- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.3.165-7.3.166
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
记述迦太基的赫利洛斯以知识为终极目标、区分终极目标与从属目标的主张,及其因情势而异的学说、早年轶事与著作篇目。
Ἥριλλος δʼ ὁ Καρχηδόνιος τέλος εἶπε τὴν ἐπιστήμην, ὅπερ ἐστὶ ζῆν ἀεὶ πάντʼ ἀναφέροντα πρὸς τὸ μετʼ ἐπιστήμης ζῆν καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον. εἶναι δὲ τὴν ἐπιστήμην ἕξιν ἐν φαντασιῶν προσδέξει ἀνυπόπτωτον ὑπὸ λόγου1. ποτὲ δʼ ἔλεγε μηδὲν εἶναι τέλος, ἀλλὰ κατὰ τὰς περιστάσεις καὶ τὰ πράγματʼ ἀλλάττεσθαι αὐτό, ὡς καὶ τὸν αὐτὸν χαλκὸν ἢ Ἀλεξάνδρου γινόμενον ἀνδριάντα ἢ Σωκράτους. διαφέρειν δὲ τέλος καὶ ὑποτελίδα· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ2 μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι. ἔστι δʼ αὐτοῦ τὰ βιβλία ὀλιγόστιχα μέν, δυνάμεως δὲ μεστὰ καὶ περιέχοντα ἀντιρρήσεις πρὸς Ζήνωνα.
迦太基的赫利洛斯声称知识就是终极目标,也就是始终将一切事物归向伴随知识的生活,而不被无知所蒙蔽地活着。他还指出,知识是在接纳表象时一种不为论证所动摇的心境状态。然而他有时又说,并不存在任何单一固定的终极目标,而是随着情势和事物本身而变化,正如同一块青铜既可以制成亚历山大的塑像,也可以制成苏格拉底的塑像。他又主张终极目标与从属目标有所区别:因为即使非智者也会追求从属目标,而唯有智者才追求终极目标。处于德性与邪恶之间的事物则是无差别的。他的著作篇幅虽短,却充满力量,且包含了对芝诺的反驳。
Λέγεται δʼ ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἱκανοί, οὓς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυρᾶσθαι Ἥριλλον, οἱ δʼ ἀπετράποντο. Τὰ δὲ βιβλία ἐστὶ τάδε· Περὶ ἀσκήσεως. Περὶ παθῶν. Περὶ ὑπολήψεως. Νομοθέτης. Μαιευτικός. Ἀντιφέρων. Διδάσκαλος. Διασκευάζων. Εὐθύνων. Ἑρμῆς. Μήδεια. Διάλογοι. Θέσεων ἠθικῶν.
相传在他幼年之时,许多人曾爱恋于他,芝诺为了劝阻打发这些人,强令赫利洛斯剃光头发,那些人便散去了。 他的著述如下: 《论修习》《论情欲》《论臆断》《立法者》《助产术》《抗辩者》《教师》《改订者》《审察者》《赫耳墨斯》《美狄亚》《对话录》《伦理命题》
- 165ἀνυπόπτωτον ὑπὸ λόγου
复合形容词 ἀνυπόπτωτον(由否定前缀 ἀν- 与动词 ὑποπίπτω“屈服、倒下”构成)与表施动/原因的介词短语 ὑπὸ λόγου(“由理性/论证”)结合,意为“不为论证所推翻/不屈服于理性反驳”。
- 165τῆς μὲν γὰρ ... τοῦ δὲ
代词的指代关系采用了交错配列法(chiasmus)。阴性属格 τῆς μὲν 指代紧邻其前的阴性名词 ὑποτελίς(从属目标),而中性属格 τοῦ δὲ 则指代前文的中性名词 τέλος(终极目标),即后提及的事物先被承接阐述。
