- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.2.160-7.2.164
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
希俄斯学者阿里斯同的伦理主义学说、论辩轶事、著述篇目、中暑而亡的结局及挽诗,以及同名人物考。
Ἀρίστων ὁ Χῖος ὁ Φάλανθος, ἐπικαλούμενος Σειρήν, τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν1 πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας μηδʼ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλʼ ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρινεῖται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δʼ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς.
希俄斯的阿里斯同,秃头者,被冠以“塞壬”的绰号,他声称人生的终极目标是生活在对处于德性与邪恶之间的事物持无差别的状态中,在它们之间不留下任何微小的差别,而是对一切事物等量齐观;因为智者犹如优秀的演员,不论戴上忒耳西忒斯的面具还是阿伽门农的面具,都会恰当地演好各自的角色。他废弃了自然学与逻辑学部门,说前者超出了我们的能力,后者与我们毫不相干,唯有伦理学部门才与我们切身相关。
Ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, ἃ καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά ἐστιν. ἀρετάς τʼ οὔτε πολλὰς εἰσῆγεν, ὡς ὁ Ζήνων, οὔτε μίαν πολλοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν. οὕτω δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι2. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος3· ὅθεν ὁ Τίμων φησὶ περὶ αὐτοῦ, "καί τις Ἀρίστωνος γενεὴν ἀπὸ αἱμύλου ἕλκων".
他又说,辩证的论证有如蜘蛛网,虽然看似显现出某种技巧,却是无用的。关于诸德性,他既没有像芝诺那样引入许多种德性,也没有像麦加拉派那样认为是一德而冠以多名,而是主张德性依其相对于某种事物的关系而定。由于以这种方式从事哲学并在库诺萨耳革斯讲学,他赢得了足够的影响力而被称为宗派创立者。因此,米尔提阿德斯与狄菲洛斯被称作“阿里斯同派”。他为人极具说服力,并且天生善合流俗;因此蒂蒙论及他说: “又有某人从谄媚的阿里斯同处承袭门绪。”
Παραβαλὼν δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀρρωστίᾳ μακρᾷ περιπεσόντος. μάλιστα δὲ προσεῖχε Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν. ἀπετείνετο δὲ πρὸς Ἀρκεσίλαον· ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα, οἴμοι, ἔφη, δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας.
马格尼西亚的狄奥克勒斯说,当芝诺罹患长期沉疴时,他转投波勒蒙门下。他尤为信奉“智者绝无臆测”这一斯多亚派教义。为了反对这一教义,佩耳塞俄斯让孪生兄弟中的一人将一笔存款交付给他,随后让另一人前来索还;于是见他陷入窘迫而将他驳倒。他又将矛头指向阿尔克西拉欧;有一次他见到一头带有子宫的畸形公牛,便说: “呜呼,阿尔克西拉欧得到了一个反驳明证性的论据。”
Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, ἆρʼ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς; εἶπεν· ἀρνησαμένου δέ, "τίς δέ σʼ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς;" Βιβλία δʼ αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν β′. Περὶ τῶν Ζήνωνος δογμάτων. Διάλογοι. Σχολῶν ς′. Περὶ σοφίας διατριβῶν ζ′. Ἐρωτικαὶ διατριβαί. Ὑπομνήματα ὑπὲρ κενοδοξίας. Ὑπομνημάτων κε′. Ἀπομνημονευμάτων γ′. Χρειῶν ια′. Πρὸς τοὺς ῥήτορας. Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς. Πρὸς τοὺς διαλεκτικοὺς γ′. Πρὸς Κλεάνθην, Ἐπιστολῶν δ′. Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δʼ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.
对于一位声称自己无法把握任何事物的学园派学者,他说: “难道你连坐在你身旁的人也看不见吗?” 当对方予以否认时,他说: “究竟是谁弄瞎了你?是谁夺走了你油灯的光芒?” 流传下来的他的著述有如下诸篇: 《劝勉篇》两卷。 《论芝诺的教条》。 《对话录》。 《讲稿》六卷。 《论智慧之讲座》七卷。 《恋爱讲座》。 《论虚荣备忘录》。 《备忘录》二十五卷。 《回忆录》三卷。 《嘉言录》十一卷。 《驳修辞学家》。 《驳亚历克西诺斯的反驳》。 《驳辩证家》三卷。 《致克勒安忒斯书信》四卷。 然而帕奈提乌斯和索西克拉泰斯说,唯有书信是出自他之手,其余著作皆属于漫步派的阿里斯同。
Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δʼ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ· "τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ ʼρίστων, τὸ βρέγμʼ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν4 τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων ᾍδην." Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, ὁ δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἕκτος Ἀλεξανδρεὺς περιπατητικός.
据传说,他由于秃顶而被烈日灼晒,便以此种方式死去。我们用如下的跛行抑扬格诗作戏谑嘲讽他: “阿里斯同啊,既已年老秃顶,为何 还要将你的颅顶奉与烈日烘烤? 因此,你寻求了过甚其需的温暖, 却违背本愿,寻得了那真正冰凉的哈得斯。” 此外还有另一位阿里斯同,是来自尤利斯的漫步派学者;第三位是雅典的音乐家;第四位是悲剧诗人;第五位来自哈赖,撰写过修辞学技艺手册;第六位则是亚历山大里亚的漫步派学者。
- 160τὸ ἀδιαφόρως ἔχοντα ζῆν
带冠词不定式 τὸ ... ζῆν 构成述语名词(或与 τέλος 同格的主语),其不定式的逻辑主语为泛指的人,因而由阳性单数宾格分词 ἔχοντα 以及随后的 ἀπολείποντα, ἔχοντα 来体现。
- 161αἱρετιστὴς ἀκοῦσαι
动词 ἀκούω 此处具有受动性的习惯用法,意为“被称为……”,并带有主格补足语 αἱρετιστὴς(宗派创立者)。ἴσχυσε 与不定式 ἀκοῦσαι 连用,表示“获得了足以被称为……的影响力”。
- 161ὄχλῳ πεποιημένος
被动完成分词 πεποιημένος 与与格 ὄχλῳ 连用,属于表示关系或适应的与格,意为“专为合乎大众心意而生”或“适于迎合大众”。
- 164τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν
比较从句 ἢ δέοι 采用了祈愿语气,属于受主句过去时动词 εὗρες 影响的过去从属从句祈愿语气(past dependent optative),意为“比理应具有的更多的[温热]”。
