- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.7.184-7.7.188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节记述了克律西波斯的死因(饮纯酒病故或因驴子吃无花果狂笑而亡)、其傲岸的性格与学园活动、同名人物,并列举了他使用的著名诡辩论题以及其著作中因论及乱伦和食人等内容而招致的抨击。
διʼ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε, καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος1. Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντʼ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. καὶ ἔστιν ἡμῶν παίγνιον εἰς αὐτόν· "ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδʼ ἐφείσατο οὐ τῆς στοᾶς οὐδʼ ἧς πάτρης, οὐ τῆς ψυχῆς, ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀΐδεω."
正因如此,他既反驳常识(通念),又为之辩护,并且在关于大小与多数的问题上采用了阿卡德米派的立论方式。 赫尔米波斯说,他在音乐厅授课时,受弟子们邀请去参加献祭;他在那里饮了未经兑水的甜酒,感到头晕目眩,于第五日与世长辞,享年七十三岁,死于第一百四十三届奥林匹亚德,正如阿波罗多洛斯在《编年史》中所述。我们亦有一首关于他的戏谑诗: “克律西波斯畅饮巴克科斯之后头晕目眩, 他既没有顾惜画廊(斯多亚), 也没有顾惜祖国,更没有顾惜自己的性命, 而是走向了哈得斯的冥府。”
Ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιρροφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι2. Δοκεῖ δʼ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν. ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάρρησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Λυκείῳ, καθάπερ καὶ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
不过另有人说他是笑死的;因为一头驴子吃掉了他的无花果,他便吩咐老妇人拿未经兑水的酒给驴子喝下冲顺,随后狂笑不止而断气。 他似乎相当孤傲。至少,他虽撰写了如此浩瀚的著作,却未曾献给任何君王。他也满足于只有一位老妇人照料,正如德米特里在《同名者考》中所说。当托勒密致信克莱安特斯,要求他亲自前来或派一人前往时,斯派洛斯去了,克律西波斯却置之不理。不过他接来了姐妹的儿子们,即阿里斯托克瑞翁和菲洛克拉泰斯,并加以培养。而且他是第一个敢于在吕克昂的户外开设讲席的人,正如前述的德米特里所记载的那样。
Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος Κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος εἰς τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου, καί τις Γεωργικὰ γεγραφώς. Ὁ δὴ φιλόσοφος καὶ τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γʼ ἱεροφάντης τοῖς ἀμυήτοις λέγει 〈τὰ μυστήρια〉· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ἄλλο· ὃ οὐκ ἔστιν ἐν τῇ πόλει, τοῦτʼ οὐδʼ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει, οὐδʼ ἄρʼ ἐν τῇ οἰκίᾳ. ἄλλο· ἔστι τις κεφαλή· ἐκείνην δʼ οὐκ ἔχεις· ἔστι δέ γέ τις κεφαλὴ 〈ἣν οὐκ ἔχεισ〉· οὐκ ἄρα ἔχεις κεφαλήν.
另外还有一位克律西波斯,是来自克尼多斯的医生,埃拉西斯特拉托斯自称从他那里获益极深。还有一位是他儿子,是托勒密的宫廷医生,遭诬告后被拉去游街并遭鞭笞处死;另一位是埃拉西斯特拉托斯的弟子;还有一位撰写过《农书》。 这位哲学家曾提出过这样一些论辩: “向未入门者泄露秘仪者是不敬神的;然而司祭却向未入门者宣讲秘仪;因此司祭是不敬神的。” 又一例: “凡不在城中的,亦不在家中;城中没有井;因此家中也没有井。” 又一例: “存在着某个头;你没有那个头;然而存在着某个你没有的头;因此你没有头。”
ἄλλο· εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δʼ ἐστὶν ἐν Μεγάροις· οὐκ ἄρʼ ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. καὶ πάλιν· εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· εἴ τι οὐκ ἀπέβαλες, τοῦτʼ ἔχεις· κέρατα δʼ οὐκ ἀπέβαλες· κέρατʼ ἄρʼ ἔχεις. οἱ δʼ Εὐβουλίδου τοῦτό φασιν. Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν3.
又一例: “若有人在墨伽拉,他便不在雅典;然而人在墨伽拉;因此人在雅典不存在。” 又如: “凡你所说出的,便穿过你的口;你说出大车;因此大车穿过你的口。” 又如: “凡你未曾失去的,你便拥有;你未曾失去角;因此你拥有角。” 有些人则认为此论辩出自欧布利德斯。 还有一些人猛烈抨击克律西波斯,指责他写下了许多可耻和不堪入耳的内容。因为在《论古代自然哲学家》一书中,他可耻地重构了关于赫拉和宙斯的故事,在长达约六百行里大谈特谈任何非遭不幸以致口舌污秽之人都绝不会说出的话。
αἰσχροτάτην γάρ, φασί, ταύτην ἀναπλάττει ἱστορίαν, εἰ καὶ ἐπαινεῖ ὡς φυσικήν, χαμαιτύπαις μᾶλλον πρέπουσαν ἢ θεοῖς, ἔτι τʼ οὐδὲ παρὰ τοῖς περὶ πινάκων γράψασι κατακεχωρισμένην· μήτε γὰρ παρὰ Πολέμωνι μήτε παρʼ Ὑψικράτει, ἀλλὰ μηδὲ παρʼ Ἀντιγόνῳ εἶναι, ὑπʼ αὐτοῦ δὲ πεπλάσθαι. ἐν δὲ τῷ Περὶ πολιτείας καὶ μητράσι λέγει συνέρχεσθαι καὶ θυγατράσι καὶ υἱοῖς· τὰ δʼ αὐτά φησι καὶ ἐν τῷ Περὶ τῶν μὴ διʼ ἑαυτὰ αἱρετῶν εὐθὺς ἐν ἀρχῇ. ἐν δὲ τῷ τρίτῳ Περὶ δικαίου κατὰ τοὺς χιλίους στίχους καὶ τοὺς ἀποθανόντας κατεσθίειν κελεύων. ἐν δὲ τῷ δευτέρῳ Περὶ βίου καὶ πορισμοῦ προνοεῖν λέγων4 ὅπως ποριστέον τῷ σοφῷ·
因为他们说,他重构的这个故事即便被他赞美为符合自然学原理,也是极其可耻的,更适合娼妓而非神明,而且在撰写画作的学者们的著作中甚至也未见收录;因为在波勒蒙那里没有,在许普西克拉泰斯那里没有,甚至在安提戈诺斯那里也没有,而是由他凭空捏造出来的。他在《国家篇》中还宣称可以与母亲、女儿和儿子同房;在《论非因自身而可选择之物》的开篇处,他也直截了当地发表了同样的言论。在《论正义》第三卷约第一千行处,他甚至吩咐人们吞食死者;而在《论生活与谋生》第二卷中,他谈及智者当如何谋生。
- 7.7.184τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος
动词“χράομαι”支配与格“τῇ ... συστάσει”。“σύστασις”在此指“体系”、“立论架构”或“论证程式”,即阿卡德米派正反两面立论的论辩体系。
- 7.7.185ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα ... ὑπερκαγχάσαντα τελευτῆσαι
在属格独立结构“ὄνου ... φαγόντος”之后,接有作不定式“τελευτῆσαι”逻辑主语的宾格分词“εἰπόντα”和“ὑπερκαγχάσαντα”(指克律西波斯)。整个结构是由§185开头的“φασί”所统摄的“宾格加不定式”句式。
- 7.7.187ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν
在由关系代词“ἅ”引导的从句中,“εἴποι ἄν”构成无条件或潜在可能希求法。主语分词“μηδεὶς ἠτυχηκώς”带有条件含义,表达“除非是不幸玷污了口舌的人,否则绝不会说出的话”。
- 7.7.188κατεσθίειν κελεύων ... προνοεῖν λέγων
句末缺乏限定动词,分词“κελεύων”和“λέγων”形成破格(破格句法/句式中途转变)。它们承接前文“λέγει”和“φησί”等引述动词的语势,继续罗列克律西波斯骇人听闻的学说主张。
