← 第欧根尼·拉尔修

哲人言行录

§8.2.51-8.2.57

恩培多克勒的世系师承与著述成就

记述关于恩培多克勒的世系家谱、年代考订、从学渊源以及哲学与诗歌成就的诸种异说。涉及其祖父在奥林匹亚赛会的胜利、与西西里及图里奥伊的关联、与毕达哥拉斯学派、巴门尼德、色诺芬尼等人的学术关系,以及他首创修辞学和散佚著作的命运。

← 上一节下一节 →

Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους, Ἀκραγαντῖνος. τὸ δʼ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἱστοριῶν 〈λέγει προσιστορῶν〉 ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. ἀλλὰ καὶ Ἕρμιππος τὰ αὐτὰ τούτῳ φησίν. ὁμοίως καὶ Ἡρακλείδης ἐν τῷ Περὶ νόσων, ὅτι λαμπρᾶς ἦν οἰκίας ἱπποτροφηκότος τοῦ πάππου. λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις τὴν πρώτην καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει.

据希波玻托斯说,恩培多克勒是阿克拉加斯人,是恩培多克勒之子梅同的儿子。提麦奥斯在《历史》第十五卷中也说了同样的话,补充记载道,诗人的祖父恩培多克勒是一位显赫人物。赫尔米普斯对此也持相同看法。赫拉克利德在《论疾病》中同样说,由于他的祖父曾饲养赛马,他出身于名门望族。埃拉托斯特尼在《奥林匹亚胜者录》中引用亚里士多德为证,也说梅同的父亲在第七十一届奥林匹亚节上获得了胜利。

Ἀπολλόδωρος δʼ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν ὡς "ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους 〈ὁ〉 Γλαῦκος ἐλθεῖν φησιν." εἶθʼ ὑποβάς· "οἱ δʼ ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν εἰς τὰς Συρακούσας μετʼ ἐκείνων ἐπολέμει πρὸς Ἀθηνάους ἐμοί 〈γε〉 τελέως ἀγνοεῖν δοκοῦσιν· ἢ γὰρ οὐκέτʼ ἦν ἢ παντελῶς ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται1." Ἀριστοτέλης γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. ὁ δὲ 〈τὴν〉 μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς "κέλητι τούτου πάππος ἦν ὁμώνυμος," ὥσθʼ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.

语法学家阿波罗多洛斯在《编年记》中说道: “他本是梅同之子;但格劳科斯说 他前往了完全新建的 图里奥伊。” 接着在后文中又说: “至于那些记载他逃离故乡后 身在叙拉古,并与当地人一道 与雅典人作战的人,在我看来是完全 无知的;因为他要么已不在人世,要么完全 垂垂老矣,而这后者显非事实。” 因为亚里士多德以及赫拉克利德都说他享年六十岁。而在第七十一届奥林匹亚节上获胜的,“乃是他那以单骑赛马获胜的同名祖父,”因此时代也由阿波罗多洛斯同时标明了。

Σάτυρος δʼ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον· ἐπί τε τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δʼ υἱὸν αὐτοῦ πάλῃ ἤ, ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ, δρόμῳ. ἐγὼ δʼ εὗρον ἐν τοῖς Ὑπομνήμασι Φαβωρίνου ὅτι καὶ βοῦν ἔθυσε τοῖς θεωροῖς ὁ Ἐμπεδοκλῆς ἐκ μέλιτος καὶ ἀλφίτων, καὶ ἀδελφὸν ἔσχε Καλλικρατίδην. Τηλαύγης δʼ ὁ Πυθαγόρου παῖς ἐν τῇ πρὸς Φιλόλαον ἐπιστολῇ φησι τὸν Ἐμπεδοκλέα Ἀρχινόμου εἶναι υἱόν.

萨梯洛斯在《列传》中说,恩培多克勒是埃克塞内托斯之子,他自己也留下了一个叫埃克塞内托斯的儿子;在同一届奥林匹亚节上,一人以单骑赛马获胜,其子则在摔跤中获胜,或者如赫拉克利德在《节本》中所说,在短跑中获胜。但我却在法沃里诺斯的《备忘录》中查到,恩培多克勒曾用蜂蜜和大麦粉制成牛献祭给使节团,并且他还有一个兄弟叫卡利克拉提得斯。毕达哥拉斯之子特劳戈斯在致菲洛劳斯的信中则说,恩培多克勒是阿基诺莫斯之子。

Ὅτι δʼ ἦν Ἀκραγαντῖνος ἐκ Σικελίας, αὐτὸς ἐναρχόμενος τῶν Καθαρμῶν φησιν· "ὦ φίλοι οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετʼ ἀνʼ ἄκρα πόλεος." καὶ τὰ μὲν περὶ τοῦ γένους αὐτοῦ τάδε. Ἀκοῦσαι δʼ αὐτὸν Πυθαγόρου Τίμαιος διὰ τῆς ἐνάτης ἱστορεῖ, λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπίᾳ τότε, καθὰ καὶ Πλάτων, τῶν λόγων ἐκωλύθη μετέχειν. μεμνῆσθαι δὲ καὶ αὐτὸν Πυθαγόρου λέγοντα· "ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον." οἱ δὲ τοῦτο εἰς Παρμενίδην αὐτὸν λέγειν ἀναφέροντα.

至于他是来自西西里的阿克拉加斯人,他自己在《净化篇》开篇便说道: “朋友们啊,你们在金黄的阿克拉加斯河畔, 居住在卫城高处的大城中。” 关于他家族的事迹大致如此。 提麦奥斯在第九卷中记载他曾受业于毕达哥拉斯,并说他当时因被指控剽窃言论,如同柏拉图一样,被禁止参与这些讲论。并说他自己也曾提及毕达哥拉斯道: “在他们之中有一位具有卓越智慧的人, 他确实获得了最博大的心智财富。” 但有人认为,他写这首诗指的是巴门尼德。

Φησὶ δὲ Νεάνθης ὅτι μέχρι Φιλολάου καὶ Ἐμπεδοκλέους ἐκοινώνουν οἱ Πυθαγορικοὶ τῶν λόγων. ἐπεὶ δʼ αὐτὸς διὰ τῆς ποιήσεως ἐδημοσίωσεν αὐτά, νόμον ἔθεντο μηδενὶ μεταδώσειν ἐποποιῷ. τὸ δʼ αὐτὸ καὶ Πλάτωνα παθεῖν φησι· καὶ γὰρ τοῦτον κωλυθῆναι. τίνος μέντοι γε αὐτῶν ἤκουσεν ὁ Ἐμπεδοκλῆς, οὐκ εἶπε· τὴν γὰρ περιφερομένην ὡς Τηλαύγους ἐπιστολὴν ὅτι τε μετέσχεν Ἱππάσου καὶ Βροντίνου, μὴ εἶναι ἀξιόπιστον2. Ὁ δὲ Θεόφραστος Παρμενίδου φησὶ ζηλωτὴν αὐτὸν γενέσθαι καὶ μιμητὴν ἐν τοῖς ποιήμασι· καὶ γὰρ ἐκεῖνον ἐν ἔπεσι τὸν Περὶ φύσεως ἐξενεγκεῖν λόγον.

尼安特斯说,直到菲洛劳斯和恩培多克勒之时,毕达哥拉斯学派的讲论都是共享的。但当他通过诗歌将其公之于众后,他们便定下规矩,不再传授给任何史诗诗人。他说柏拉图也遭遇了同样的事情,因为他也遭到了排斥。然而,恩培多克勒究竟受业于他们中的哪一位,他没有明说;因为流传在特劳戈斯名下、称其受教于希帕索斯和布龙提诺斯的信件是不足为凭的。 泰奥弗拉斯托斯说,他在诗作中成为了巴门尼德的追随者和模仿者;因为巴门尼德也是用史诗形式发表了《论自然》的著述。

Ἕρμιππος δὲ οὐ Παρμενίδου, Ξενοφάνους δὲ γεγονέναι ζηλωτήν, ᾧ καὶ συνδιατρῖψαι καὶ μιμήσασθαι τὴν ἐποποιίαν· ὕστερον δὲ τοῖς Πυθαγορικοῖς ἐντυχεῖν. Ἀλκιδάμας δʼ ἐν τῷ Φυσικῷ φησι κατὰ τοὺς αὐτοὺς χρόνους Ζήνωνα καὶ Ἐμπεδοκλέα ἀκοῦσαι Παρμενίδου, εἶθʼ ὕστερον ἀποχωρῆσαι, καὶ τὸν μὲν Ζήνωνα κατʼ ἰδίαν φιλοσοφῆσαι, τὸν δὲ Ἀναξαγόρου διακοῦσαι καὶ Πυθαγόρου· καὶ τοῦ μὲν τὴν σεμνότητα ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴν φυσιολογίαν3.

赫尔米普斯则说他不是巴门尼德的追随者,而是色诺芬尼的追随者,他曾与后者交往并模仿其史诗;后来才接触到了毕达哥拉斯派的人。阿尔基达马斯在《物理学》中说,在同一时期,芝诺和恩培多克勒听从巴门尼德讲学,后来脱离出来,芝诺独自从事哲学,而恩培多克勒则听从了阿那克萨哥拉和毕达哥拉斯的教诲;并且他仰慕后者(毕达哥拉斯)在生活与仪态上的庄严,仰慕前者(阿那克萨哥拉)的自然哲学。

Ἀριστοτέλης δʼ ἐν τῷ Σοφιστῇ φησι πρῶτον Ἐμπεδοκλέα ῥητορικὴν εὑρεῖν, Ζήνωνα δὲ διαλεκτικήν. ἐν δὲ τῷ Περὶ ποιητῶν φησιν ὅτι καὶ Ὁμηρικὸς ὁ Ἐμπεδοκλῆς καὶ δεινὸς περὶ τὴν φράσιν γέγονεν, μεταφορητικός τε ὢν καὶ τοῖς ἄλλοις τοῖς περὶ ποιητικὴν ἐπιτεύγμασι χρώμενος· καὶ διότι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα τήν τε τοῦ Ξέρξου διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα, ταῦθʼ ὔστερον κατέκαυσεν4 ἀδελφή τις αὐτοῦ (ἢ θυγάτηρ, ὥς φησιν Ἱερώνυμος), τὸ μὲν προοίμιον ἄκουσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελείωτα εἶναι.

亚里士多德在《智者篇》中说,恩培多克勒最先发明了修辞学,而芝诺发明了辩证法。在《论诗人》中他又说,恩培多克勒具有荷马式的风格,且精于辞令,善用隐喻,并运用了诗歌艺术的其他成就;还说在他写下的其他诗作中,包括《薛西斯的远征》和一首《阿波罗序曲》,这些后来被他的一个姐妹(或据耶罗尼谟说是女儿)焚毁了,序曲是无意中烧毁的,而波斯史诗则因尚未完稿而故意将其烧掉。

语法注4 条
  1. 8.2.52ὅπερ οὐχὶ φαίνεται

    关系代词 ὅπερ 的先行词是前句的 παντελῶς ὑπεργεγηρακώς(完全达到了极度高龄)。阿波罗多洛斯指出,若他真在西西里远征期间(公元前415–413年)参战,要么与享年六十岁的传统说法相悖,要么就是以近百岁的高龄从军,而这一情况显然不符合事实,据此驳斥了他在叙拉古参战的传言。

  2. 8.2.55τὴν γὰρ περιφερομένην ὡς Τηλαύγους ἐπιστολὴν ὅτι τε μετέσχεν Ἱππάσου καὶ Βροντίνου, μὴ εἶναι ἀξιόπιστον

    延续上一句尼安特斯言论的间接引语结构。在“宾格加不定式”结构(τὴν ... ἐπιστολὴν ... μὴ εἶναι ἀξιόπιστον)之中,插入了解释信件内容的 ὅτι 从句(ὅτι τε μετέσχεν...)。否定词 μή 为间接陈述中不定式的标准用法。

  3. 8.2.56καὶ τοῦ μὲν τὴν σεμνότητα ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴν φυσιολογίαν

    交错配列法(chiasmus)所构成的代词照应。紧接在“听从了阿那克萨哥拉与毕达哥拉斯的教诲”(Ἀναξαγόρου διακοῦσαι καὶ Πυθαγόρου)之后,τοῦ μέν 指代后提及的毕达哥拉斯(以庄重的教派生活与仪态著称),而 τοῦ δέ 则指代先前提及的阿那克萨哥拉(以自然哲学著称)。

  4. 8.2.57καὶ διότι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα... ταῦθʼ ὔστερον κατέκαυσεν

    此处的 διότι 并非表示原因的连词(“因为”),而是与前文的 ὅτι 并列,引导转述亚里士多德言论的名词性从句(这在希腊化及帝国时代希腊语中将 διότι 代替 ὅτι 表示“即/说”是常见用法)。句中包含一个属格独立结构(γράψαντος αὐτοῦ...),主句动词为 κατέκαυσεν,句末的 ἄκουσα 与 βουληθεῖσα 为与主语(其姐妹或女儿)一致的情态分词。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.2.51-8.2.57