- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.5.173-7.5.176
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节记述了克莱安特斯的逸事(对侮辱的坦然态度、相面术判断、关于独白和年迈的言论、赤贫中的研学),列举了他的著作目录,并叙述了他断食去世的经过及作者为他所作的题诗。
Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα, "οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ," ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφʼ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δʼ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δʼ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δʼ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι.
诗人索西修斯在剧场中当着他的面说道: “克莱安特斯的愚蠢如驱牛般驱使的那些人,”他却依然保持原样姿势端坐;观众为此深感敬佩,向克莱安特斯鼓掌致敬,而将索西修斯驱逐了出去。当索西修斯为这次侮辱感到悔恨时,克莱安特斯接纳了他,并说狄奥尼索斯和赫拉克勒斯被诗人们嘲弄尚且不怒,自己却为一句寻常的毁谤而动怒是荒谬的。他还常说,漫步学派的人就如同竖琴一样,虽然能发出优美的声调,却听不见自己的声音。又据说,当他主张依循芝诺的观点可以从容貌体态察知品性时,几个机敏的年轻人便带来一个在乡间磨炼得体格健硕的沉溺男色者,要求他对这人的品性做出判定;克莱安特斯一时难以断定,便命那人离去。当那人离去时打了个喷嚏,“我抓到他了,”克莱安特斯说,“他是个阴柔软弱之徒。”
πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δʼ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν. Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· Περὶ χρόνου. Περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο. Τῶν Ἡρακλείτου ἐξηγήσεις, τέσσαρα. Περὶ αἰσθήσεως. Περὶ τέχνης. Πρὸς Δημόκριτον. Πρὸς Ἀρίσταρχον. Πρὸς Ἥριλλον. Περὶ ὁρμῆς δύο.
对于一个独处并自言自语的人,他说: “你交谈的对象可不是个微不足道的人。” 当有人讥讽他的年迈时,他说: “我也想离去;但当我省思自己各方面都很健康,既能写作又能阅读时,便又留了下来。” 据说由于无钱购买纸张,他便把从芝诺那里听来的内容写在陶片和牛肩胛骨上。尽管处于这种境况,在芝诺门下还有许多其他杰出弟子的情形下,他仍有能力亲自继承了这一学派。 他留下了极其优秀的著述,如下所示: 《论时间》《论芝诺的自然学》两卷《赫拉克利特著作注解》四卷《论感觉》《论技艺》《反驳德谟克利特》《反驳阿里斯塔库斯》《反驳赫里卢斯》《论冲动》两卷
Ἀρχαιολογία. Περὶ θεῶν. Περὶ γιγάντων. Περὶ ὑμεναίου. Περὶ τοῦ ποιητοῦ. Περὶ τοῦ καθήκοντος τρία. Περὶ εὐβουλίας. Περὶ χάριτος. Προτρεπτικός. Περὶ ἀρετῶν. Περὶ εὐφυΐας. Περὶ Γοργίππου. Περὶ φθονερίας. Περὶ ἔρωτος. Περὶ ἐλευθερίας. Ἐρωτικὴ τέχνη. Περὶ τιμῆς. Περὶ δόξης. Πολιτικός. Περὶ βουλῆς Περὶ νόμων. Περὶ τοῦ δικάζειν. Περὶ ἀγωγῆς. Περὶ τοῦ λόγου τρία. Περὶ τέλους. Περὶ καλῶν. Περὶ πράξεων. Περὶ ἐπιστήμης. Περὶ βασιλείας. Περὶ φιλίας. Περὶ συμποσίου. Περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός. Περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν. Περὶ χρειῶν. Διατριβῶν δύο. Περὶ ἡδονῆς. Περὶ ἰδίων. Περὶ τῶν ἀπόρων. Περὶ διαλεκτικῆς. Περὶ τρόπων. Περὶ κατηγορημάτων. Ταῦτα αὐτῷ τὰ βιβλία.
《古代史》《论诸神》《论巨人》《论婚礼》《论诗人》《论义务》三卷《论善谋》《论恩惠》《劝勉篇》《论德性》《论天资》《论高尔吉普斯》《论嫉妒》《论爱欲》《论自由》《爱欲的技艺》《论荣誉》《论声誉》《政治家》《论谋议》《论法律》《论裁判》《论教养》《论言论》三卷《论终极目的》《论美》《论行为》《论知识》《论王权》《论友谊》《论宴饮》《论男女具有相同的德性》《论智者从事传授》《论格言》《讲演录》两卷《论快乐》《论固有属性》《论疑难》《论辩证法》《论修辞格》《论谓词》以上即是他的著作。
Καὶ τελευτᾷ τόνδε τὸν τρόπον· διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλʼ εἰπόντα ἤδη αὐτῷ προωδοιπορῆσθαι1 καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα. Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως· "Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην· ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν2 τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον."
他是以如下方式离世的:他的牙龈肿胀,因医生们禁止进食,他断食了两天。此后病情好转,医生们允许他恢复所有日常饮食习惯;但他不愿接受,说自己已经在生命的旅途上走了这么远,于是余下的日子继续断食,以与芝诺相同的方式离世。据某些人说,他活了八十岁,听从芝诺讲学达十九年。 我们也曾作了一首打趣他的诗如下: “我赞美克莱安特斯,但我更赞美哈得斯; 因见到他已是老翁,便不忍心让这位 在漫长岁月中汲尽生命之水的人, 在逝者当中从此得不到安歇。”
- 7.5.176ἤδη αὐτῷ προωδοιπορῆσθαι
此处是不及物动词 προοδοιπορέω(在旅程中先行)的完成时被动不定式构成的无人称句,与格 αὐτῷ 作动作主体与格:字面意为“旅程已被他走过了很长一段”,即指他在通往死亡的道路上已然行进大半。
- 7.5.176τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν
由否定动词 οὐκ ἠνέσχετο(未能忍受)统辖的带定冠词不定式(τὸ ... ἔχειν),其前带有双重否定词 μὴ οὐ。在带有否定含义的动词后,μὴ οὐ 引出不定式,表达“不能容忍其不获得安歇”,实即强烈肯定“不得不使他获得安歇”。
