← 第欧根尼·拉尔修

哲人言行录

§8.1.40-8.1.44

关于毕达哥拉斯死亡的异说及其家人逸事

记述了关于毕达哥拉斯绝食或战死等不同去世传闻,以及利用地下密室行骗的故事;随后记载了其妻塞阿诺、其女达摩和其子特劳戈斯等家人的言行,最后记录了他的享年及讽刺短诗。

← 上一节下一节 →

Φησὶ δὲ Δικαίαρχος τὸν Πυθαγόραν ἀποθανεῖν καταφυγόντα εἰς τὸ ἐν Μεταποντίῳ ἱερὸν τῶν Μουσῶν, τετταράκοντʼ ἡμέρας ἀσιτήσαντα. Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου βίων ἐπιτομῇ μετὰ τὸ θάψαι Φερεκύδην ἐν Δήλῳ ἐπανελθεῖν εἰς Ἰταλίαν καὶ * * πανδαισίαν εὑρόντα Κύλωνος τοῦ Κροτωνιάτου εἰς Μεταπόντιον ὑπεξελθεῖν κἀκεῖ τὸν βίον καταστρέψαι ἀσιτίᾳ, μὴ βουλόμενον περαιτέρω ζῆν. Ἕρμιππος δέ φησι, πολεμούντων Ἀκραγαντίνων καὶ Συρακοσίων, ἐξελθεῖν τὸν Πυθαγόραν μετὰ τῶν συνήθων καὶ προστῆναι τῶν Ἀκραγαντίνων· τροπῆς δὲ γενομένης περικάμπτοντα αὐτὸν τὴν τῶν κυάμων χώραν ὑπὸ τῶν Συρακοσίων ἀναιρεθῆναι· τούς τε λοιπούς, ὄντας πρὸς τοὺς πέντε καὶ τριάκοντα, ἐν Τάραντι κατακαυθῆναι, θέλοντας ἀντιπολιτεύεσθαι τοῖς προεστῶσι.

狄开阿耳库斯说,毕达哥拉斯逃入梅塔庞托的缪斯神庙避难,禁食四十天后死去。而赫拉克利德斯在《萨提洛斯传记节本》中说,他在提洛岛埋葬了费雷居得斯之后返回意大利,因遇克罗托内的库隆大摆宴席,便退避至梅塔庞托,在那里因不愿再活下去而绝食了结了生命。赫耳弥波斯则说,在阿克拉加斯人与叙拉古人交战时,毕达哥拉斯与同道们一同出阵,领率阿克拉加斯人;但当溃败发生时,他因绕过蚕豆田而被叙拉古人杀害;其余的人约三十五人,因企图对抗当政者参与政事,在塔兰托被烧死。

Καὶ ἄλλο τι περὶ Πυθαγόρου φησὶν ὁ Ἕρμιππος. [λέγει γὰρ] ὡς γενόμενος ἐν Ἰταλίᾳ κατὰ γῆς οἰκίσκον ποιήσαι καὶ τῇ μητρὶ ἐντείλαιτο1 τὰ γινόμενα εἰς δέλτον γράφειν σημειουμένην καὶ τὸν χρόνον, ἔπειτα καθιέναι αὐτῷ ἔστʼ ἂν ἀνέλθῃ. τοῦτο ποιῆσαι τὴν μητέρα. τὸν δὲ Πυθαγόραν μετὰ χρόνον ἀνελθεῖν ἰσχνὸν καὶ κατεσκελετευμένον· εἰσελθόντα τʼ εἰς τὴν ἐκκλησίαν φάσκειν ὡς ἀφῖκται ἐξ ᾅδου· καὶ δὴ καὶ ἀνεγίνωσκεν αὐτοῖς τὰ συμβεβηκότα. οἱ δὲ σαινόμενοι τοῖς λεγομένοις ἐδάκρυόν τε καὶ ᾤμωζον καὶ ἐπίστευον εἶναι τὸν Πυθαγόραν θεῖόν τινα, ὥστε καὶ τὰς γυναῖκας αὐτῷ παραδοῦναι, ὡς καὶ μαθησομένας τι τῶν αὐτοῦ· ἃς καὶ Πυθαγορικὰς κληθῆναι. καὶ ταῦτα μὲν ὁ Ἕρμιππος.

赫耳弥波斯关于毕达哥拉斯还讲了另一件事。他说毕达哥拉斯来到意大利后,在地下建造了一间小屋,并吩咐他的母亲把发生的事情记在蜡板上,注明时间,然后给他送下去,直到他重新上去。母亲照做了。过了一段时间,毕达哥拉斯上来了,形销骨立,形同骷髅;他走进公民大会,宣称自己刚从哈得斯处归来;并且他确实向他们朗读了所发生的事情。人们因所说的话深受触动,又哭又号,相信毕达哥拉斯是某种神圣的存在,以致甚至把妻子托付给他,以便向他学习他的学说;这些妇女也被称为“毕达哥拉斯派女人”。赫耳弥波斯的记载就是这些。

Ἦν δὲ τῷ Πυθαγόρᾳ καὶ γυνή, Θεανὼ ὄνομα, Βροντίνου τοῦ Κροτωνιάτου θυγάτηρ· οἱ δέ, γυναῖκα μὲν εἶναι Βροντίνου, μαθήτριαν δὲ Πυθαγόρου. ἦν αὐτῷ καὶ θυγάτηρ Δαμώ, ὥς φησι Λῦσις ἐν ἐπιστολῇ τῇ πρὸς Ἵππασον, περὶ Πυθαγόρου λέγων οὕτως· λέγοντι δὲ πολλοὶ τὺ καὶ δαμοσίᾳ φιλοσοφέν2, ὅπερ ἀπαξίωσε Πυθαγόρας, ὅς γέ τοι Δαμοῖ τᾷ ἑαυτοῦ θυγατρὶ παρακαταθέμενος τὰ ὑπομνάματα ἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τᾶς οἰκίας παραδιδόμεν. ἁ δὲ δυναμένα πολλῶν χραμάτων ἀποδίδοσθαι τὼς λόγως οὐκ ἐβουλάθη· πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκάψιας ἐνόμιζε χρυσῶ τιμιωτέρας ἦμεν, καὶ ταῦτα γυνά3.

毕达哥拉斯还有一位妻子,名叫塞阿诺,是克罗托内人布隆提诺斯的女儿;但也有人说她是布隆提诺斯的妻子,毕达哥拉斯的女弟子。他还有一个女儿名叫达摩,正如吕西斯在致希帕索斯的信中所说,他在谈到毕达哥拉斯时这样写道: “许多人说你也公开发表哲学言论,这是毕达哥拉斯所鄙弃的;他曾把自己的备忘录托付给自己的女儿达摩,并严令她不得转交给家庭以外的任何人。她虽然本可用这些著述换取巨额钱财,却不愿这样做;她认为贫穷和父亲的嘱托比黄金更为珍贵,而且她是在身为女人的情况下如此做的。”

Ἦν καὶ Τηλαύγης υἱὸς αὐτοῖς, ὃς καὶ διεδέξατο τὸν πατέρα καὶ κατά τινας Ἐμπεδοκλέους καθηγήσατο· Ἱππόβοτός γέ τοί φησι λέγειν Ἐμπεδοκλέα, "Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεώ τε." σύγγραμμα δὲ [φέρεται] τοῦ Τηλαύγους οὐδέν, τῆς δὲ μητρὸς αὐτοῦ Θεανοῦς τινα. ἀλλὰ καί φασιν αὐτὴν ἐρωτηθεῖσαν ποσταία γυνὴ ἀπʼ ἀνδρὸς καθαρεύει, φάναι, ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. τῇ δὲ πρὸς τὸν ἴδιον ἄνδρα μελλούσῃ πορεύεσθαι παρῄνει ἅμα τοῖς ἐνδύμασι καὶ τὴν αἰσχύνην ἀποτίθεσθαι, ἀνισταμένην τε πάλιν ἅμʼ αὐτοῖσιν ἀναλαμβάνειν. ἐρωτηθεῖσα, ποῖα; ἔφη, ταῦτα διʼ ἃ γυνὴ κέκλημαι4.

他们还有一个儿子特劳戈斯,他继承了父亲的事业,据某些人说曾是恩培多克勒的老师;希波波托斯至少说恩培多克勒曾这样说: “特劳戈斯,塞阿诺与毕达哥拉斯的著名儿子。” 特劳戈斯没有著作流传下来,但他母亲塞阿诺的著作则留存了一些。人们说,当有人问她“女人与男人行房后过几天才能洁净”时,她说: “若与自己的丈夫,即刻洁净;若与别人的丈夫,则永不洁净。” 她还劝告将要去与自己丈夫同房的女人,脱下衣裳时也一同卸下羞耻,当再次起身时,便连同衣裳一起重新穿戴上。有人问她: “卸下什么?” 她说: “那些使我被称为女人的东西。”

Ὁ δʼ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν5· ὡς δʼ οἱ πλείους, ἔτη βιοὺς ἐνενήκοντα. καὶ ἡμῶν ἐστιν εἰς αὐτὸν πεπαιγμένα οὕτως ἔχοντα· "οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρα; ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν." ἄλλο· "ἦν ἄρα Πυθαγόρης τοῖος σοφός, ὥστε μὲν αὐτὸς μὴ ψαύειν κρειῶν καὶ λέγεν ὡς ἄδικον, σιτίζειν δʼ ἄλλους. ἄγαμαι σοφόν· αὐτὸς ἔφα μὲν οὐκ ἀδικεῖν, ἄλλους δʼ αὐτὸς ἔτευχʼ ἀδικεῖν."

总之,正如萨拉皮翁之子赫拉克利德斯所说,毕达哥拉斯依据他自己对人生阶段的划分,享年八十岁去世;但大多数人说他活了九十岁。我们自己也作过题赠给他的诙谐打油诗,内容如下: “不唯独你对活物退避三舍,我们也一样; 毕达哥拉斯啊,究竟谁曾碰触过活物? 但只要被煮熟、烤透、撒上盐, 就在那时,我们就吃这毫无灵魂之物了。” 另一首: “毕达哥拉斯果真是如此明智,以至于他自己 绝不沾肉,并称之为不义, 却用来喂养他人。我钦佩这位智者:他自称 不做不义之事,却亲手让别人陷于不义。”

语法注5 条
  1. 8.1.41ὡς γενόμενος ἐν Ἰταλίᾳ κατὰ γῆς οἰκίσκον ποιήσαι καὶ τῇ μητρὶ ἐντείλαιτο

    引导间接引语的 ὡς 接斜述祈愿语气过去时(ποιήσαι, ἐντείλαιτο)。紧接着构文顺畅地转入了带不定式的宾格句式(A.c.I.),见于 ἔπειτα καθιέναι ...、τοῦτο ποιῆσαι τὴν μητέρα 以及 τὸν δὲ Πυθαγόραν ... ἀνελθεῖν。

  2. 8.1.42λέγοντι δὲ πολλοὶ τὺ καὶ δαμοσίᾳ φιλοσοφέν

    引用的吕西斯书简采用多利斯方言:λέγοντι 相当于第三人称复数现在时(雅典方言的 λέγουσι),τὺ 为第二人称单数宾格(σέ),δαμοσίᾳ 相当于 δημοσίᾳ,φιλοσοφέν 为现在时不定式(φιλοσοφεῖν)。

  3. 8.1.42καὶ ταῦτα γυνά

    习惯表达 καὶ ταῦτα(“而且”、“尤其是处于……情况”)后接多利斯方言主格名词 γυνά(=γυνή),构成具有让步意味的补充短语:“而且她还是个女人”。

  4. 8.1.43ταῦτα διʼ ἃ γυνὴ κέκλημαι

    这是对前文提问“卸下什么?”(ποῖα;)的回答。紧承前文塞阿诺关于将“羞耻”(αἰσχύνη)随衣物一同卸下的劝告,ταῦτα 指的是定义她作为女人的羞耻心与贞洁美德。

  5. 8.1.44κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν

    介词 κατά 在此表示“依照/根据”。它指毕达哥拉斯自己将人生划分为四个二十年阶段(童年、青年、成年、老年)的理论,恰好对应前面提到的享年八十岁。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.40-8.1.44