- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.24-8.1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-29
在叙述了毕达哥拉斯禁食蚕豆的生理学缘由后,文本根据亚历山大·波利希斯托所引的毕达哥拉斯派备忘录,详述了源于单一与二的宇宙生成论、四元素、天体学说、灵魂不朽以及胚胎生理机制。
ᾠδαῖς χρῆσθαι πρὸς λύραν ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον χάριν ἔχειν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ· καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι τὰς γαστέρας, μὴ παραληφθέντας1. καὶ διὰ τοῦτο καὶ τὰς καθʼ ὕπνους φαντασίας λείας καὶ ἀταράχους ἀποτελεῖν. Φησὶ δʼ ὁ Ἀλέξανδρος ἐν Ταῖς τῶν φιλοσόφων διαδοχαῖς καὶ ταῦτα εὑρηκέναι ἐν Πυθαγορικοῖς ὑπομνήμασιν.
应当伴随里拉琴歌唱,并以对诸神与善人的赞歌表达应有的感恩。禁食蚕豆,是因为它们富含精气,最多地分有灵魂的性质;此外,若不食入蚕豆,可使腹胃更为适度调和,并因此使梦中幻象平顺且不受扰乱。 亚历山大在《哲学家传承录》中说,他在毕达哥拉斯派的备忘录中亦见到了如下学说:
ἀρχὴν μὲν ἁπάντων μονάδα· ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι2· ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς· ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα· ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα· ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· μεταβάλλειν δὲ καὶ τρέπεσθαι διʼ ὅλων, καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην.
万物的本原是单一(莫纳德);从单一生出不定之二(迪阿德),作为质料居于作为原因的单一之下。从单一与不定之二生出数;从数生出点;从点生出线,由线组成平面图形;由平面图形组成立体图形;从立体图形生出可感知物体,其元素有四:火、水、土、气。这些元素通体转化演变,由此生成一个有生命、具智慧、球形的宇宙,其中心包含着大地,大地自身亦呈球形,四周皆有人居住。
εἶναι δὲ καὶ ἀντίποδας καὶ τὰ ἡμῖν κάτω ἐκείνοις ἄνω. ἰσόμοιρά τʼ εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, καὶ θερμὸν καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν· ὧν κατʼ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα, ξηροῦ δʼ ἔαρ, καὶ ὑγροῦ φθινόπωρον. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους, οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερωτέραν εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερὸν καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητόν τʼ εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα.
亦存在对蹠人,对于我们居于下方者对于他们则居于上方。在宇宙中,光与暗、热与冷、干与湿各占均等份额。依其主导地位,热占优势则生夏,冷占优势则生冬,干占优势则生春,湿占优势则生秋。若份额均等,便是一年中最佳之时,其中繁茂的春季利于健康,凋敝的秋季则易致病。在一日之中,清晨繁茂,傍晚凋敝;故而傍晚更易致病。大地周围的空气停滞且易致病,其中的一切皆会死亡;而最上层的空气则永恒运动、纯净而健全,其中的一切皆不死,并因此具有神性。
ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας εἶναι θεούς· ἐπικρατεῖν γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφʼ ἡλίου. καὶ ἀνθρώποις εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ· διὸ καὶ προνοεῖσθαι τὸν θεὸν ἡμῶν. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τʼ ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος τοῦ τε ψυχροῦ καὶ παχέος. καλοῦσι δὲ τὸν μὲν ἀέρα ψυχρὸν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὑγρὸν παχὺν αἰθέρα. ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα.
太阳、月亮与其余星体皆是神祇;因为热在它们之中占主导地位,而热乃是生命的起因。月亮由太阳照亮。人与诸神之间存在亲缘关系,这是因为人分有热;因此神也眷顾关照我们。命运乃是全体与局部运行治理的原因。从太阳发出的光芒贯穿冷与厚的以太。他们称空气为冷以太,称海洋与湿润之物为厚以太。这道光芒亦深入深渊,并因此赋予万物生命。
καὶ ζῆν μὲν πάνθʼ ὅσα μετέχει τοῦ θερμοῦ· διὸ καὶ τὰ φυτὰ ζῷα εἶναι· ψυχὴν μέντοι μὴ ἔχειν πάντα. εἶναι δὲ τὴν ψυχὴν ἀπόσπασμα αἰθέρος καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τῷ συμμετέχειν ψυχροῦ αἰθέρος3. διαφέρειν τε ψυχὴν ζωῆς· ἀθάνατόν τʼ εἶναι αὐτήν, ἐπειδήπερ καὶ τὸ ἀφʼ οὗ ἀπέσπασται ἀθάνατόν ἐστι. τὰ δὲ ζῷα γεννᾶσθαι ἐξ ἀλλήλων ἀπὸ σπερμάτων, τὴν δʼ ἐκ γῆς γένεσιν ἀδύνατον ὑφίστασθαι. τὸ δὲ σπέρμα εἶναι σταγόνα ἐγκεφάλου περιέχουσαν ἐν ἑαυτῇ θερμὸν ἀτμόν· ταύτην δὲ προσφερομένην τῇ μήτρᾳ ἀπὸ μὲν τοῦ ἐγκεφάλου ἰχῶρα καὶ ὑγρὸν καὶ αἷμα προΐεσθαι, ἐξ ὧν σάρκας τε καὶ νεῦρα καὶ ὀστᾶ καὶ τρίχας καὶ τὸ ὅλον συνίστασθαι σῶμα· ἀπὸ δὲ τοῦ ἀτμοῦ ψυχὴν καὶ αἴσθησιν.
凡分有热之物皆有生命;因此植物亦是生物,然而并非所有生物都拥有灵魂。灵魂是以太的碎片,兼含热与冷,因其亦共同分有冷以太。灵魂与生命不同;灵魂是不死的,因为与其分离的源头亦是不死的。动物通过种子彼此繁衍,从泥土中生成则是不可能的。种子是包含热气于自身的脑之液滴;当其被送入子宫时,从脑部排出淋巴液、水液与血液,由此构成肌肉、筋腱、骨骼、毛发以及整个身体;而从气中则产生出灵魂与感觉。
- 8.1.24μὴ παραληφθέντας
阳性格、复数、宾格的过去被动分词,语法上修饰由前文 τῶν δὲ κυάμων 所指代的“蚕豆”。在此具有条件从句功能,意为“若未被摄取/食用”。由于该分词为被动语态且为阳性复数,不能将其理解为主动摄取的人,而只能指作为客体的蚕豆未被食用。
- 8.1.25ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι
不定词 ὑποστῆναι 在间接引语中以 δυάδα 为主格代词(宾格主语),ὕλην 为述宾格(谓词性宾格)。ὡς ἄν 带有方式或目的色彩(“如同作为质料”)。与格短语 τῇ μονάδι αἰτίῳ ὄντι 受 ὑποστῆναι 支配,意为“置于作为原因的单一之下/作为其质料基础”。
- 8.1.28τῷ συμμετέχειν ψυχροῦ αἰθέρος
带定冠词与格的名词化不定词(τῷ + 不定词),表原因或方式(“由于亦共同分有冷以太”)。这解释了前句为何断言灵魂不仅源于热,而是兼具冷热以太的碎片。属格 ψυχροῦ αἰθέρος 是动词 συμμετέχω 所支配的部分属格。
