- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.29-8.1.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
本节阐述了毕达哥拉斯派关于胚胎发育与感觉机制、灵魂三分(理智、辨识、激情)及其死后归宿、充斥空气中的神灵英雄,以及关于和谐、正义、祭神规制与洁净禁忌的学说。
μορφοῦσθαι δὲ τὸ μὲν πρῶτον παγὲν ἐν ἡμέραις τεσσαράκοντα, κατὰ δὲ τοὺς τῆς ἁρμονίας λόγους ἐν ἑπτὰ ἢ ἐννέα ἢ δέκα τὸ πλεῖστον μησὶ τελεωθὲν ἀποκυΐσκεσθαι τὸ βρέφος· ἔχειν δʼ ἐν αὑτῷ πάντας τοὺς λόγους τῆς ζωῆς, ὧν εἰρομένων συνέχεσθαι1 κατὰ τοὺς τῆς ἁρμονίας λόγους, ἑκάστων ἐν τεταγμένοις καιροῖς ἐπιγινομένων. τήν τʼ αἴσθησιν κοινῶς καὶ κατʼ εἶδος τὴν ὅρασιν ἀτμόν τινʼ εἶναι ἄγαν θερμόν. καὶ διὰ τοῦτο λέγεται διʼ ἀέρος ὁρᾶν καὶ διʼ ὕδατος· ἀντερείδεσθαι γὰρ τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ. ἐπεί τοι εἰ ψυχρὸς ἦν ὁ ἐν τοῖς ὄμμασιν ἀτμός, διειστήκει ἂν πρὸς τὸν ὅμοιον ἀέρα· νῦν δὲ * * ἔστιν ἐν οἷς ἡλίου πύλας καλεῖ τοὺς ὀφθαλμούς. τὰ δʼ αὐτὰ καὶ περὶ τῆς ἀκοῆς καὶ τῶν λοιπῶν αἰσθήσεων δογματίζει.
胚胎最初在四十天内凝聚成形,按照和谐的比例,在七个月、九个月或至多十个月内发育完全后分娩出婴儿。婴儿自身包含着生命的全部比例,这些比例环环相扣,依照和谐的比例维系在一起,每一部分都在规定的时期生发出来。通常的感觉,尤其是视觉,是一种极热的气。因此据说能穿透空气和水看见物体;因为热受到冷的抵御与支撑。事实上,如果眼中的气是冷的,它就会消散入同类的空气中;然而实际上……他在某些地方称双眼为“太阳之门”。关于听觉及其余感觉,他也确立了相同的学说。
Τὴν δʼ ἀνθρώπου ψυχὴν διαιρεῖσθαι τριχῆ, εἴς τε νοῦν καὶ φρένας καὶ θυμόν. νοῦν μὲν οὖν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρις ἐγκεφάλου· καὶ τὸ μὲν ἐν τῇ καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ· σταγόνας δʼ εἶναι ἀπὸ τούτων τὰς αἰσθήσεις. καὶ τὸ μὲν φρόνιμον ἀθάνατον2, τὰ δὲ λοιπὰ θνητά. τρέφεσθαί τε τὴν ψυχὴν ἀπὸ τοῦ αἵματος· τοὺς δὲ λόγους ψυχῆς ἀνέμους εἶναι. ἀόρατόν τʼ εἶναι αὐτὴν καὶ τοὺς λόγους, ἐπεὶ καὶ ὁ αἰθὴρ ἀόρατος.
人的灵魂分为三部分:即理智(努斯)、辨识(弗伦)与激情(修莫斯)。理智与激情在其他动物中亦存在,但辨识仅存在于人之中。灵魂的始基从心脏延伸至大脑:位于心脏的部分是激情,而位于大脑的部分是辨识与理智;感觉则是从这些部分滴落的液滴。具有辨识力的部分是不死的,其余部分则是可死的。灵魂由血液滋养,灵魂的言辞(逻各斯)则是风。灵魂与其言辞皆不可见,因为以太亦是不可见的。
δεσμά τʼ εἶναι τῆς ψυχῆς τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰ νεῦρα· ὅταν δʼ ἰσχύῃ καὶ καθʼ αὑτὴν γενομένη ἠρεμῇ, δεσμὰ γίνεσθαι αὐτῆς τοὺς λόγους καὶ τὰ ἔργα3. ἐκριφθεῖσαν δʼ αὐτὴν ἐπὶ γῆς πλάζεσθαι ἐν τῷ ἀέρι ὁμοίαν τῷ σώματι. τὸν δʼ Ἑρμῆν ταμίαν εἶναι τῶν ψυχῶν καὶ διὰ τοῦτο πομπαῖον λέγεσθαι καὶ πυλαῖον καὶ χθόνιον, ἐπειδήπερ οὗτος εἰσπέμπει ἀπὸ τῶν σωμάτων τὰς ψυχὰς ἀπό τε γῆς καὶ ἐκ θαλάττης· καὶ ἄγεσθαι τὰς μὲν καθαρὰς ἐπὶ τὸν ὕψιστον, τὰς δʼ ἀκαθάρτους μήτʼ ἐκείναις πελάζειν μήτʼ ἀλλήλαις, δεῖσθαι δʼ ἐν ἀρρήκτοις δεσμοῖς ὑπʼ Ἐρινύων.
灵魂的束缚(羁绊)是静脉、动脉与筋腱;但当灵魂变得坚强并独处于自身而获得安宁时,它的言辞与行为便成为它的羁绊。灵魂被抛掷于大地之上后,便以类似于身体的形态在空气中游荡。赫尔墨斯是灵魂的掌管者,因此被称为“引导者”、“守门者”和“冥府之神”,因为正是他将灵魂从陆地和海洋中的肉体中引出。纯洁的灵魂被引向最高之处,而不洁的灵魂既不能接近纯洁者,彼此之间也不能接近,而是被复仇女神用牢不可破的锁链束缚着。
εἶναί τε πάντα τὸν ἀέρα ψυχῶν ἔμπλεων· καὶ ταύτας δαίμονάς τε καὶ ἥρωας ὀνομάζεσθαι· καὶ ὑπὸ τούτων πέμπεσθαι ἀνθρώποις τούς τʼ ὀνείρους καὶ τὰ σημεῖα νόσου τε καὶ ὑγιείας, καὶ οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ προβάτοις καὶ τοῖς ἄλλοις κτήνεσιν· εἴς τε τούτους γίνεσθαι τούς τε καθαρμοὺς καὶ ἀποτροπιασμοὺς μαντικήν τε πᾶσαν καὶ κληδόνας καὶ τὰ ὅμοια. μέγιστον δέ φησιν εἶναι τῶν ἐν ἀνθρώποις τὸ τὴν ψυχὴν πεῖσαι ἐπὶ τὸ ἀγαθὸν ἢ ἐπὶ τὸ κακόν. εὐδαιμονεῖν τʼ ἀνθρώπους ὅταν ἀγαθὴ ψυχὴ προσγένηται, μηδέποτε δʼ ἠρεμεῖν μηδὲ τὸν αὐτὸν * * ῥόον κρατεῖν.
整个空气中充满着灵魂,这些灵魂被称为神灵与英雄;由它们向人类派遣梦境以及疾病与健康的征兆,不仅派遣给人类,亦派遣给羊群与其他牲畜。净化仪式、禳解避邪、所有占卜、预兆及类似之事皆是针对它们而行。他说在人类事务中最重大之事乃是说服灵魂趋向于善或趋向于恶。当善的灵魂加入人身时人便得享幸福,但人绝不能保持静止,亦无法维持恒定的流动……
Ὅρκιόν τʼ εἶναι τὸ δίκαιον4 καὶ διὰ τοῦτο Δία ὅρκιον λέγεσθαι. τήν τʼ ἀρετὴν ἁρμονίαν εἶναι καὶ τὴν ὑγίειαν καὶ τὸ ἀγαθὸν ἅπαν καὶ τὸν θεόν· διὸ καὶ καθʼ ἁρμονίαν συνεστάναι τὰ ὅλα. φιλίαν τʼ εἶναι ἐναρμόνιον ἰσότητα. τιμὰς θεοῖς δεῖν νομίζειν καὶ ἥρωσι μὴ τὰς ἴσας, ἀλλὰ θεοῖς ἀεὶ μετʼ εὐφημίας λευχειμονοῦντας καὶ ἁγνεύοντας, ἥρωσι δʼ ἀπὸ μέσου ἡμέρας. τὴν δʼ ἁγνείαν εἶναι διὰ καθαρμῶν καὶ λουτρῶν καὶ περιρραντηρίων καὶ διὰ τοῦ καθαρεύειν ἀπό τε κήδους καὶ λεχοῦς καὶ μιάσματος παντὸς καὶ ἀπέχεσθαι βρωτῶν θνησειδίων τε κρεῶν καὶ τριγλῶν καὶ μελανούρων καὶ ᾠῶν καὶ τῶν ᾠοτόκων ζῴων καὶ κυάμων καὶ τῶν ἄλλων ὧν παρακελεύονται καὶ οἱ τὰς τελετὰς ἐν τοῖς ἱεροῖς ἐπιτελοῦντες.
正义乃与誓言相通,因此宙斯被称为“誓言守护者”。美德是一种和谐,健康、一切善以及神亦皆是和谐;因此万物皆依照和谐而构成。友谊乃是和谐的均等。应当向神祇与英雄献上尊崇,但并非同等的尊崇:向神祇献祭须始终口诵吉语、身着白衣并保持纯洁,而向英雄献祭则须自正午开始。纯洁是通过净化、沐浴、泼洒圣水而达成的,亦是通过远离丧葬、产妇与一切玷污,并禁食自毙动物之肉、红鲻鱼、黑尾鱼、卵、卵生动物、蚕豆以及在圣所中主持秘仪者所禁止的其他食物而实现的。
- 8.1.29ὧν εἰρομένων συνέχεσθαι
ὧν 为关系代名词,先行词为前面的 τοὺς λόγους τῆς ζωῆς,在此构成属格绝对结构(ὧν εἰρομένων)。分词 εἰρομένων 源自动词 εἴρω(串联、连接)的被动态现在时分词,修饰间接引语的主不定词 συνέχεσθαι,表明当生命的各项比例被环环相扣地连接在一起时,整体便依照和谐的比例维系不散。
- 8.1.30καὶ τὸ μὲν φρόνιμον ἀθάνατον
τὸ φρόνιμον 是中性单数形容词用作名词,指“具辨识能力的部分”,对应于前文灵魂三分(νοῦς, φρένες, θυμός)中专属于人类的 φρένες(或脑中的理性官能)。它与下文的 τὰ δὲ λοιπὰ θνητά(“其余部分是可死的”)形成对比,体现了毕达哥拉斯派仅主张灵魂中具有理性的部分不灭的独特性质。
- 8.1.31δεσμὰ γίνεσθαι αὐτῆς τοὺς λόγους καὶ τὰ ἔργα
此句出现语序倒装:τοὺς λόγους καὶ τὰ ἔργα(言辞与行为)为不定词 γίνεσθαι 的复合主格宾格,δεσμά(羁绊)为表语宾格,αὐτῆς 为指代灵魂的属格。此句与上文肉体的生理束缚(静脉、筋腱等)相对比,说明当灵魂获得自立与安定时,其自身的言行便升华为内在的规约与羁绊。
- 8.1.33Ὅρκιόν τʼ εἶναι τὸ δίκαιον
Ὅρκιον 是表语形容词(“属于誓言的”、“受誓言约束的”),主语是 τὸ δίκαιον(正义)。这构成了下文 διὰ τοῦτο Δία ὅρκιον λέγεσθαι(“因此宙斯被称为誓言之神”)的论证理由,表明正义的本质与誓言的神圣不可侵犯性内在相连。
