- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.7.179-7.7.183
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
记述斯多亚派哲学家克律西波斯的生平、他与芝诺和克莱安特斯的关系、其卷帙浩繁的著述与辩证法盛名,以及体现其体貌与自负性格的轶事。
Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτʼ ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν1, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα· "ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δʼ οὐκ εὐδαιμονῶ."
阿波罗尼奥斯之子克律西波斯,是索利人,或是如亚历山大在《继承篇》中所说是塔尔苏斯人,他是克莱安特斯的弟子。他早先曾练习长跑,后来听了芝诺的课,或者如狄奥克勒斯及大多数人所说是听了克莱安特斯的课,在克莱安特斯尚且健在时便离开了他,并在哲学上成为非同凡响的人物。他天资聪颖,在各个领域都极其敏锐,以至于在绝大多数问题上都与芝诺产生分歧,乃至与克莱安特斯也是如此;他常对克莱安特斯说,自己只需要被传授学说,至于证明,他自己会找出来。然而,每当他对克莱安特斯言辞激烈时,事后总会后悔,以致常常念诵这几句诗: “我在其余一切事上本是幸福之人, 唯独对克莱安特斯例外;在这一点上我并不蒙福。”
Οὕτω δʼ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ Χρυσίππειος2. πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρʼ ὁντινοῦν γέγονεν, ὡς δῆλον ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δʼ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτʼ ἔν τινι τῶν συγγραμμάτων παρʼ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη, Χρυσίππου Μήδειαν.
他在辩证法方面享有如此高的盛誉,以至于大多数人认为,如果诸神之间也有辩证法,那绝不会是别的,只能是克律西波斯的辩证法。不过,他在内容上虽极其繁富,在文辞风格上却没有加以完善。他比任何人都勤奋,这从他的著作中显而易见;因为其篇数超过了七百零五篇。他常常反复论证同一个学说,把一切浮现在脑海中的东西都写下来,多次修改,并且大量使用证词引文,从而增加了篇幅。以致于有一次,他在某部著作中几乎引述了欧里庇得斯的整部《美狄亚》,当有人手里拿着这本书时,面对询问他拿着什么的人,他回答说: “克律西波斯的《美狄亚》。”
Καὶ Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος ἐν τῇ Συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσʼ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφοι στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν, τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης.
雅典的阿波罗多洛斯在《学说集成》中,为了表明伊壁鸠鲁凭一己之力写就且不含引文的著作远远多于克律西波斯的书籍,便原原本本地写道: “因为如果有人把克律西波斯书中引述的所有别人的内容删去,留给他的纸卷就将是一片空白。” 阿波罗多洛斯的评价便是如此。而狄奥克勒斯说,服侍他的老妇人曾说他每天要写五百行。赫卡托则说,他是因为父辈财产被充公没入王室,才转向哲学的。
Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν3. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρʼ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι, εἰ τοῖς πολλοῖς, εἶπε προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα, πέπαυσο, εἶπε, περιέλκων τὸν πρεσβύτην ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τὰ τοιαῦτα πρότεινε τοῖς νέοις. πάλιν δʼ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἔπειτα δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονεικεῖν, ἔφη, "οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν."
他的身躯也十分瘦小,这从凯拉米科斯的那尊雕像便可看出一二,那尊雕像几乎完全被旁边的一尊骑马像遮蔽了;因此卡尔内阿德斯称他为“克律普西波斯(藏于马后之人)”。当有人责备他为何不与众人一同在阿里斯托门下受教时,他说: “如果我听从大众,我就不会从事哲学了。” 面对一位向克莱安特斯发难并向他提出诡辩的辩证学者,他说: “别再把这位老人从更实质的论题上拉开了,把这类东西抛给我们年轻人吧。” 又有一次,有个人私下与他探讨问题时还很冷静平稳,但后来一见众人走近,便开始争强好胜起来,克律西波斯便说: “哎呀,兄弟,你的目光慌乱了; 刚才还清醒理智,瞬间就陷入了癫狂。”
Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστʼ εἰπεῖν τὴν δούλην, Χρυσίππου μόνα τὰ σκέλη μεθύει. οὕτω δʼ ἦν φρονηματίας ὥστʼ ἐρομένου τινὸς τίνι συστήσω τὸν υἱόν; εἰπεῖν, ἐμοί· καὶ γὰρ εἰ ὑπελάμβανον εἶναί τινʼ ἐμοῦ βελτίονα, παρʼ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπʼ αὐτοῦ λεχθῆναι, "οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι·" καί, "εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά." Τέλος δʼ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε·
不过,他在酒醉时虽然步履蹒跚,却安安静静,以致他的女仆说道: “克律西波斯只有双腿喝醉了。” 他又是如此自负,以至于有人问: “我该把儿子托付给谁呢?” 他回答说: “给我;因为如果我认为有比我更好的人,我自己就会在他门下研习哲学了。” 据说因此人们便用这句诗来形容他: “唯独他具有清醒的智谋,其余之人皆如阴影乱窜。” 还有: “若无克律西波斯,便无斯多亚派(画廊)。” 最后,正如索提翁在第八卷中所说,他前往阿卡德米学园,与阿尔克西拉奥和拉库德斯共同研讨哲学。
- 7.7.179μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν
动词 χρῄζω(需要、缺少)支配属格(μόνης τῆς... διδασκαλίας)作为其宾语。此处与后文的 τὰς δὲ ἀποδείξεις 形成对比,在间接引语的对格不定式结构中表达:克律西波斯声称自己只需要向克莱安特斯学习教说本身,至于证明则全由自己独立找出。
- 7.7.180εἰ παρὰ θεοῖς ἦν [ἡ] διαλεκτική, οὐκ ἂν ἄλλη ἦν ἢ ἡ Χρυσίππειος
采用直陈式未完成过去时(ἦν)作条件从句,搭配 ἄν 加上未完成过去时(οὐκ ἂν ἄλλη ἦν)作归结从句的与现在事实相反的假想条件句(或超时间假想),意为“如果诸神之间存在辩证法,那绝不会是别的,只能是克律西波斯的辩证法”。
- 7.7.182ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ· ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν
完成时被动态动词 ὑποκέκρυπται 后所跟的与格 τῷ πλησίον ἱππεῖ 表示动作发出者或手段/原因(“被旁边的骑马像遮蔽”)。紧接着的双关语 Κρύψιππος 则是卡尔内阿德斯利用克律西波斯的名字(Χρύσιππος)与动词 κρύπτω(遮蔽、隐藏)及 ἵππος(马)构成的文字游戏。
