄奢度日,仿佛明日便要死去;他们建造房屋,却仿佛要永世长存。” 据说朗诵诗人克莱奥墨涅斯曾在奥林匹亚朗诵过这篇《净化篇》,正如法沃里诺斯在《备忘录》中所说的那样。亚里士多德也说他性情自由,与一切统治格格不入,既然他拒绝了向他提供的王位,正如克桑托斯在有关他的记述中所言,显然是因为他更喜爱简朴的生活。
τὰ δʼ αὐτὰ καὶ Τίμαιος εἴρηκε, τὴν αἰτίαν ἅμα παρατιθέμενος τοῦ δημοτικὸν εἶναι τὸν ἄνδρα. φησὶ γὰρ ὅτι κληθεὶς ὑπό τινος τῶν ἀρχόντων 〈ὡσ〉 προβαίνοντος τοῦ δείπνου4 τὸ ποτὸν οὐκ εἰσεφέρετο, τῶν ἄλλων ἡσυχαζόντων, μισοπονήρως διατεθεὶς ἐκέλευσεν εἰσφέρειν· ὁ δὲ κεκληκὼς ἀναμένειν ἔφη τὸν τῆς βουλῆς ὑπηρέτην. ὡς δὲ παρεγένετο, ἐγενήθη συμποσίαρχος, τοῦ κεκληκότος δηλονότι καταστήσαντος, ὃς ὑπεγράφετο τυραννίδος ἀρχήν· ἐκέλευσε γὰρ ἢ πίνειν ἢ καταχεῖσθαι τῆς κεφαλῆς. τότε μὲν οὖν ὁ Ἐμπεδοκλῆς ἡσύχασε· τῇ δʼ ὑστεραίᾳ εἰσαγαγὼν εἰς δικαστήριον ἀπέκτεινε καταδικάσας ἀμφοτέρους, τόν τε κλήτορα καὶ τὸν συμποσίαρχον. ἀρχὴ μὲν οὖν αὐτῷ τῆς πολιτείας ἥδε.
提麦奥斯也陈述了同样的事情,同时列举了此人持有平民派立场的原因。他说,恩培多克勒应某位执政官之邀赴宴,随着宴席进行却不见送上酒来,其他人都默不作声,生性痛恨奸邪的他便下令将酒送上;但设宴的主人说他在等待议事会的仆役。当仆役赶到时,在显然是主人的任命下成为了宴会总管,此人显露了僭主统治的开端;因为他命令要么喝下,要么从头顶浇下。当时恩培多克勒保持了沉默;但在次日他将他们告上法庭,将设宴的主人和宴会总管两人一并定罪处死。这就是他政治生涯的开端。
- 8.2.58καθόλου δέ φησι καὶ τραγῳδίας αὐτὸν γράψαι καὶ πολιτικούς
主动词 φησι 的主语承接前一节(§57)的亚里士多德。阳性宾格复数 καὶ πολιτικούς 需补充被省略的名词 λόγους 或 διαλόγους,意为“政治性论著/对话录”。
- 8.2.59φάρμακα δʼ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ
提置/倒装结构:包含关系从句的名词短语 φάρμακα δʼ ὅσσα γεγᾶσι 被前置于主谓动词 πεύσῃ 之前。ἄλκαρ 与 φάρμακα 构成同位语或述语性同位语,带客体属格 κακῶν καὶ γήραος(“防范灾难与衰老的屏障/药物”)。
- 8.2.61ὡς τριάκοντα ἡμέρας συντηρεῖν ἄπνουν καὶ ἄσφυκτον τὸ σῶμα
由 ὡς 引导带不定式 συντηρεῖν 的结果结构,依附于前文的 τοιοῦτόν τι。τὸ σῶμα 为不定式 συντηρεῖν 的直接宾语,ἄπνουν καὶ ἄσφυκτον 为宾语补足语(述语性形容词),表示“使身体保持无呼吸且无脉搏的状态”。
- 8.2.64ὡς προβαίνοντος τοῦ δείπνου
ὡς 置于属格绝对结构(προβαίνοντος τοῦ δείπνου)之前,表示情况或背景(“随着宴席进行”)。紧随其后的 τὸ ποτὸν οὐκ εἰσεφέρετο 则是 φησὶ γὰρ ὅτι 所引出的陈述语气未完成过去时主干。
