← 第欧根尼·拉尔修

哲人言行录

§8.1.18-8.1.23

密语戒律的阐释与清修生活及每日自省

阐释了毕达哥拉斯密语戒律的道德内涵,并记述了他简朴清修的饮食起居、下冥府的传说,以及他要求弟子实行的每日省察与伦理训条。

← 上一节下一节 →

Ἤθελε δʼ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν δυναστῶν ὀργὴν καὶ οἰδοῦντα θυμὸν μὴ κινεῖν1. τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν. ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τοῦ ἐνεστῶτος φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ἡ γὰρ χοῖνιξ ἡμερησία τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν ἐδήλου μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν. διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι παρῄνει τοῖς ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν μηδʼ ὑπὸ τῶν ἐνταῦθα ἡδονῶν ἐπάγεσθαι. καὶ τὰ ἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν.

在他看来,“切勿用小刀拨火”意味着不要激怒统治者的愤怒与肿胀的怒气。“切勿跨过天平”意味着不要违背平等与公正。“切勿坐在升斗之上”意味着应当同样关照现在与将来;因为一升是一日的口粮。通过“切勿吃心脏”,他表明不应让痛苦与悲伤消磨灵魂。通过“出行远方者切勿回头”,他告诫那些脱离生命的人不要对生恋恋不舍,亦不要被此地的享乐所诱惑。其余的戒律亦可照此类推,以免我们拖沓赘述。

Παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτʼ ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τʼ ἀπέχεσθαι καὶ κυάμων· Ἀριστοτέλης δέ φησι καὶ μήτρας καὶ τρίγλης ἐνίοτε. αὐτὸν δʼ ἀρκεῖσθαι μέλιτι μόνῳ φασί τινες ἢ κηρίῳ ἢ ἄρτῳ, οἴνου δὲ μεθʼ ἡμέραν μὴ γεύεσθαι· ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς τε καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δʼ αὐτῷ λευκή, καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφῖκτο τοὺς τόπους. οὐδέποτʼ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς.

他最严厉禁止的是吃赤鲷与黑尾鱼,并禁戒食用心脏和蚕豆;亚里士多德说,他有时还禁食子宫和红鲻鱼。有些人说,他自己仅靠蜂蜜、蜂巢或面包充饥,白昼不饮葡萄酒;大部分佐餐菜肴是煮熟或生鲜的蔬菜,海产则极少食用。他的长袍纯白洁净,寝具亦是羊毛织成的白被;因为亚麻织物尚未传入那些地方。人们从未见过他排泄、行房或醉酒。

ἀπείχετο καὶ γέλωτος καὶ πάσης ἀρεσκείας οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τʼ οὔτε οἰκέτην ἐκόλαζεν οὔτʼ ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πεδαρτᾶν. μαντικῇ τʼ ἐχρῆτο τῇ διὰ τῶν κλῃδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ τῇ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου. θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ φασιν, ὅτι ἀλέκτορσι μόνον καὶ ἐρίφοις γαλαθηνοῖς καὶ τοῖς λεγομένοις ἁπαλίαις, ἥκιστα δὲ ἄρνασιν. ὅ γε μὴν Ἀριστόξενος πάντα μὲν τἄλλα συγχωρεῖν αὐτὸν ἐσθίειν ἔμψυχα, μόνον δʼ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ.

他还杜绝欢笑以及诸如嘲弄和粗鄙故事这类一切谄媚逢迎之举。在动怒时,他既不惩罚家奴,也不惩罚任何自由人。他把劝诫称为“佩达尔坦”。他采用占兆与鸟占的预言术,而极少采用燔祭占卜,以乳香占卜除外。他行祭礼只用无生命之物,但亦有人说他只用公鸡、吃奶的乳山羊以及所谓的嫩肉幼雏(阿帕利亚伊),最不用羔羊。然而阿里斯托克塞诺斯却说,他准许食用其余所有有生命之物,唯独禁戒耕牛与公羊。

Ὁ δʼ αὐτός φησιν, ὡς προείρηται, καὶ τὰ δόγματα λαβεῖν αὐτὸν παρὰ τῆς ἐν Δελφοῖς Θεμιστοκλείας. φησὶ δʼ Ἱερώνυμος κατελθόντα αὐτὸν εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δʼ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτὴν ἀνθʼ ὧν εἶπον περὶ θεῶν, κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί· καὶ δὴ καὶ διὰ τοῦτο τιμηθῆναι ὑπὸ τῶν ἐν Κρότωνι. φησὶ δʼ Ἀρίστιππος ὁ Κυρηναῖος ἐν τῷ Περὶ φυσιολόγων Πυθαγόραν αὐτὸν ὀνομασθῆναι ὅτι τὴν ἀλήθειαν ἠγόρευεν οὐχ ἧττον τοῦ Πυθίου.

正如前文所述,同一位作者还说他的学说是从德尔斐的泰米斯托克勒娅处获得的。耶罗尼穆斯说,当他下到冥府时,看见赫西俄德的灵魂被绑在一根铜柱上哀号,荷马的灵魂则因关于诸神的言论被吊在一棵树上,周围有毒蛇缠绕;那些不愿与自己妻子同房的人也同样受到惩罚;也正是由于这一缘故,他受到了克罗顿人的尊崇。昔兰尼的阿里斯提波在《论自然哲学家》中说,他之所以被命名为毕达哥拉斯,是因为他宣告真理并不逊于皮提亚神。

Λέγεται παρεγγυᾶν αὐτὸν ἑκάστοτε τοῖς μαθηταῖς τάδε λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι, "πῆ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;" σφάγιά τε θεοῖς προσφέρειν κωλύειν, μόνον δὲ τὸν ἀναίμακτον βωμὸν προσκυνεῖν. μηδʼ ὀμνύναι θεούς· ἀσκεῖν γὰρ αὑτὸν δεῖν ἀξιόπιστον παρέχειν. τούς τε πρεσβυτέρους τιμᾶν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους2· ὡς ἐν κόσμῳ μὲν ἀνατολὴν δύσεως, ἐν βίῳ δʼ ἀρχὴν τελευτῆς, ἐν ζωῇ δὲ γένεσιν φθορᾶς.

据说他每次都告诫进屋的弟子们说: “我在何处逾矩?我做了何事?我当做而未做的是什么?” 他还禁止向诸神奉献宰杀的祭牲,只拜无血的祭坛;并且切勿指神发誓,因为人应当自勉成为值得信赖之人。还要尊崇长辈,认为时间上居先者更为尊贵;正如在宇宙中日出先于日落,在生涯中开端先于终结,在生命中生成先于消亡。

καὶ θεοὺς μὲν δαιμόνων προτιμᾶν, ἥρωας δʼ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα τοὺς γονέας. ἀλλήλοις θʼ ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δʼ ἐχθροὺς φίλους ἐργάσασθαι. ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν· φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μηδὲ ζῷον ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν3. φεύγειν σαρκῶν πλεονασμόν, ὁδοιπορίης ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν, μαντικὴν πᾶσαν τιμᾶν,

还要敬神胜于精灵,敬英雄胜于世人,而在世人中尤当敬重父母。彼此交往时,务使朋友不致变为仇敌,而使仇敌变为朋友。不可视任何事物为私有。要维护法律,讨伐不法;不可摧残或伤害驯化植物,亦不可伤害不害人的动物。端庄与慎重在于既不为大笑所夺,亦不面露郁色。要避免肉体肥胖过甚,使行步有弛有张,锻炼记忆,切勿在怒中说话或行事,尊崇一切占卜,

语法注3 条
  1. 8.1.18Ἤθελε δʼ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν δυναστῶν ὀργὴν καὶ οἰδοῦντα θυμὸν μὴ κινεῖν

    动词 ἐθέλω(未完成过去时 ἤθελε)与与格人称代名词 αὐτῷ 连用,构成“对某人而言意指/意味着”的习惯用法。主语是带中性定冠词的不定式短语 τὸ ... μὴ σκαλεύειν,述语不定式 μὴ κινεῖν 则表达其阐释的含义。

  2. 8.1.22τούς τε πρεσβυτέρους τιμᾶν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους

    分词 ἡγουμένους 采用阳性复数宾格,与不定式 τιμᾶν 的逻辑主语(弟子们)一致。该句承接上文 παρεγγυᾶν αὐτὸν ἑκάστοτε τοῖς μαθηταῖς 所统领的间接引语及规训性不定式结构。

  3. 8.1.23αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν

    在间接引语的不定式 εἶναι 支配下,αἰδῶ καὶ εὐλάβειαν 作为宾格主语/表语,后接并列的否定不定式短语(μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν)以同位语形式具体规定了庄重与审慎的内涵(既不为大笑所制,亦不面露沉郁)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.1.18-8.1.23