- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.34-8.1.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
本节列举了毕达哥拉斯派关于饮食与日常生活的诸多禁忌及自然观,随后引证诸诗人对其庄严威仪、灵魂转生学说及门徒所作的讽刺诗句。最后记述了毕达哥拉斯及其同道因聚会遇纵火、并在蚕豆田前被追及而遇害的经过。
φησὶ δʼ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν Πυθαγορείων παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυάμων ἤτοι ὅτι αἰδοίοις εἰσὶν ὅμοιοι ἢ ὅτι ᾍδου πύλαις. * * ἀγόνατον γὰρ μόνον· ἢ ὅτι φθείρει ἢ ὅτι τῇ τοῦ ὅλου φύσει ὅμοιον ἢ ὅτι ὀλιγαρχικόν· κληροῦνται γοῦν αὐτοῖς. τὰ δὲ πεσόντα μὴ ἀναιρεῖσθαι, ὑπὲρ τοῦ ἐθίζεσθαι μὴ ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· καὶ Ἀριστοφάνης δὲ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, λέγων ἐν τοῖς Ἥρωσι, "μηδὲ γεύεσθʼ ἅττʼ ἂν ἐντὸς τῆς τραπέζης καταπέσῃ·" Ἀλεκτρυόνος μὴ ἅπτεσθαι λευκοῦ, ὅτι ἱερὸς τοῦ Μηνὸς καὶ ἱκέτης· τὸ δʼ ἦν τῶν ἀγαθῶν1· τῷ τε Μηνὶ ἱερός· σημαίνει γὰρ τὰς ὥρας. καὶ τὸ μὲν λευκὸν τῆς τἀγαθοῦ φύσεως, τὸ δὲ μέλαν τοῦ κακοῦ. τῶν ἰχθύων μὴ ἅπτεσθαι, ὅσοι ἱεροί· μὴ γὰρ δεῖν τὰ αὐτὰ τετάχθαι θεοῖς καὶ ἀνθρώποις, ὥσπερ οὐδʼ ἐλευθέροις καὶ δούλοις. ἄρτον μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ πάλαι τῶν φίλων ἐφοίτων,
亚里士多德在《论毕达哥拉斯派》中说,他吩咐要禁食蚕豆,或是因为蚕豆类似于生殖器,或是因为类似于哈得斯的门(……因为唯独它没有关节);或是因为它具有败坏性,或是因为它类似于宇宙的本性,或是因为属于寡头政体,无论如何,抽签是用蚕豆进行的。他又吩咐不可拾起掉落的东西,以使人习惯于不放纵地饮食,或是因为这关乎某人的死亡;而且阿里斯托芬也说掉落之物属于英雄,在《英雄们》中说道: “凡掉在桌子内侧的,切莫品尝。” 不可触碰白公鸡,因为它是献给月神的圣物且是祈求者(这属于善的一类);它对月神亦是神圣的,因为它宣告时刻。白色属于善的本性,黑色属于恶的本性。不可触碰神圣的鱼;因为神与人之间不当指定相同之物,正如自由人与奴隶之间亦非如此。不可掰开面包,因为古时朋友们常聚在一块面包周围,
καθάπερ ἔτι καὶ νῦν οἱ βάρβαροι· μηδὲ διαιρεῖν, ὃς συνάγει αὐτούς· οἱ δέ, πρὸς τὴν ἐν ᾅδου κρίσιν· οἱ δʼ εἰς πόλεμον δειλίαν ποιεῖν· οἱ δέ, ἐπεὶ ἀπὸ τούτου ἄρχεται τὸ ὅλον. Καὶ τῶν σχημάτων τὸ κάλλιστον σφαῖραν εἶναι τῶν στερεῶν, τῶν δʼ ἐπιπέδων κύκλον. γῆρας καὶ πᾶν τὸ μειούμενον ὅμοιον· καὶ αὔξην καὶ νεότητα ταὐτόν. ὑγίειαν τὴν τοῦ εἴδους διαμονήν, νόσον τὴν τούτου φθοράν. περὶ τῶν ἁλῶν, ὅτι δεῖ παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι ἂν παραλάβωσι καὶ γεγόνασιν ἐκ τῶν καθαρωτάτων ἡλίου καὶ θαλάσσης.
正如至今异族人仍是如此;亦不可将凝聚他们之物撕裂开。有些人说这是为了在哈得斯处的审判;有些人说这会在战争中产生怯懦;有些人则说因为宇宙由此发端。 在立体图形中最美的是球体,在平面图形中最美的是圆形。老年与一切递减之物相似;增长与青年则是同一的。健康是形式的持续,疾病是形式的败坏。关于盐,应当陈设以作为正义的纪念;因为盐保存它所接纳的一切,并且它是由最纯净的太阳与海洋所生成的。
Καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης. Τὴν δὲ σεμνοπρέπειαν τοῦ Πυθαγόρου καὶ Τίμων ἐν τοῖς Σίλλοις δάκνων αὐτὸν ὅμως οὐ παρέλιπεν, εἰπὼν οὕτω· "Πυθαγόρην τε γόητας ἀποκλίναντʼ ἐπὶ δόξας θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστήν." περὶ δὲ τοῦ ἄλλοτʼ ἄλλον αὐτὸν γεγενῆσθαι Ξενοφάνης ἐν ἐλεγείᾳ προσμαρτυρεῖ, ἧς ἀρχή, "νῦν αὖτʼ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον." ὃ δὲ περὶ αὐτοῦ φησιν, οὕτως ἔχει· "καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος· παῦσαι μηδὲ ῥάπιζʼ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀΐων2. "
亚历山大说这些是他从《毕达哥拉斯派备忘录》中发现的,接下来的事情则是亚里士多德所记载的。 至于毕达哥拉斯的威严庄重,蒂蒙在《讽刺诗》中虽讽刺他,却也并未忽略,这样写道: “毕达哥拉斯倾心于蛊惑之论, 猎取世人,成为崇高辞令的交谈者。” 关于他在不同时期化身为不同的人,色诺芬尼在一部挽歌诗中作证,该诗开篇为: “如今我将转向另一条论述,指明路径。” 其中关于他的论述如下: “据说有一回,当一只幼犬挨打时,他打一旁走过, 心生怜悯,说了这番话: ‘住手,别再打了,因为这确实是一位朋友的 灵魂,我听到它的叫声便认了出来。’”
Καὶ ταῦτα μὲν ὁ Ξενοφάνης. ἔσκωψε δʼ αὐτὸν Κρατῖνος μὲν ἐν Πυθαγοριζούσῃ· ἀλλὰ καὶ ἐν Ταραντίνοις φησὶν οὕτως· "ἔθος ἐστὶν αὐτοῖς, ἄν τινʼ ἰδιώτην ποθὲν λάβωσιν εἰσελθόντα, διαπειρώμενον3 τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν, τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς." Μνησίμαχος δʼ Ἀλκμαίωνι· "ὡς Πυθαγοριστὶ θύομεν τῷ Λοξίᾳ, ἔμψυχον οὐδὲν ἐσθίοντες παντελῶς."
这些是色诺芬尼的话。克拉提诺斯在《信奉毕达哥拉斯派的女子》中嘲弄了他;但在《塔兰托人》中也这样说: “这是他们的习俗:若从何处抓住了一个进来的外行, 当他试探其言论的力量时,便用对句、界限、均衡句、 偏离主题之论以及庞大的概念,卖弄机巧地使他困惑和骚乱。” 谟涅西马科斯在《阿尔克迈翁》中说: “正如我们以毕达哥拉斯派的方式向洛克西亚斯献祭, 绝不食用任何有生命之物。”
Ἀριστοφῶν Πυθαγοριστῇ· "ἔφη καταβὰς ἐς τὴν δίαιταν τῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη διʼ εὐσέβειαν. β. δυσχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών." ἔτι ἐν τῷ αὐτῷ· "ἐσθίουσί τε λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τʼ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν ἑτέρων 〈νεκρῶν〉."
阿里斯托丰在《毕达哥拉斯派门徒》中说: “他说下到阴间之人的居所, 见到了每个人,而毕达哥拉斯派门徒与其余亡灵 大不相同;因为他说,仅与这些人, 普鲁托因其虔敬而一同进餐。——乙:你说的真是一位挑剔的神, 如果他乐于与污垢满身之人相伴的话。” 又在同一剧目中: “他们吃着 蔬菜,就着蔬菜喝水; 但虱子、破旧的斗篷和不洗澡, 其他死者中绝无一人能够忍受。”
Ἐτελεύτα δʼ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον. συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μίλωνος οἰκίᾳ [τούτου], ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη· τινὲς δʼ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους. τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα· καὶ πρός τινι χωρίῳ γενόμενος πλήρει κυάμων, ἵνα [αὐτόθι] ἔστη, εἰπὼν4 ἁλῶναι ἂν μᾶλλον ἢ πατῆσαι [ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι]· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς τετταράκοντα· διαφυγεῖν δʼ ὀλίγους, ὧν ἦν καὶ Ἄρχιππος ὁ Ταραντῖνος καὶ Λῦσις ὁ προειρημένος.
毕达哥拉斯是以如下方式去世的。当他与同道们在米隆家中聚会时,因某位未被准许加入之人出于嫉妒,发生了房屋被纵火之事;亦有人说是克罗托内人自己所为,以防范僭主统治的企图。毕达哥拉斯在逃奔中被追赶上;来到一处长满蚕豆的田地,他停留在那里,说宁可被俘也不践踏蚕豆;于是他就这样被追赶者割断了喉咙。他的大部分同道也以这种方式丧生,大约有四十人;逃脱者极少,其中包括塔兰托的阿尔基波斯和前述的吕西斯。
- 8.1.34τὸ δʼ ἦν τῶν ἀγαθῶν
属格 τῶν ἀγαθῶν 是表示从属或范畴的表语属格(“属于善的事物”)。它作为补充说明,解释白公鸡为何神圣,将其与“善的本性”相联系。
- 8.1.36τὴν ἔγνων φθεγξαμένης ἀΐων
分词 φθεγξαμένης 为阴性单数属格,在意义上修饰前一行的阴性名词 ψυχή(灵魂),由感官动词 ἀΐων(听闻)支配属格(“听见它发声”)。代词 τὴν 则是 ἔγνων 的直接宾语(宾格),整体结构为“听见其发声而认出了它”。
- 8.1.37διαπειρώμενον
宾格现在分词 διαπειρώμενον 修饰条件从句 ἄν τινʼ ἰδιώτην ... λάβωσιν εἰσελθόντα 中的直接宾语 ἰδιώτην(“若抓住了一个进来的外行”),表伴随状况(“当他试图试探其言论力量时”)。不定式 ταράττειν καὶ κυκᾶν(扰乱与搅动)的宾语亦是此 ἰδιώτην。
- 8.1.39γενόμενος ... εἰπών
这是一个破格语法(破格句):分词 γενόμενος 和 εἰπών 采用了主格形式,尽管紧接在宾格加不定式结构(τὸν δὴ Πυθαγόραν καταληφθῆναι)之后。从句法上说本应为宾格,但在叙事过程中主语(毕达哥拉斯)在心理上转为主格焦点,随后再回到不定式 ἀποσφαγῆναι。
