← 第欧根尼·拉尔修

哲人言行录

§7.5.168-7.5.172

克莱安特斯的生平、劳作与言行录

记述芝诺的继承人克莱安特斯的出身,其贫困中夜间汲水以自给求学的轶事,以及他的坚韧勤勉、迟钝之名与诸多机智的言行录。

← 上一节下一节 →

​## Κεφ. εʼ. ΚΛΕΑΝΘΗΣ Κλεάνθης Φανίου Ἄσσιος. οὗτος πρῶτον ἦν πύκτης, ὥς φησιν Ἀντισθένης ἐν Διαδοχαῖς. ἀφικόμενος δʼ εἰς Ἀθήνας τέσσαρας ἔχων δραχμάς, καθά φασί τινες, καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. διεβοήθη δʼ ἐπὶ φιλοπονίᾳ, ὅς γε πένης ὢν ἄγαν ὥρμησε μισθοφορεῖν· καὶ νύκτωρ μὲν ἐν τοῖς κήποις ἤντλει, μεθʼ ἡμέραν δʼ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντλης ἐκλήθη. φασὶ δʼ αὐτὸν καὶ εἰς δικαστήριον ἀχθῆναι, λόγους δώσοντα πόθεν ἐς τοσοῦτον εὐέκτης ὢν διαζῇ· ἔπειτʼ ἀποφυγεῖν, τόν τε κηπουρὸν μάρτυρα παρασχόντα παρʼ ὃν ἤντλει,

​## 第五章克莱安特斯 克莱安特斯是法尼亚斯之子,阿索斯人。正如安提斯泰尼在《学派继承录》中所言,他起初是一名拳击手。据某些人所说,他带着四德拉克马来到雅典,投身于芝诺门下,极其高尚地从事哲学研究,并始终坚持同样的学说。他以勤劳而闻名天下,由于极为贫困,他便前去受雇劳作;他夜间在园圃中汲水,白天则潜心钻研言论,因此他也被称为“汲井者”。据说他甚至曾被带上法庭,要求交代他体格如此健壮究竟依凭何物为生;随后他获得了无罪开释,因为他提供了他为其汲水的园丁、

καὶ τὴν ἀλφιτόπωλιν παρʼ ᾗ τἄλφιτα ἔπεττεν. ἀποδεξαμένους δʼ αὐτὸν τοὺς Ἀρεοπαγίτας ψηφίσασθαι δέκα μνᾶς δοθῆναι, Ζήνωνα δὲ κωλῦσαι λαβεῖν. φασὶ δὲ καὶ Ἀντίγονον αὐτῷ τρισχιλίας δοῦναι. ἡγούμενόν τε τῶν ἐφήβων ἐπί τινα θέαν ὑπʼ ἀνέμου παραγυμνωθῆναι καὶ ὀφθῆναι ἀχίτωνα· ἐφʼ ᾧ κρότῳ τιμηθῆναι ὑπʼ Ἀθηναίων, καθά φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ἐθαυμάσθη δὴ οὖν καὶ διὰ τόδε. φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν1, διὰ τί ἀντλεῖ· τὸν δʼ εἰπεῖν, ἀντλῶ γὰρ μόνον; τίδʼ; οὐχὶ σκάπτω; τίδʼ; οὐκ ἄρδω καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα; καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς.

以及他为其磨面的卖面妇人作为证人。阿利奥帕古斯的法官们对他深感敬佩,表决赠予他十明那,芝诺却阻止他接受。据说安提柯也曾赠与他三千德拉克马。一次,在引领青年们前往观看某场演出时,一阵风吹开了他的外袍,人们见他未穿衬衣;为此雅典人报以掌声予以赞赏,正如马格内西亚的德米特里厄斯在《同名异人录》中所记载的那样。于是他因这一缘故也备受赞叹。又据说安提柯作为他的听讲者曾询问他为何汲水,他答道: “难道我仅仅汲水吗?何至于此!难道我不挖掘吗?何至于此!难道我不灌溉,不为了哲学而做尽一切吗?” 事实上,芝诺本人也在这方面督促磨炼他,并命他交出一奥博尔的工钱分成。

καί ποτʼ ἀθροισθὲν τὸ κέρμα ἐκόμισεν εἰς μέσον τῶν γνωρίμων καί φησι, Κλεάνθης μὲν καὶ ἄλλον Κλεάνθην δύναιτʼ ἂν τρέφειν, εἰ βούλοιτο· οἱ δʼ ἔχοντες ὅθεν τραφήσονται παρʼ ἑτέρων ἐπιζητοῦσι τἀπιτήδεια, καίπερ ἀνειμένως φιλοσοφοῦντες. ὅθεν δὴ καὶ δεύτερος Ἡρακλῆς ὁ Κλεάνθης ἐκαλεῖτο. ἦν δὲ πονικὸς μέν, ἀφύσικος δὲ καὶ βραδὺς ὑπερβαλλόντως· διὸ καὶ Τίμων περὶ αὐτοῦ φησιν οὕτως· "τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν, μωλύτης ἐπέων φίλος Ἄσσιος, ὅλμος ἄτολμος;" Καὶ σκωπτόμενος δʼ ὑπὸ τῶν συμμαθητῶν ἠνείχετο καὶ ὄνος ἀκούων προσεδέχετο, λέγων αὐτὸς μόνος δύνασθαι βαστάζειν τὸ Ζήνωνος φορτίον.

有一回,积攒的零钱凑足之后,他将其带到门生熟人们当中说道: “克莱安特斯若愿意,甚至还能供养另一个克莱安特斯;而那些拥有维生之资的人,尽管做学问毫无拘束,却还向别人索取日用所需。” 因此,克莱安特斯实际上也被称为“第二赫拉克勒斯”。他虽然勤勉耐劳,却缺乏天资且极其迟缓;因此蒂蒙在谈及他时也这般吟道: “像头羊般巡游于人群行列间的这人是谁?阿索斯那讨喜的字句研磨者,毫无胆量(阿托尔摩斯)的石臼(霍尔摩斯)!” 他受到同窗们的嘲弄也泰然受之,被呼为“驴子”亦安然承受,说道:唯有自己一人能够承受芝诺的重负。

καί ποτʼ ὀνειδιζόμενος ὡς δειλός, διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω. προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι γῆν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων, τίνι, ἔφη, ἐπιπλήττεις; καὶ ὃς γελάσας, πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή. εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, παῦσαι, ἔφη, καὶ μὴ ψέγε· εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ2. καὶ ὁ Ἀρκεσίλαος, οὐ κολακεύομαι, φησί· πρὸς ὃν ὁ Κλεάνθης, ναί, ἔφη, σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.

一次,有人责备他胆小懦弱,他说道: “正因如此, 我犯下的过错才少。” 他自认自己的生活优于富人,常说在富人们玩球的时光里,他自己却在掘地开垦坚硬贫瘠的土地。他还常常自责;阿里斯托听到了便问道: “你 在斥责谁呢?” 他笑着答道: “斥责一个老翁, 他虽满头白发,却毫无心智。” 当有人指出阿尔克西拉乌斯未尽应尽之责时,他说: “住口, 不要责难;因为即使他在言论上取消了义务,在行动上至少确立了它。” 阿尔克西拉乌斯说道: “我不受奉承”;克莱安特斯对他说道: “是的, 我正是在奉承你,说你言此而行彼。”

Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, τὸ τῆς Ἠλέκτρας, ἔφη, "σῖγα, σῖγα, λεπτὸν ἴχνος." Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν, "αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος." φησὶ δʼ ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη, σὺ μέντοι τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον· αἱ δʼ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα. μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται· τοῦ δʼ ἐπινεύσαντος, διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;

有人询问应当向儿子提点什么规诫,他说: “就是厄勒克特拉的那句话: ‘噤声,噤声,脚步放轻。’” 一位斯巴达人说到劳苦是件好事时,他喜悦地说道: “‘亲爱的孩子,你出身于高贵门第。’” 赫卡托在《言行录》中记载,一名美貌青年曾说: “如果击中腹部(加斯泰尔)叫腹击(加斯特里津),那么击中大腿(墨罗斯)就叫腿击(墨里津)吗?” 他说: “年轻人,你自己去股交(狄阿墨里斯莫斯)罢;类比的字词绝不必然意味着类比的事物。” 某次他与一位年轻人交谈,询问对方是否理解(觉察到);在青年点头赞同时,他说道: “那么为何 我却没有察觉到你理解了呢?”

语法注2 条
  1. 169Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν

    分词 ὄντα 在格位上与不定式 πυθέσθαι 的宾格主语 Ἀντίγονον 一致(“安提柯作为他的听讲者曾询问”)。属格 αὐτοῦ 既作动词 πυθέσθαι(向某人询问)的宾语,又修饰 ἀκροατήν(他的听讲者)。若分词指代克莱安特斯,则须用属格(ὄντος),因此在句法上它明确无误地修饰安提柯。

  2. 171εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ

    由 εἰ καὶ(“即使/纵然”)与 τοῖς γοῦν(“至少在……方面”)构成的让步对比句。条件从句中的关系与格 λόγῳ(“在言论/理论上”)与主句中的 τοῖς ἔργοις(“在行动/实践中”)相对立,凸显了学园派怀疑论者阿尔克西拉乌斯在理论上否定“适当的行为/义务”(τὸ καθῆκον),但在实际行事中至少确立了它。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.5.168-7.5.172