- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.155-7.1.160
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
总结了斯多亚派关于宇宙结构(同心球层、天上五环、地面五带)、自然与灵魂的本性(技艺之火、精气、死后存留)、灵魂的八个部分及视听与睡眠的运作机制、精气的发生学解释以及统导机能(位于心脏)的主张,并为全书自然学部分作结。
Ἀρέσκει δʼ αὐτοῖς καὶ τὴν διακόσμησιν ὧδε ἔχειν· μέσην τὴν γῆν κέντρου λόγον ἐπέχουσαν, μεθʼ ἣν τὸ ὕδωρ σφαιροειδές, ἔχον τὸ αὐτὸ κέντρον τῇ γῇ, ὥστε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δʼ ἀέρα ἐσφαιρωμένον. κύκλους δʼ εἶναι ἐν τῷ οὐρανῷ πέντε, ὧν πρῶτον ἀρκτικὸν ἀεὶ φαινόμενον, δεύτερον τροπικὸν θερινόν, τρίτον ἰσημερινόν, τέταρτον χειμερινὸν τροπικόν, πέμπτον ἀνταρκτικὸν ἀφανῆ. λέγονται δὲ παράλληλοι καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ ζωδιακὸς λοξός ἐστιν, ὡς ἐπιὼν τοὺς παραλλήλους.
他们还主张宇宙的建构如下:大地居于中央,占据中心点的地位;在大地之后是球状的水,与大地具有相同的中心,以致大地处于水中;在水之后则是球状的空气。天上有五道圆环,其中第一道是恒显的北极圈,第二道是夏至回归线,第三道是赤道,第四道是冬至回归线,第五道是不可见的南极圈。它们被称为平行圈,因为它们互不倾斜相交;然而它们是围绕同一中心绘制的。黄道带则是倾斜的,因为它斜贯诸平行圈。
ζῶναί τʼ ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος· δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καυμάτων, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος. Δοκεῖ δʼ αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές· τὴν δὲ ψυχὴν αἰσθητικὴν 〈φύσιν〉. ταύτην δʼ εἶναι τὸ συμφυὲς ἡμῖν πνεῦμα· διὸ καὶ σῶμα εἶναι καὶ μετὰ τὸν θάνατον ἐπιμένειν· φθαρτὴν δʼ ὑπάρχειν, τὴν δὲ τῶν ὅλων ἄφθαρτον, ἧς μέρη εἶναι τὰς ἐν τοῖς ζῴοις.
地面上也有五个带(气候带):第一带居北,在北极圈之外,因寒冷而不可居住;第二带是温带;第三带因酷热而不可居住,被称为灼热带;第四带是对温带(南温带);第五带居南,因寒冷而不可居住。 他们认为,自然是一种技艺之火,循序渐进地走向生成,它是一种火状且具技艺形态的气;而灵魂则是一种感觉性的〈自然〉。这是与我们生来相合的气,因此它也是物体,并在死后存留;然而个体的灵魂作为可朽者而存立,宇宙的灵魂则是不可朽的,动物中的灵魂便是后者的各部分。
Ζήνων δʼ ὁ Κιτιεὺς καὶ Ἀντίπατρος ἐν τοῖς Περὶ ψυχῆς καὶ Ποσειδώνιος πνεῦμα ἔνθερμον εἶναι τὴν ψυχήν· τούτῳ γὰρ ἡμᾶς εἶναι ἔμπνους καὶ ὑπὸ τούτου κινεῖσθαι. Κλεάνθης μὲν οὖν πάσας ἐπιδιαμένειν μέχρι τῆς ἐκπυρώσεως, Χρύσιππος δὲ τὰς τῶν σοφῶν μόνον. Μέρη δὲ ψυχῆς λέγουσιν ὀκτώ, τὰς πέντʼ αἰσθήσεις καὶ τοὺς ἐν ἡμῖν σπερματικοὺς λόγους καὶ τὸ φωνητικὸν καὶ τὸ λογιστικόν. ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς1, καθά φησι Χρύσιππος ἐν δευτέρῳ τῶν Φυσικῶν καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει2, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι.
基提翁的芝诺、安提帕特在《论灵魂》诸篇中以及波塞多尼奥都认为灵魂是温热的气;因为正是依凭它我们才得以呼吸生存,并受其推动。克莱安特认为一切灵魂都存留直至宇宙大火,而克律西波则认为唯有智者的灵魂存留。 他们说灵魂有八个部分:五种感觉、我们内里的种性本则(精气理则)、发声机能以及理性机能。正如克律西波在《物理学论考》第二卷和阿波罗多洛所述,当视觉与底层的光之间的介质呈圆锥状张紧时,便发生视觉。不过,空气圆锥的尖端在视线一端,而其底面则在所见之物一端;因此,张紧的空气犹如手杖一般将所见之物传递回来。
Ἀκούειν δὲ τοῦ μεταξὺ τοῦ τε φωνοῦντος καὶ τοῦ ἀκούοντος ἀέρος πληττομένου σφαιροειδῶς, εἶτα κυματουμένου καὶ ταῖς ἀκοαῖς προσπίπτοντος, ὡς κυματοῦται τὸ ἐν τῇ δεξαμενῇ ὕδωρ κατὰ κύκλους ὑπὸ τοῦ ἐμβληθέντος λίθου. τὸν δὲ ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. αἰτίας δὲ τῶν παθῶν ἀπολείπουσι τὰς περὶ τὸ πνεῦμα τροπάς. Σπέρμα δὲ λέγουσιν εἶναι τὸ οἷόν τε γεννᾶν τοιαῦτʼ ἀφʼ οἵου καὶ αὐτὸ ἀπεκρίθη· ἀνθρώπου δὲ σπέρμα, ὃ μεθίησιν ὁ ἄνθρωπος μεθʼ ὑγροῦ, συγκιρνᾶσθαι τοῖς τῆς ψυχῆς μέρεσι κατὰ μιγμὸν τοῦ τῶν προγόνων λόγου.
发声者与听者之间的空气受到球状的撞击,随后泛起波纹并触及听觉器官,正如投入水池的石子使其中的水呈同心圆泛起波纹一样,从而产生听觉。当主导机能周围的感觉张力松弛时,便发生睡眠。至于情念的原因,他们则归于有关气(精气)的变化。 他们说,种子(精液)乃是能够产生与其自身所脱离之物同一性质之物的东西;而人伴随湿气排出的种精,则是按照祖先理则的混合而与灵魂的各部分交融在一起的。
εἶναι δʼ αὐτὸ Χρύσιππός φησιν ἐν τῇ δευτέρᾳ τῶν Φυσικῶν πνεῦμα κατὰ τὴν οὐσίαν, ὡς δῆλον ἐκ τῶν εἰς τὴν γῆν καταβαλλομένων σπερμάτων, ἃ παλαιωθέντα οὐκέτι φύεται, ὡς δῆλον διαπεπνευκυίας αὐτοῖς τῆς δυνάμεως3. καὶ ἀφʼ ὅλων δὲ τῶν σωμάτων αὐτό φασι καταφέρεσθαι οἱ περὶ τὸν Σφαῖρον· πάντων γοῦν γεννητικὸν εἶναι τῶν τοῦ σώματος μερῶν. τὸ δὲ τῆς θηλείας ἄγονον ἀποφαίνονται· ἄτονόν τε γὰρ εἶναι καὶ ὀλίγον καὶ ὑδατῶδες, ὡς ὁ Σφαῖρός φησιν. ἡγεμονικὸν δʼ εἶναι τὸ κυριώτατον τῆς ψυχῆς, ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται· ὅπερ εἶναι ἐν καρδίᾳ.
正如克律西波在《物理学论考》第二卷中所述,精气就其实体而言乃是气,这一点从播入大地的种子中便可清楚看出,种子久置陈腐便不再发芽,因为显然它们的力量已经发散殆尽。斯派罗的门从亦称,精气是从整个身体各处汇集而下的;无论如何,它是身体所有部分的生殖因。但他们判定女性的精液是不育的;因为正如斯派罗所言,它是缺乏张力的、稀少的且呈水状的。主导机能是灵魂中最为统摄的部分,表象与冲动在此产生,理性亦由此发出;而它位于心脏之中。
Ταῦτα μὲν καὶ τὰ φυσικὰ τὸ ὅσον ἡμῖν ἀποχρώντως ἔχειν δοκεῖ, στοχαζομένοις τῆς συμμετρίας τοῦ συγγράμματος. ἃ δέ τινες ἐξ αὐτῶν διηνέχθησαν, ἔστι τάδε.
对于着眼于全书均衡匀称的我们来说,这些自然学的内容似乎已足矣。而他们当中某些人意见相左之处,则有如下述。
- 7.1.157ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς
不定式 ὁρᾶν 表达泛指的视觉活动(“看/视觉产生”),在间接引语中依附于前文承前省略的 λέγουσιν 或 φασί。其后的 τοῦ... ἐντεινομένου 为属格绝对结构,其逻辑主语是中性短语 τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτός(“视觉与底层光线之间的介质”)。传抄中有将 φωτός 改读为 ἀέρος 的观点,但依现有手抄本,后一句中的 τοῦ ἀέρος 紧接着对这一介质的空气实质做出了补足说明。
- 7.1.157γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει
中性实质化形容词 τὸ κωνοειδές 在此特指圆锥的“尖端”而非整个圆锥体本身,这由其与后文的 τὴν δὲ βάσιν(底面)构成的明确对比所决定:尖端对着眼睛(πρὸς τῇ ὄψει),而底面对应所见之物(πρὸς τῷ ὁρωμένῳ)。
- 7.1.159ὡς δῆλον διαπεπνευκυίας αὐτοῖς τῆς δυνάμεως
此结构由插入语 ὡς δῆλον(“显而易见”)与属格绝对句 διαπεπνευκυίας... τῆς δυνάμεως(“其力量已消散殆尽”)复合而成。代词 αὐτοῖς 是关涉与格(“对它们而言”,指种子)。这紧随前文的 ὡς δῆλον ἐκ...,给出了陈旧种子不再发芽的根本原因:其内在的精气与生殖能力已完全挥发。
