← 第欧根尼·拉尔修

哲人言行录

§8.1.12-8.1.17

几何学发现与饮食论辩及象征性戒律

本节记述了毕达哥拉斯在几何学(毕达哥拉斯定理)与单弦琴上的成就、关于其倡导肉食的辨伪、灵魂转世与天文学等先驱贡献,以及菲洛劳斯公开著作与学派著名的象征性密语戒律。

← 上一节下一节 →

μάλιστα δὲ σχολάσαι τὸν Πυθαγόραν περὶ τὸ ἀριθμητικὸν εἶδος αὐτῆς· τόν τε κανόνα τὸν ἐκ μιᾶς χορδῆς εὑρεῖν. οὐκ ἠμέλησε δʼ οὐδʼ ἰατρικῆς. φησὶ δʼ Ἀπολλόδωρος ὁ λογιστικὸς ἑκατόμβην θῦσαι αὐτόν, εὑρόντα ὅτι τοῦ ὀρθογωνίου τριγώνου ἡ ὑποτείνουσα πλευρὰ ἴσον δύναται ταῖς περιεχούσαις1. καὶ ἔστιν ἐπίγραμμα οὕτως ἔχον· "ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα, κεῖνʼ ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην." Λέγεται δὲ καὶ πρῶτος κρέασιν ἀσκῆσαι ἀθλητάς, καὶ πρῶτόν γʼ Εὐρυμένην, καθά φησι Φαβωρῖνος ἐν τρίτῳ τῶν Ἀπομνημονευμάτων, τῶν πρότερον ἰσχάσι ξηραῖς καὶ τυροῖς ὑγροῖς, ἀλλὰ καὶ πυροῖς σωμασκούντων αὐτούς, καθάπερ ὁ αὐτὸς Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας φησίν.

毕达哥拉斯尤为倾心于几何学中的算术部分;他还发明了单弦琴定音尺。他亦未忽视医学。计算家阿波罗多洛斯说,当他发现直角三角形的斜边所作的正方形等于包含直角两边所作正方形之和时,曾献祭了一百头牛。有题铭这样写道: “当毕达哥拉斯发现了那著名的图形, 为此他举行了显赫的牛牲献祭。” 据说他还是第一个以肉食训练运动员的人,首先训练的是欧律墨内斯,正如法沃里努斯在《回忆录》第三卷中所述,而此前人们是用干无花果、嫩奶酪甚至小麦来锻炼他们的身体,同一位法沃里努斯在《杂史》第八卷中也这样说。

οἱ δὲ Πυθαγόραν ἀλείπτην τινὰ τοῦτον σιτίσαι τὸν τρόπον, μὴ τοῦτον. τοῦτον γὰρ καὶ τὸ φονεύειν ἀπαγορεύειν, μὴ ὅτι γεύεσθαι2 τῶν ζῴων κοινὸν δίκαιον ἡμῖν ἐχόντων ψυχῆς. καὶ τόδε μὲν ἦν τὸ πρόσχημα· τὸ δʼ ἀληθὲς τῶν ἐμψύχων ἀπηγόρευεν ἅπτεσθαι συνασκῶν καὶ συνεθίζων εἰς εὐκολίαν βίου τοὺς ἀνθρώπους, ὥστε εὐπορίστους αὐτοῖς εἶναι τὰς τροφάς, ἄπυρα προσφερομένοις καὶ λιτὸν ὕδωρ πίνουσιν· ἐντεῦθεν γὰρ καὶ σώματος ὑγίειαν καὶ ψυχῆς ὀξύτητα περιγίνεσθαι. ἀμέλει καὶ βωμὸν προσκυνῆσαι μόνον ἐν Δήλῳ τὸν Ἀπόλλωνος τοῦ γενέτορος, ὅς ἐστιν ὄπισθεν τοῦ Κερατίνου, διὰ τὸ πυροὺς καὶ κριθὰς καὶ πόπανα μόνα τίθεσθαι ἐπʼ αὐτοῦ ἄνευ πυρός, ἱερεῖον δὲ μηδέν, ὥς φησιν Ἀριστοτέλης ἐν Δηλίων πολιτείᾳ.

但另有人说,以此种方式供给饮食的是某个叫毕达哥拉斯的体育教练,而非这位哲学家。因为这位哲学家甚至禁止杀害动物,更不用说品尝它们了,既然它们与我们享有灵魂的共同权利。而这只是表面的借口;真实的原因是他禁止接触有生命之物,借以训练和使人们习惯于生活的简朴,以便他们的食物易于获取,只吃未经火烹之物,喝清淡之水;因为由此可以获得身体的健康与心灵的敏锐。事实上,正如亚里士多德在《提洛人政制》中所说,他在提洛岛上只向位于角之祭坛背后的父祖阿波罗的祭坛行拜,因为唯有小麦、大麦和圆饼不用火供奉于其上,而绝无牲祭之物。

Πρῶτόν τέ φασι τοῦτον ἀποφῆναι τὴν ψυχὴν κύκλον ἀνάγκης ἀμείβουσαν ἄλλοτʼ ἄλλοις ἐνδεῖσθαι ζῴοις· καὶ πρῶτον εἰς τοὺς Ἕλληνας μέτρα καὶ σταθμὰ εἰσηγήσασθαι, καθά φησιν Ἀριστόξενος ὁ μουσικός· πρῶτόν τε Ἕσπερον καὶ Φωσφόρον τὸν αὐτὸν εἰπεῖν, ὥς φησι Παρμενίδης. οὕτω δʼ ἐθαυμάσθη ὥστʼ ἔλεγον τοὺς γνωρίμους αὐτοῦ μάντιας θεῶ φωνᾶς, ἀλλὰ καὶ αὐτὸς ἐν τῇ γραφῇ φησι διʼ ἑπτὰ καὶ διηκοσίων ἐτέων ἐξ ἀΐδεω παραγεγενῆσθαι ἐς ἀνθρώπους. τοιγὰρ καὶ προσεκαρτέρουν αὐτῷ καὶ τῶν λόγων ἕνεκα προσῄεσαν καὶ Λευκανοὶ καὶ Πευκέτιοι Μεσσάπιοί τε καὶ Ῥωμαῖοι.

人们还说,他是第一个宣称灵魂循着必然的循环而在不同时刻系缚于不同动物之中的人;正如音乐家阿里斯托克塞诺斯所说,他是第一个向希腊人引入度量衡的人;又如巴门尼德所说,他是第一个指出长庚星与启明星乃同一颗星的人。他是如此受到钦崇,以至于人们称他的亲近弟子为神之声的预言者;而且他自己在著作中也声称,经过了二百零七年之后,他才从冥府重新来到人间。因此人们紧紧依附于他,为了听从他的言论,琉卡尼亚人、佩乌凯提亚人、梅萨皮亚人乃至罗马人都纷纷前去拜访他。

Μέχρι δὲ Φιλολάου οὐκ ἦν τι γνῶναι Πυθαγόρειον δόγμα· οὗτος δὲ μόνος ἐξήνεγκε τὰ διαβόητα τρία βιβλία, ἃ Πλάτων ἐπέστειλεν ἑκατὸν μνῶν ὠνηθῆναι. τῶν θʼ ἑξακοσίων οὐκ ἐλάττους ἐπὶ τὴν νυκτερινὴν ἀκρόασιν ἀπήντων αὐτοῦ· καὶ εἴ τινες ἀξιωθεῖεν αὐτὸν θεάσασθαι, ἔγραφον πρὸς τοὺς οἰκείους ὡς μεγάλου τινὸς τετυχηκότες. Μεταποντῖνοί γε μὴν τὴν μὲν οἰκίαν αὐτοῦ Δήμητρος ἱερὸν ἐκάλουν, τὸν στενωπὸν δὲ μουσεῖον, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπαῖς ἱστορίαις· ἔλεγόν τε καὶ οἱ ἄλλοι Πυθαγόρειοι μὴ εἶναι πρὸς πάντας πάντα ῥητά, ὥς φησιν Ἀριστόξενος ἐν δεκάτῃ Παιδευτικῶν νόμων·

在菲洛劳斯之前,人们不可能知晓任何毕达哥拉斯学派的学说;唯独此人公布了那著名的三卷书,柏拉图曾致信指明以一百明那的价格买下它们。参加他的夜间讲课者不少于六百人;若是有人蒙恩得以亲见他,便写信给亲人,自视如获至宝。法沃里努斯在《杂史》中说,梅塔庞提翁人甚至把他的房屋称为德墨忒尔神庙,把那条窄巷称为缪斯圣域;阿里斯托克塞诺斯在《教化法则》第十卷中也说,其他毕达哥拉斯派的人亦称并非所有事情都可对所有人言说。

ἔνθα καὶ Ξενόφιλον τὸν Πυθαγορικόν, ἐρωτηθέντα πῶς ἂν μάλιστα τὸν υἱὸν παιδεύσειεν, εἰπεῖν, εἰ πόλεως εὐνομουμένης γενηθείη3. ἄλλους τε πολλοὺς κατὰ τὴν Ἰταλίαν ἀπεργάσασθαι καλούς τε κἀγαθοὺς ἄνδρας, ἀτὰρ καὶ Ζάλευκον καὶ Χαρώνδαν τοὺς νομοθέτας· ἱκανός τε γὰρ ἦν φιλίας ἐργάτης τά τʼ ἄλλα καὶ εἴ τινα πύθοιτο τῶν συμβόλων αὐτοῦ κεκοινωνηκότα, εὐθύς τε προσηταιρίζετο καὶ φίλον κατεσκεύαζεν.

据说在那里,当毕达哥拉斯派的克塞诺菲洛斯被问及如何才能最好地教育儿子时,他回答说:“如果他能成为一个法度健全的城邦的公民。”毕达哥拉斯在意大利各地造就了许多其他优秀的人才,甚至包括立法者扎琉库斯和卡隆达斯;因为他长于建立友谊,特别是若得知某人知晓并分有他的密语象征,便会立刻引以为同伴,结为好友。

Ἦν δʼ αὐτῷ τὰ σύμβολα τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ζυγὸν μὴ ὑπερβαίνειν, ἐπὶ χοίνικος μὴ καθίζειν, καρδίην μὴ ἐσθίειν, φορτίον μὴ συγκαθαιρεῖν, συνεπιτιθέναι δέ, τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν, ἐν δακτυλίῳ εἰκόνα θεοῦ μὴ περιφέρειν, χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ, δᾳδίῳ θᾶκον μὴ ὀμόργνυσθαι, πρὸς ἥλιον τετραμμένον μὴ ὀμίχειν, τὰς λεωφόρους μὴ βαδίζειν, μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν, ὁμωροφίους χελιδόνας μὴ ἔχειν, γαμψώνυχα μὴ τρέφειν, ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι, ὀξεῖαν μάχαιραν ἀποστρέφειν, ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις ἀνεπιστρεπτεῖν4.

他的密语戒律如下:切勿用小刀拨火。切勿跨过天平。切勿坐在升斗之上。切勿吃心脏。不要帮人卸下重负,而要帮人加负。寝具务必常卷存。切勿在戒指上佩戴神像。在灰烬中抹平锅底的痕迹。切勿用火把擦拭座椅。切勿面向太阳小便。切勿走大道。切勿轻率与人握手。切勿让燕子同居屋檐下。切勿饲养钩爪之鸟。切勿在剪下的指甲和修剪的头发上撒尿或践踏。将锐利的小刀避开。远离家乡出行时,切勿在国界上回头。

语法注4 条
  1. 8.1.12ἴσον δύναται ταῖς περιεχούσαις

    希腊几何学中的专业术语表达。动词 δύναμαι 后接与格 ταῖς περιεχούσαις(省略了 πλευραῖς),意为“具有与……相等之正方形面积”。整句即表述毕达哥拉斯定理(勾股定理):斜边所作正方形面积等于直角两边所作正方形面积之和。

  2. 8.1.13μὴ ὅτι γεύεσθαι

    成语性短语 μὴ ὅτι 表示“且不说……”、“更不用说……”。修饰紧随其前的 τὸ φονεύειν ἀπαγορεύειν(禁止杀害),构成递进否定:“不仅禁止品尝它们,甚至禁止杀害它们”。

  3. 8.1.16εἰ πόλεως εὐνομουμένης γενηθείη

    间接引语中省略结果主句的条件句。在 εἰπεῖν 之后,针对先前的疑问(πῶς ἂν μάλιστα τὸν υἱὸν παιδεύσειεν“如何才能最好地教育其子”)省略了结果分句[ἂν μάλιστα παιδεύσειε]。与 γενηθείη 连用的属格 πόλεως εὐνομουμένης 是表示从属的表语属格,意为“成为秩序良好的城邦之一员”。

  4. 8.1.17ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις ἀνεπιστρεπτεῖν

    宾格分词 ἀποδημοῦντα 作不定式 ἀνεπιστρεπτεῖν 的逻辑主语。动词 ἀνεπιστρεπτέω(不回头前行)派生自形容词 ἀνεπίστρεπτος,介词短语 ἐπὶ τοῖς ὅροις 表示地点(“在边界上”)。整句是不定式作命令戒律:“远行离乡时,切勿在边界处回头”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.12-8.1.17