← 第欧根尼·拉尔修

哲人言行录

§8.1.1-8.1.6

毕达哥拉斯的出身游历与灵魂转世

紧承伊奥尼亚学派,本节叙述了意大利学派创始人毕达哥拉斯的出身、游历与受洗、在克罗顿的政绩,以及灵魂转世的传说与其著述情况。

← 上一节下一节 →

Ἐπειδὴ δὲ τὴν Ἰωνικὴν φιλοσοφίαν τὴν ἀπὸ Θαλοῦ καὶ τοὺς ἐν ταύτῃ διαγενομένους ἄνδρας ἀξιολόγους διεληλύθαμεν, φέρε καὶ περὶ τῆς Ἰταλικῆς διαλάβωμεν, ἧς ἦρξε Πυθαγόρας Μνησάρχου δακτυλιογλύφου, ὥς φησιν Ἕρμιππος, Σάμιος ἤ, ὡς Ἀριστόξενος, Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς ἔσχον Ἀθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες. ἔνιοι δʼ υἱὸν μὲν εἶναι1 Μαρμάκου τοῦ Ἱππάσου τοῦ Εὐθύφρονος τοῦ Κλεωνύμου φυγάδος ἐκ Φλιοῦντος, οἰκεῖν δʼ ἐν Σάμῳ τὸν Μάρμακον, ὅθεν Σάμιον τὸν Πυθαγόραν λέγεσθαι·

既然我们已经论述了始于泰勒斯的伊奥尼亚哲学以及在其间显赫的著名人物,那么且让我们也来探讨意大利哲学吧。这派哲学的创立者是宝石雕刻师姆涅萨尔科斯之子毕达哥拉斯,正如赫尔米波斯所说,他是萨摩斯人;或者如阿里斯托克塞诺斯所说,他是第勒尼安人,来自雅典人驱逐第勒尼安人后所占领的岛屿之一。但有些人说他是弗利乌斯的流亡者克列奥纽摩斯之子欧梯弗隆之子希帕索斯之子马尔马科斯之子,而马尔马克斯定居在萨摩斯,因此毕达哥拉斯被称为萨摩斯人;

συστῆναι δʼ εἰς Λέσβον ἐλθόντα Φερεκύδῃ ὑπὸ Ζωίλου τοῦ θείου. καὶ τρία ποτήρια κατασκευασάμενος ἀργυρᾶ δῶρον ἀπήνεγκεν ἑκάστῳ τῶν ἱερέων εἰς Αἴγυπτον. ἔσχε δʼ ἀδελφούς, πρεσβύτερον μὲν Εὔνομον, μέσον δὲ Τυρρηνόν· καὶ δοῦλον Ζάμολξιν, ᾧ Γέται θύουσι, Κρόνον νομίζοντες, ὥς φησιν Ἡρόδοτος. οὗτος ἤκουσε μέν, καθὰ προείρηται, Φερεκύδου τοῦ Συρίου· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἧκεν εἰς Σάμον καὶ ἤκουσεν Ἑρμοδάμαντος τοῦ ἀπογόνου Κρεωφύλου, ἤδη πρεσβυτέρου. νέος δʼ ὢν καὶ φιλομαθὴς ἀπεδήμησε τῆς πατρίδος καὶ πάσας ἐμυήθη τάς θʼ Ἑλληνικὰς καὶ βαρβαρικὰς τελετάς.

又说他来到莱斯博斯岛,由叔父佐伊洛斯引见给费雷居德斯。他制作了三个银杯,作为礼物带给埃及的每一位祭司。他有几个兄弟,兄长为欧诺摩斯,二弟为第勒诺斯;还有一个奴隶扎莫尔克西斯,正如希罗多德所说,盖塔伊人向他献祭,认为他是克洛诺斯。正如前面所说,他曾师从叙罗斯的费雷居德斯;在他死后,他来到萨摩斯,师从克列奥费洛斯的后裔赫尔摩达马斯,当时后者已年事已高。他年轻好学,遂离家出游,受洗加入了希腊与蛮族的一切秘仪。

ἐγένετʼ οὖν ἐν Αἰγύπτῳ, ὁπηνίκα καὶ Πολυκράτης αὐτὸν Ἀμάσιδι συνέστησε διʼ ἐπιστολῆς· καὶ ἐξέμαθε τὴν φωνὴν αὐτῶν, καθά φησιν Ἀντιφῶν ἐν τῷ Περὶ τῶν ἐν ἀρετῇ πρωτευσάντων, καὶ παρὰ Χαλδαίοις ἐγένετο καὶ Μάγοις. εἶτʼ ἐν Κρήτῃ σὺν Ἐπιμενίδῃ κατῆλθεν εἰς τὸ Ἰδαῖον ἄντρον, ἀλλὰ καὶ ἐν Αἰγύπτῳ εἰς τὰ ἄδυτα· καὶ τὰ περὶ θεῶν ἐν ἀπορρήτοις ἔμαθεν. εἶτʼ ἐπανῆλθεν εἰς Σάμον, καὶ εὑρὼν τὴν πατρίδα τυραννουμένην ὑπὸ Πολυκράτους, ἀπῆρεν εἰς Κρότωνα τῆς Ἰταλίας· κἀκεῖ νόμους θεὶς τοῖς Ἰταλιώταις ἐδοξάσθη σὺν τοῖς μαθηταῖς, οἳ πρὸς τοὺς τριακοσίους ὄντες ᾠκονόμουν ἄριστα τὰ πολιτικά, ὥστε σχεδὸν ἀριστοκρατίαν εἶναι τὴν πολιτείαν.

于是他到了埃及,当时波利克拉特斯还写信将他推荐给阿玛西斯;正如安提丰在《论德行卓越者》中所述,他彻底掌握了他们的语言,还造访了迦勒底人和术士们。随后在克里特岛,他与埃庇米尼得斯一同下到伊达山的山洞,也在埃及下到底层密室;并在秘传中习得了有关诸神的教义。随后他回到萨摩斯,发现祖国正处于波利克拉特斯的僭主统治之下,便动身前往意大利的克罗顿;在那里,他为南意大利人制定了法律,与他的门徒一同受到极高尊崇,门徒约有三百人,极好地治理着城邦事务,以致这种政体几乎等同于贵族制。

Τοῦτόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς περὶ αὑτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ Ἑρμοῦ υἱὸς νομισθείη· τὸν δὲ Ἑρμῆν εἰπεῖν αὐτῷ2 ἑλέσθαι ὅ τι ἂν βούληται πλὴν ἀθανασίας. αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα μνήμην ἔχειν τῶν συμβαινόντων. ἐν μὲν οὖν τῇ ζωῇ πάντων διαμνημονεῦσαι· ἐπεὶ δὲ ἀποθάνοι, τηρῆσαι τὴν αὐτὴν μνήμην. χρόνῳ δʼ ὕστερον εἰς Εὔφορβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεω τρωθῆναι. ὁ δʼ Εὔφορβος ἔλεγεν ὡς Αἰθαλίδης ποτὲ γεγόνοι καὶ ὅτι παρʼ Ἑρμοῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς ψυχῆς περιπόλησιν, ὡς περιεπολήθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῷα παρεγένετο καὶ ὅσα ἡ ψυχὴ ἐν Ἅιδῃ ἔπαθε καὶ αἱ λοιπαὶ τίνα ὑπομένουσιν.

彭托斯的赫拉克利德斯说,毕达哥拉斯曾就自己讲过这样的话:他曾经转生为埃塔利得斯,并被视为赫尔墨斯之子;赫尔墨斯曾对他说,除了不死之外,他可以任选所愿之物。于是他请求在生时与死时都能保有对所发生事情的记忆。因此,他在活着时能够完全铭记一切;而在死后,他仍保持着同样的记忆。后来,他转入欧福耳博斯体内,并被墨涅拉俄斯击伤。而欧福耳博斯曾说,自己一度是埃塔利得斯,从赫尔墨斯那里得到了这一恩赐,并讲述了灵魂的流转,它如何周游,进入了多少植物和动物之中,灵魂在冥府遭遇了什么,以及其余灵魂承受着怎样的痛苦。

ἐπειδὴ δὲ Εὔφορβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς Ἑρμότιμον, ὃς καὶ αὐτὸς πίστιν θέλων δοῦναι εἶτʼ ἀνῆλθεν εἰς Βραγχίδας καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπέδειξεν ἣν Μενέλαος ἀνέθηκεν ἀσπίδα, (ἔφη γὰρ αὐτόν, ὅτʼ ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῷ Ἀπόλλωνι τὴν ἀσπίδα,) διασεσηπυῖαν ἤδη, μόνον δὲ διαμένον τὸ ἐλεφάντινον πρόσωπον3. ἐπειδὴ δʼ Ἑρμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἁλιέα· καὶ πάντα πάλιν μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἶτʼ Εὔφορβος, εἶτα Ἑρμότιμος, εἶτα Πύρρος γένοιτο. ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γενέσθαι Πυθαγόραν καὶ πάντων τῶν εἰρημένων μεμνῆσθαι.

当欧福耳博斯死后,他的灵魂转移到了赫尔摩提摩斯身上,后者为了提供证据,也前往布兰奇代,进入阿波罗神庙,指认了墨涅拉俄斯所奉献的盾牌(因为他说,墨涅拉俄斯在从特洛伊启航返航时将盾牌奉献给了阿波罗),当时盾牌已经腐朽,仅存象牙制成的牌面。当赫尔摩提摩斯死后,他转生为提洛岛的渔夫皮罗斯;他又再次记起了一切,记起自己从前如何成为埃塔利得斯,随后是欧福耳博斯,随后是赫尔摩提摩斯,随后是皮罗斯。当皮罗斯死后,他转生为毕达哥拉斯,并记住了前述的所有事情。

Ἔνιοι μὲν οὖν Πυθαγόραν μηδὲ ἓν καταλιπεῖν σύγγραμμά φασιν παίζοντες. Ἡράκλειτος γοῦν ὁ φυσικὸς μονονουχὶ κέκραγε καί φησι· Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην. οὕτω δʼ εἶπεν, ἐπειδήπερ ἐναρχόμενος ὁ Πυθαγόρας τοῦ Φυσικοῦ συγγράμματος λέγει ὧδε· οὐ μὰ τὸν ἀέρα, τὸν ἀναπνέω, οὐ μὰ τὸ ὕδωρ, τὸ πίνω, οὔ κοτʼ οἴσω ψόγον περὶ τοῦ λόγου τοῦδε. γέγραπται δὲ τῷ Πυθαγόρᾳ συγγράμματα τρία, Παιδευτικόν, Πολιτικόν, Φυσικόν·

因此有些人开玩笑说,毕达哥拉斯没有留下一部著作。然而,自然哲学家赫拉克利特几乎在大声疾呼道: “姆涅萨尔科斯之子毕达哥拉斯探究学问超过所有人,他挑选了这些著作,构筑起自己的智慧:一种博学,一种恶巧。” 他之所以这样说,是因为毕达哥拉斯在《自然论》开篇时这样说道: “不,凭我所呼吸的空气起誓,凭我所饮用的水起誓,我决不会因这个学说而招致指责。” 毕达哥拉斯写有三部著作:《教育论》、《政治论》、《自然论》;

语法注3 条
  1. 8.1.1ἔνιοι δʼ υἱὸν μὲν εἶναι

    间接引语中的“宾格加不定式”结构(Accusativus cum Infinitivo),其统辖动词(如 φασί)被省略,需根据上下文补充“有人说”。接下来的 8.1.2 中的不定式 συστῆναι 同样延续了这一转述用法。

  2. 8.1.4ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ Ἑρμοῦ υἱὸς νομισθείη· τὸν δὲ Ἑρμῆν εἰπεῖν αὐτῷ

    在间接引语中,从属句先采用转述希求式(εἴη γεγονώς, νομισθείη),随后在叙述主要情节时转换回不定式(εἰπεῖν)。这是多层嵌套间接引语中常见的句式交替。

  3. 8.1.5διασεσηπυῖαν ἤδη, μόνον δὲ διαμένον τὸ ἐλεφάντινον πρόσωπον

    διασεσηπυῖαν为宾格完成时分词,与关系代词 ἣν 及其先行词 ἀσπίδα 一致,作表语性修饰(“那面已然腐朽的盾牌”)。随后的 διαμένον τὸ ἐλεφάντινον πρόσωπον 可视为宾格绝对结构或同位分词短语,表示伴随状况(“仅留存象牙牌面”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.1-8.1.6