← 第欧根尼·拉尔修

哲人言行录

§7.6.177-7.6.178

斯派罗斯的生平逸事与著作目录

本节记述克莱安特斯的弟子博斯普鲁斯的斯派罗斯,叙述他在亚历山大里亚宫廷面对托勒密王以蜡制石榴进行诱骗时的机智应对,并附其著作目录。

← 上一节下一节 →

Τούτου, καθάπερ προειρήκαμεν, ἤκουσε μετὰ Ζήνωνα καὶ Σφαῖρος ὁ Βοσποριανός, ὃς προκοπὴν ἱκανὴν περιποιησάμενος λόγων εἰς Ἀλεξάνδρειαν ἀπῄει πρὸς Πτολεμαῖον τὸν Φιλοπάτορα. λόγου δέ ποτε γενομένου περὶ τοῦ δοξάσειν τὸν σοφὸν1 καὶ τοῦ Σφαίρου εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥόας ἐκέλευσε παρατεθῆναι· τοῦ δὲ Σφαίρου ἀπατηθέντος ἀνεβόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ Σφαῖρος εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτως συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥόαι εἰσίν, ἀλλʼ ὅτι εὔλογόν ἐστι ῥόας αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου2. πρὸς δὲ Μνησίστρατον κατηγοροῦντα αὐτοῦ ὅτι Πτολεμαῖον οὔ φησι βασιλέα εἶναι, τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι3.

正如我们此前所言,博斯普鲁斯的斯派罗斯在师从芝诺之后,也听从了这位克莱安特斯的教导。他在言论学问上取得充分的长进后,便前往亚历山大里亚去见托勒密·菲洛帕托尔。有一次,当谈论起智者是否会持有主观意见,而斯派罗斯坚称智者绝不持有主观意见时,国王想要驳倒他,便下令摆上蜡制的石榴;当斯派罗斯受骗时,国王大声叫道他已经对一个虚假的表象表示了赞同。斯派罗斯对此给出了切中要害的回答,说自己这样表示赞同,并不是断定它们就是石榴,而是断定它们很合情理是石榴;并且,把握性表象与合情理的事物是有分别的。又有人名叫姆内西斯特拉图斯指控他声称托勒密并不是国王,对此[斯派罗斯答复道],托勒密正是具有这样的品格,才因而确实也是个国王。

Βιβλία δὲ γέγραφε τάδε· Περὶ κόσμου δύο. Περὶ στοιχείων. Περὶ σπέρματος. Περὶ τύχης. Περὶ ἐλαχίστων. Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα. Περὶ αἰσθητηρίων. Περὶ Ἡρακλείτου πέντε διατριβῶν. Περὶ τῆς ἠθικῆς διατάξεως. Περὶ καθήκοντος. Περὶ ὁρμῆς. Περὶ παθῶν δύο. Περὶ βασιλείας. Περὶ Λακωνικῆς πολιτείας. Περὶ Λυκούργου καὶ Σωκράτους τρίς. Περὶ νόμου. Περὶ μαντικῆς. Διαλόγους ἐρωτικούς. Περὶ τῶν Ἐρετριακῶν φιλοσόφων. Περὶ ὁμοίων. Περὶ ὅρων. Περὶ ἕξεως. Περὶ τῶν ἀντιλεγομένων τρία. Περὶ λόγου. Περὶ πλούτου. Περὶ δόξης. Περὶ θανάτου. Τέχνης διαλεκτικῆς δύο. Περὶ κατηγορημάτων. Περὶ ἀμφιβολιῶν. Ἐπιστολάς.

他撰写了如下著作: 《论宇宙》两卷《论元素》《论种子》《论命运》《论极小者》《反驳原子与影像》《论感觉器官》《论赫拉克利特讲演录》五卷《论伦理建构》《论义务》《论冲动》《论情感》两卷《论王权》《论拉哥尼亚政制》《论吕库古与苏格拉底》三卷《论法律》《论预言术》《爱欲对话录》《论埃雷特里亚派哲学家》《论相似者》《论定义》《论状态》《论争议问题》三卷《论言论》《论财富》《论声誉》《论死亡》《辩证法技艺》两卷《论谓词》《论歧义》《书信集》

语法注3 条
  1. 7.6.177περὶ τοῦ δοξάσειν τὸν σοφὸν

    由介词 περὶ 支配的带冠词属格不定式结构,内含将来时不定式 δοξάσειν,表示“智者是否会持有主观见解”这一假设或命题性推论,涉及斯多亚学派认识论的核心命题(智者绝不持有未确证的意见)。

  2. 7.6.177διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου

    承接前文分词 εἰπών 引出的间接引语(对格带不定式结构),表述斯派罗斯哲学申辩的另一论点,即把握性表象与合理推测之物截然不同。

  3. 7.6.177τοιοῦτον δʼ ὄντα τὸν Πτολεμαῖον καὶ βασιλέα εἶναι

    回应句首 πρὸς δὲ Μνησίστρατον...(对于姆内西斯特拉图斯……)的对格带不定式结构(间接引语),省略了言说动词(如 ἔφη)。此句运用了斯多亚学派关于“唯有智者才是真正的王”的悖论,意指托勒密正因具备如此品质,才算得上是真正的王。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.6.177-7.6.178