← 第欧根尼·拉尔修

哲人言行录

§8.1.7-8.1.11

毕达哥拉斯的著作伦理教义与神异传说

本节讨论了托名毕达哥拉斯的诸著作之真伪及其伦理与生活教义,包括人生如节庆之比喻、人生的四季划分、门徒的五年沉黙诫律以及围绕他的神异传说。

← 上一节下一节 →

τὸ δὲ φερόμενον ὡς Πυθαγόρου1 Λύσιδός ἐστι τοῦ Ταραντίνου Πυθαγορικοῦ, φυγόντος εἰς Θήβας καὶ Ἐπαμεινώνδα καθηγησαμένου. φησὶ δʼ Ἡρακλείδης ὁ τοῦ Σαραπίωνος ἐν τῇ Σωτίωνος ἐπιτομῇ γεγραφέναι αὐτὸν καὶ Περὶ τοῦ ὅλου ἐν ἔπεσιν, δεύτερον τὸν Ἱερὸν λόγον, οὗ ἡ ἀρχή· "ὦ νέοι, ἀλλὰ σέβεσθε μεθʼ ἡσυχίης τάδε πάντα·" τρίτον Περὶ ψυχῆς, τέταρτον Περὶ εὐσεβείας, πέμπτον Ἡλοθαλῆ τὸν Ἐπιχάρμου τοῦ Κῴου πατέρα, ἕκτον Κρότωνα καὶ ἄλλους. τὸν δὲ Μυστικὸν λόγον Ἱππάσου φησὶν εἶναι, γεγραμμένον ἐπὶ διαβολῇ Πυθαγόρου, πολλοὺς δὲ καὶ ὑπὸ Ἄστωνος τοῦ Κροτωνιάτου γραφέντας ἀνατεθῆναι Πυθαγόρᾳ.

然而,以毕达哥拉斯之名流传的那部著作其实属于塔兰托的毕达哥拉斯派吕西斯,此人流亡到底比斯并成了埃帕米农达的老师。萨拉庇翁之子赫拉克利德斯在索提翁著作的《摘录》中说,毕达哥拉斯还以史诗韵律撰写了《论全》,第二部是《神圣言论》,其开篇为: “年轻人们啊,当以静默崇奉所有这些;”第三部是《论灵魂》,第四部是《论虔敬》,第五部是科斯岛的埃庇卡耳摩斯之父《赫罗塔利斯》,第六部是《克罗顿》以及其他著作。但他指出,《密仪言论》属于希帕索斯,是为了毁谤毕达哥拉斯而作的,而且克罗顿的阿斯通所写的好几部书也被托名归于毕达哥拉斯。

φησὶ δὲ καὶ Ἀριστόξενος τὰ πλεῖστα τῶν ἠθικῶν δογμάτων λαβεῖν τὸν Πυθαγόραν παρὰ Θεμιστοκλείας τῆς ἐν Δελφοῖς. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. αὐτοῦ λέγουσι καὶ τοὺς Σκοπιάδας, οὗ ἡ ἀρχή, Μὴ * * ἀνααίδευ μηδενί. Σωσικράτης δʼ ἐν Διαδοχαῖς φησιν αὐτὸν ἐρωτηθέντα ὑπὸ Λέοντος τοῦ Φλιασίων τυράννου τίς εἴη, φιλόσοφος, εἰπεῖν. καὶ τὸν βίον ἐοικέναι πανηγύρει· ὡς οὖν εἰς ταύτην οἱ μὲν ἀγωνιούμενοι, οἱ δὲ κατʼ ἐμπορίαν, οἱ δέ γε βέλτιστοι ἔρχονται θεαταί, οὕτως ἐν τῷ βίῳ2 οἱ μὲν ἀνδραποδώδεις, ἔφη, φύονται δόξης καὶ πλεονεξίας θηραταί, οἱ δὲ φιλόσοφοι τῆς ἀληθείας. καὶ τάδε μὲν ὧδε.

阿里斯托克塞诺斯也说,毕达哥拉斯的大多数伦理学说都是从德尔斐的泰米斯托克勒亚那里习得的。希俄斯的伊翁在《三部作》中说,毕达哥拉斯自己创作了某些诗篇,却把它们归功于奥菲斯。《斯科皮亚代》一诗也被说成是他的作品,其开篇是: “切勿对任何人无理放肆。” 索西克拉特斯在《学统录》中说,当弗利乌斯的僭主莱昂问他是何人时,他回答说是“哲学家(爱智慧者)”。他还说人生恰似节庆集会:正如来到这集会的人中,有些人是为了竞争竞技,有些人是为了经商贸易,而最优秀的人则是作为观众而来;同样在人生中,那些奴性的人天生追逐名声与财利,而哲学家则是真理的追寻者。关于这些事情就谈到这里。

Ἐν δὲ τοῖς τρισὶ συγγράμμασι τοῖς προειρημένοις φέρεται Πυθαγόρου τάδε καθολικῶς. οὐκ ἐᾷ εὔχεσθαι ὑπὲρ ἑαυτῶν διὰ τὸ μὴ εἰδέναι τὸ συμφέρον. τὴν μέθην ἓν ἀνθʼ ἑνὸς βλάβην3 καλεῖ καὶ πλησμονὴν πᾶσαν ἀποδοκιμάζει, λέγων μὴ παραβαίνειν μήτε τῶν ποτῶν μήτε τῶν σιτίων μηδένα τὴν συμμετρίαν. καὶ περὶ ἀφροδισίων δέ φησιν οὕτως· Ἀφροδίσια χειμῶνος ποιέεσθαι, μὴ θέρεος· φθινοπώρου δὲ καὶ ἦρος κουφότερα, βαρέα δὲ πᾶσαν ὥρην καὶ ἐς ὑγιείην οὐκ ἀγαθά. ἀλλὰ καί ποτʼ ἐρωτηθέντα πότε δεῖ πλησιάζειν εἰπεῖν· ὅταν βούλῃ γενέσθαι σωυτοῦ ἀσθενέστερος.

在前述的三部著作中,大体上流传着毕达哥拉斯的如下见解。他不允许人们为自己祈祷,因为人们不知道何为对自己有益之事。他把沉醉称为一次性的祸害,并摒弃一切过饱过度,要求任何人无论在饮或食上都不可越过节度。关于房事,他也这样说道: “房事当在冬季进行,切莫在夏季;在秋季与春季则较轻微,但在任何季节都是沉重的负担,对健康绝无益处。” 此外,曾经有人问及何时应当行房,他说:“当你想要变得弱于你自身之时。”

Διαιρεῖται δὲ καὶ τὸν τοῦ ἀνθρώπου βίον οὕτως· Παῖς εἴκοσι ἔτεα, νεηνίσκος εἴκοσι, νεηνίης εἴκοσι, γέρων εἴκοσι. αἱ δὲ ἡλικίαι πρὸς τὰς ὥρας ὧδε σύμμετροι· παῖς ἔαρ, νεηνίσκος θέρος, νεηνίης φθινόπωρον, γέρων χειμών. ἔστι δʼ αὐτῷ ὁ μὲν νεηνίσκος μειράκιον, ὁ δὲ νεηνίης ἀνήρ. εἶπέ τε πρῶτος, ὥς φησι Τίμαιος, κοινὰ τὰ φίλων εἶναι καὶ φιλίαν ἰσότητα. καὶ αὐτοῦ οἱ μαθηταὶ κατετίθεντο τὰς οὐσίας εἰς ἕν [ποιούμενοι]. πενταετίαν θʼ ἡσύχαζον, μόνον τῶν λόγων κατακούοντες καὶ οὐδέπω Πυθαγόραν ὁρῶντες εἰς ὃ δοκιμασθεῖεν4· τοὐντεῦθεν δʼ ἐγίνοντο τῆς οἰκίας αὐτοῦ καὶ τῆς ὄψεως μετεῖχον. ἀπείχοντο δὲ καὶ σοροῦ κυπαρισσίνης διὰ τὸ τὸ τοῦ Διὸς σκῆπτρον ἐντεῦθεν πεποιῆσθαι, ὥς φησιν Ἕρμιππος ἐν δευτέρῳ Περὶ Πυθαγόρου.

他还将人的一生划分如下: “童子二十年,青年二十年,壮年二十年,老年二十年。这几个年龄段与四季的对应如下:童子为春,青年为夏,壮年为秋,老年为冬。” 在他那里,“青年”指的是少男期,而“壮年”指成年男子。如提迈俄斯所言,他第一个提出朋友之物皆共有,友谊即平等。他的弟子们将财产合在一起交纳充公。他们保持沉默达五年之久,仅仅听讲,而在考核通过之前还不能面见毕达哥拉斯;此后他们才成为他家室的成员,得以亲见他的容颜。他们还忌用柏木制成的棺材,因为宙斯的权杖正是由柏木制成的,正如赫尔米波斯在《论毕达哥拉斯》第二卷中所说。

Καὶ γὰρ καὶ σεμνοπρεπέστατος λέγεται γενέσθαι καὶ οἱ μαθηταὶ δόξαν εἶχον περὶ αὐτοῦ ὡς εἴη Ἀπόλλων ἐξ Ὑπερβορέων ἀφιγμένος. λόγος δέ ποτʼ αὐτοῦ παραγυμνωθέντος τὸν μηρὸν ὀφθῆναι χρυσοῦν· καὶ ὅτι Νέσσος ὁ ποταμὸς διαβαίνοντα αὐτὸν προσαγορεύσαι πολὺς ἦν ὁ φάσκων5. Τίμαιός τέ φησιν ἐν δεκάτῃ Ἱστοριῶν λέγειν αὐτὸν τὰς συνοικούσας ἀνδράσι θεῶν ἔχειν ὀνόματα, Κόρας, Νύμφας, εἶτα Μητέρας καλουμένας. τοῦτον καὶ γεωμετρίαν ἐπὶ πέρας ἀγαγεῖν, Μοίριδος πρώτου εὑρόντος τὰς ἀρχὰς τῶν στοιχείων αὐτῆς, ὥς φησιν Ἀντικλείδης ἐν δευτέρῳ Περὶ Ἀλεξάνδρου.

事实上,据说他庄严肃穆至极,以致弟子们深信他是从极北之地前来的阿波罗。有传说当他露出大腿时,人们看见那是金质的;而且有许多人声称,当他渡河时,内索斯河向他出声致意。提迈俄斯在《历史》第十卷中说,毕达哥拉斯曾说与男人同居的女子拥有神明的称号,分别被称为少女、宁芙,之后被称为母亲。在莫伊里斯首先发现了这门学科基本原理之后,将几何学推向完备境界的也是他,正如安提克列得斯在《论亚历山大》第二卷中所言。

语法注5 条
  1. 8.1.7τὸ δὲ φερόμενον ὡς Πυθαγόρου

    中性单数分词 τὸ φερόμενον(流传之作)作主语,后接属格短语 ὡς Πυθαγόρου(作为毕达哥拉斯之作)。谓语为带表语属格的系动词结构 Λύσιδός ἐστι(属于吕西斯),表示归属。

  2. 8.1.8ὡς οὖν εἰς ταύτην οἱ μὲν ἀγωνιούμενοι... οὕτως ἐν τῷ βίῳ

    由 ὡς... οὕτως(正如……同样……)构成的相关比喻句式。在 ὡς 从句中,动词 ἔρχονται 带三个并列的主语分项(οἱ μὲν ἀγωνιούμενοι、οἱ δὲ κατʼ ἐμπορίαν、οἱ δέ γε βέλτιστοι... θεαταί),与主句中 οἱ μὲν ἀνδραποδώδεις(奴性之人)和 οἱ δὲ φιλόσοφοι(哲学家)的对比遥相对应。

  3. 8.1.9ἓν ἀνθʼ ἑνὸς βλάβην

    成语性短语 ἓν ἀνθʼ ἑνός(以一抵一、一次性地/彻底地)修饰宾格名词 βλάβην(祸害),作为双重宾格结构中修饰宾语 τὴν μέθην(醉酒)的宾语补足语成分。

  4. 8.1.10εἰς ὃ δοκιμασθεῖεν

    介词短语 εἰς ὅ 用作时间连词,意为“直到……为止”。在过去时态的叙述(间接引语背景)中,它引导的从句使用不定过去时祈愿语气 δοκιμασθεῖεν,表示直到受审查合格的预期状态。

  5. 8.1.11πολὺς ἦν ὁ φάσκων

    这是一种希腊语习惯句式,由表语形容词 πολὺς、系动词 ἦν 和带冠词分词 ὁ φάσκων 结合,意为“声称……的人极多”或“有很多人这样断言”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.7-8.1.11