← 第欧根尼·拉尔修

哲人言行录

§8.1.45-8.1.50

关于毕达哥拉斯的铭诗与学派后继者及同名人

本节记录了关于毕达哥拉斯的铭诗,列举了该学派最后的传人及若干同名异人,引述了他致阿那克西美尼的信,并由此过渡到对恩培多克勒等著名毕达哥拉斯学派学者的记述。

← 上一节下一节 →

καὶ ἄλλο· "τὰς φρένας ἢν ἐθέλῃς τὰς Πυθαγόραο νοῆσαι, ἀσπίδος Εὐφόρβου βλέψον ἐς ὀμφάλιον. φησὶ γὰρ οὗτος, Ἐγὼν ἦν πρόβροτος· ὃς δʼ ὅτε οὐκ ἦν, φάσκων ὥς τις ἔην, οὔτις ἔην ὅτʼ ἔην1." καὶ ἄλλο, ὡς ἐτελεύτα· "αἲ, αἴ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη; καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις. χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ, ἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ." Ἤκμαζε δὲ καὶ κατὰ τὴν ἑξηκοστὴν Ὀλυμπιάδα, καὶ αὐτοῦ τὸ σύστημα διέμενε μέχρι γενεῶν ἐννέα ἢ καὶ δέκα·

又一首: “你若想明白毕达哥拉斯的心思, 请看欧福耳玻斯盾牌中央的凸钮。 因为他说:‘我从前也是凡人’;然而在他不存在之时, 虽宣称自己是某个人,在他真正存在时他却什么都不是。” 还有一首关于他死去的诗: “哎,哎,毕达哥拉斯为何如此敬畏豆子? 以致同他自己的弟子们一起丧生。 那里本有一片豆田;但他为了不践踏这些豆子, 在三岔路口死于阿克拉加斯人之手。” 他在大约第六十届奥林匹亚节时达到全盛期,他的学派延续了九代或十代之久。

τελευταῖοι γὰρ ἐγένοντο τῶν Πυθαγορείων, οὓς καὶ Ἀριστόξενος εἶδε, Ξενόφιλός τε ὁ Χαλκιδεὺς ἀπὸ Θρᾴκης καὶ Φάντων ὁ Φλιάσιος καὶ Ἐχεκράτης καὶ Διοκλῆς καὶ Πολύμναστος, Φλιάσιοι καὶ αὐτοί. ἦσαν δʼ ἀκροαταὶ Φιλολάου καὶ Εὐρύτου τῶν Ταραντίνων. Γεγόνασι δὲ Πυθαγόραι τέτταρες περὶ τοὺς αὐτοὺς χρόνους, οὐ πολὺ ἀπʼ ἀλλήλων ἀπέχοντες· εἷς μὲν Κροτωνιάτης, τυραννικὸς ἄνθρωπος· ἕτερος Φλιάσιος, σωμασκητής, [ἀλείπτης, ὥς φασί τινες]· τρίτος Ζακύνθιος· τέταρτος αὐτὸς οὗτος, οὗ φασιν εἶναι τἀπόρρητα τῆς φιλοσοφίας· [αὐτῶν διδάσκαλος·] ἐφʼ οὗ καὶ τὸ Αὐτὸς ἔφα παροιμιακὸν εἰς τὸν βίον ἦλθεν.

因为亚里士多克塞诺斯也曾见过的毕达哥拉斯学派的最后传人,是色雷斯地区卡尔喀斯人克塞诺菲洛斯、弗利乌斯人凡同,以及同样是弗利乌斯人的厄刻克拉底、狄奥克勒斯和波吕姆那斯托斯。他们是塔兰托人菲洛劳斯和欧律托斯的听讲者。 在差不多同一时期,还有四位彼此相距不远的名为毕达哥拉斯的人:一人是克罗托内人,具僭主倾向者;另一人是弗利乌斯人,体操家〔据某些人说是涂油师〕;第三人是扎昆托斯人;第四人正是这位哲学家本人,据说哲学的秘奥即属于他,〔他是这些人的宗师,〕“他本人说的”这句谚语正是因他而进入世俗生活的。

οἱ δὲ καὶ ἄλλον ἀνδριαντοποιὸν Ῥηγῖνον γεγονέναι φασὶ Πυθαγόραν, πρῶτον δοκοῦντα ῥυθμοῦ καὶ συμμετρίας ἐστοχάσθαι· καὶ ἄλλον ἀνδριαντοποιὸν Σάμιον· καὶ ἕτερον ῥήτορα μοχθηρόν· καὶ ἰατρὸν ἄλλον, τὰ περὶ κήλης γεγραφότα καί τινα περὶ Ὁμήρου συντεταγμένον· καὶ ἕτερον Δωρικὰ πεπραγματευμένον, ὡς Διονύσιος ἱστορεῖ. Ἐρατοσθένης δέ φησι, καθὸ καὶ Φαβωρῖνος ἐν τῇ ὀγδόῃ Παντοδαπῆς ἱστορίας παρατίθεται, τοῦτον εἶναι τὸν πρῶτον ἐντέχνως πυκτεύσαντα2 ἐπὶ τῆς ὀγδόης καὶ τετταρακοστῆς Ὀλυμπιάδος, κομήτην καὶ ἁλουργίδα φοροῦντα· ἐκκριθέντα τʼ ἐκ τῶν παίδων καὶ χλευασθέντα αὐτίκα προσβῆναι τοὺς ἄνδρας καὶ νικῆσαι.

其他人说,还有另一位勒吉昂的雕刻家毕达哥拉斯,被认为是第一个讲求韵律与匀称的人;另有一位萨摩斯的雕刻家;另有一位蹩脚的演说家;另有一位撰写了关于疝气的论著且写过关于荷马著作的医生;还有另一位撰述了多利斯人历史的人,如狄奥尼修斯所记载。埃拉托斯特尼则说——法沃里诺斯在《杂史》第八卷中也引用了这一说法——在第四十八届奥林匹亚节上,留着长发、身着紫袍、首次以精湛技术进行拳击比赛的正是这位哲学家,他在被剔除出少年组并遭嘲弄之后,立即跨入成年组并取得了胜利。

δηλοῦν δὲ τοῦτο καὶ τοὐπίγραμμα ὅπερ ἐποίησε Θεαίτητος· "Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην, ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον, Πυθαγόρης ἐγώ εἰμι· τὰ δʼ ἔργα μου εἴ τινʼ ἔροιο Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν." Τοῦτον ὁ Φαβωρῖνός φησιν ὅροις χρήσασθαι διὰ τῆς μαθηματικῆς ὕλης, ἐπὶ πλέον δὲ Σωκράτην καὶ τοὺς ἐκείνῳ πλησιάσαντας, καὶ μετὰ ταῦτʼ Ἀριστοτέλην καὶ τοὺς στωικούς. Ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην· ὡς δὲ Θεόφραστος, Παρμενίδην· ὡς δὲ Ζήνων, Ἡσίοδον.

泰阿泰托斯所作的铭诗也表明了这一点: “异乡人啊,如果你还记得某个留长发的毕达哥拉斯, 萨摩斯那广为传颂的拳击家, 我就是那个毕达哥拉斯;你若向任何一个 厄利斯人询问我的战绩,你必会说他讲的是不可置信之言。” 法沃里诺斯说,他曾运用数学材料来进行定义,而苏格拉底及其追随者进一步推广了这一点,其后亚里士多德与斯多亚派亦然。 而且,他也是第一个把苍天称为“宇宙(秩序)”、把大地称为“球形”的人;但据泰奥弗拉斯托斯说,这是巴门尼德;而据芝诺说,这是赫西俄德。

τούτῳ φασὶν ἀντιπαρατάσσεσθαι Κύλωνα καθάπερ Ἀντίλοχον Σωκράτει. Ἐπὶ δὲ τοῦ ἀθλητοῦ Πυθαγόρου καὶ τοῦτʼ ἐλέγετο τὸ ἐπίγραμμα· "οὗτος πυκτεύσων ἐς Ὀλύμπια παισὶν ἄνηβος ἤλυθε Πυθαγόρης ὁ Κράτεω Σάμιος." ὁ δὲ φιλόσοφος καὶ ὧδε ἐπέστειλε· Πυθαγόρης Ἀναξιμένει. “Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα3. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας ἐκλείψετε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δʼ αὐτῇσι τὰ ἐκ Μήδων.

据说库隆与他为敌,正如安提洛科斯与苏格拉底为敌一样。 关于运动员毕达哥拉斯,也有这样一首铭诗流传: “这位尚未成年的萨摩斯人、克拉特斯之子毕达哥拉斯, 来到奥林匹亚,要在少年组中进行拳击。” 而这位哲学家则曾这样写信道: 毕达哥拉斯致阿那克西美尼。 “最优秀的友人啊,你如果在出身和名声上绝不胜过毕达哥拉斯,本也早已迁居离开米利都了;但如今来自父辈的声望牵绊着你,而若我像阿那克西美尼一样,它也会牵绊我。但如果你等最优秀的人离弃了城邦,城邦的秩序必被剥夺,而来自米底人的危险对它们而言将更加危急。

οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογέειν μελεδωνόν τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις οὓς διαφέρουσιν ἐς ἀλλήλους Ἰταλιῶται. Ἐπειδὴ δὲ περὶ Πυθαγόρου διεληλύθαμεν, ῥητέον περὶ τῶν ἐλλογίμων Πυθαγορικῶν· μεθʼ οὓς περὶ τῶν σποράδην κατά τινας φερομένων· ἔπειθʼ οὕτως ἐξάψομεν τὴν διαδοχὴν τῶν ἀξίων λόγου ἕως Ἐπικούρου καθὰ καὶ προειρήκαμεν. περὶ μὲν οὖν Θεανοῦς καὶ Τηλαύγους διειλέγμεθα· λεκτέον δὲ νῦν περὶ Ἐμπεδοκλέους πρῶτον· κατὰ γάρ τινας Πυθαγόρου διήκουσεν.

终日空谈天象并非美事,关切祖国反倒更为高尚。我自己也并非完全专注于自己的思辨,同时也投身于意大利人彼此之间所进行的战争之中。” 既然我们已经详述了毕达哥拉斯,接下来便当论述著名的毕达哥拉斯学派成员;其后论述那些按某些人的看法散见单列的哲学家;然后正如我们先前所说明的那样,依次连接起值得称道的人物的传承谱系,直至伊壁鸠鲁。关于塞阿诺和特劳戈斯,我们已经论及;现在首先必须论述恩培多克勒,因为据某些人说,他曾受业于毕达哥拉斯。

语法注3 条
  1. 8.1.45ὃς δʼ ὅτε οὐκ ἦν, φάσκων ὥς τις ἔην, οὔτις ἔην ὅτʼ ἔην

    关于灵魂转世的悖论式文字游戏。前半句的 ὅτε οὐκ ἦν(“当他不存在时”)指转世间隙或死后,后半句的 ὅτʼ ἔην(= ἦν,“当他存在时”)指在世之时。τις(“某要人/大人物”)与 οὔτις(“微不足道的小人物/无名之辈”)形成尖锐对仗,讽刺其虽声称前世显赫,实存之时却默默无闻。

  2. 8.1.47τοῦτον εἶναι τὸν πρῶτον ἐντέχνως πυκτεύσαντα

    间接引语中的“宾格加不定式”结构,主语宾格 τοῦτον 在文脉中指哲学家毕达哥拉斯本人,将原本属于同名拳击手的功绩归于哲学家。后面的分词 ἐκκριθέντα(被除名)与 χλευασθέντα(被嘲弄)均为修饰 τοῦτον 的同格分词,同时充当随后不定式 προσβῆναι 与 νικῆσαι 的逻辑主语。

  3. 8.1.49εἰ μηδὲν ἀμείνων ἦς ... μεταναστὰς ἂν οἴχεο ... καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα

    过去/未完成体非真实条件句。归结从句 ἂν οἴχεο 与 ἂν κατείρυκεν 均采用 ἄν 搭配直陈式过去时。在 καὶ ἐμὲ δὲ ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα 一句中,动词 κατείρυκεν 的主语承前省略了前文的 ἡ πατρόθεν εὔκλεια(“父辈传下的名望”),意即“若我像阿那克西美尼一样(拥有那样的声望),它本也会将我挽留”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.45-8.1.50