← 第欧根尼·拉尔修

哲人言行录

§7.4.166-7.4.167

叛徒狄奥尼修斯的生平与著作目录

记述了因眼疾剧痛而转投享乐主义的赫拉克利亚的狄奥尼修斯的生平、放荡生活及其著作书目,并在最后引出芝诺的继承者克莱安特斯。

← 上一节下一节 →

Διονύσιος δʼ ὁ Μεταθέμενος τέλος εἶπε τὴν ἡδονὴν διὰ περίστασιν ὀφθαλμίας· ἀλγήσας γὰρ ἐπιπόνως ὤκνησεν εἰπεῖν1 τὸν πόνον ἀδιάφορον. Ἦν δὲ παῖς μὲν Θεοφάντου, πόλεως δʼ Ἡρακλείας. ἤκουσε δέ, καθά φησι Διοκλῆς, πρῶτον μὲν Ἡρακλείδου τοῦ πολίτου, ἔπειτʼ Ἀλεξίνου καὶ Μενεδήμου, τελευταῖον δὲ Ζήνωνος.

“变节者”狄奥尼修斯由于眼疾之患,声称快乐才是终极目标;因为在经受了剧痛之后,他不愿再说痛苦是无差别的。 他是狄奥凡托斯之子,赫拉克利亚城人。正如狄奥克勒斯所说,他起初听讲于同邦人赫拉克利德斯,继而是亚历克西努斯与墨涅德穆斯,最后从学于芝诺。

Καὶ κατʼ ἀρχὰς μὲν φιλογράμματος ὢν παντοδαποῖς ἐπεχείρει ποιήμασιν, ἔπειτα δὲ καὶ Ἄρατον ἀπεδέχετο, ζηλῶν αὐτόν. ἀποστὰς δὲ τοῦ Ζήνωνος πρὸς τοὺς Κυρηναϊκοὺς ἀπετράπη καὶ εἴς τε τὰ χαμαιτυπεῖα εἰσῄει καὶ τἄλλʼ ἀπαρακαλύπτως ἡδυπάθει. βιοὺς δὲ πρὸς τὰ ὀγδοήκοντʼ ἀσιτίᾳ κατέστρεψε2. Βιβλία δʼ αὐτοῦ φέρεται τάδε· Περὶ ἀπαθείας β′. Περὶ ἀσκήσεως β′. Περὶ ἡδονῆς δ′. Περὶ πλούτου καὶ χάριτος καὶ τιμωρίας. Περὶ ἀνθρώπων χρήσεως. Περὶ εὐτυχίας. Περὶ ἀρχαίων βασιλέων. Περὶ τῶν ἐπαινουμένων. Περὶ βαρβαρικῶν ἐθῶν. Καὶ οὗτοι μὲν οἱ διενεχθέντες. διεδέξατο δὲ τὸν Ζήνωνα Κλεάνθης, περὶ οὗ λεκτέον.

起初他笃好文辞,尝试创作各类诗作,其后又推崇阿拉托斯并仿效他。然而他后来背离了芝诺,转投居勒尼学派,出入妓馆,并在其他方面也毫无遮掩地纵情享乐。他活到了大约八十岁,以绝食结束了自己的生命。 流传至今的他的著述有: 《论无情欲》二卷《论修习》二卷《论快乐》四卷《论财富、恩义与惩罚》《论人际交游》《论幸运》《论古代列王》《论备受赞美之事》《论异族风俗》以上便是那些产生分歧之人。而继承芝诺的则是克莱安特斯,接下来当谈论他。

语法注2 条
  1. 7.4.166ὤκνησεν εἰπεῖν

    动词 ὀκνέω(踌躇、畏难、不情愿)后接不定式 εἰπεῖν 的结构。在此处不仅指心理上的犹豫,更表示在切身体验了剧痛后,无法再坚持断言痛苦是“无差别的”(ἀδιάφορον),从而发生了思想立场的转向。

  2. 7.4.167ἀσιτίᾳ κατέστρεψε

    καταστρέφω 既可作不及物动词理解为“去世、身亡”,亦可理解为省略了宾语 τὸν βίον(“结束生命”)。ἀσιτίᾳ 为手段或原因与格,表示“通过绝食、以断食的方式”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.4.166-7.4.167