← 第欧根尼·拉尔修

哲人言行录

§7.1.98-7.1.103

唯美即善的论证与无差别物的定义

本节阐明了关乎心灵的诸善之分类及善之各项属性的定义,论证了唯有高尚者才是善,并提出了善、恶与无差别物的“三分法”,说明了财富、健康与快乐皆属无差别之物的论据。

← 上一节下一节 →

Ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰσιν ἕξεις, τὰ δὲ διαθέσεις, τὰ δʼ οὔθʼ ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν αἱ ἀρεταί, ἕξεις δὲ τὰ ἐπιτηδεύματα, οὔτε δʼ ἕξεις οὔτε διαθέσεις αἱ ἐνέργειαι. κοινῶς δὲ τῶν ἀγαθῶν μικτὰ μέν ἐστιν εὐτεκνία καὶ εὐγηρία, ἁπλοῦν δʼ ἐστὶν ἀγαθὸν ἐπιστήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δέ, οἷον χαρά, περιπάτησις. Πᾶν δʼ ἀγαθὸν συμφέρον εἶναι καὶ δέον καὶ λυσιτελὲς καὶ χρήσιμον καὶ εὔχρηστον καὶ καλὸν καὶ ὠφέλιμον καὶ αἱρετὸν καὶ δίκαιον.

此外,在关乎心灵的诸善之中,有些是状态,有些是品质,有些则既非状态亦非品质。诸德性是品质,各项操持是状态,诸活动则既非状态亦非品质。普遍而言,在诸善之中,儿女优良与安享晚年是复合的善,知识则是单纯的善。而且诸德性始终常驻,另一些则并非始终常驻,例如欣喜和散步。 一切善都是有益的、应分的、划算的、有用的、合用的、高尚的、带来益处的、值得选择的、正当的:

συμφέρον μὲν ὅτι φέρει τοιαῦτα ὧν συμβαινόντων ὠφελούμεθα· δέον δʼ ὅτι συνέχει ἐν οἷς χρή· λυσιτελὲς δʼ ὅτι λύει τὰ τελούμενα εἰς αὐτό, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ1· χρήσιμον δʼ ὅτι χρείαν ὠφελείας παρέχεται· εὔχρηστον δʼ ὅτι τὴν χρείαν ἐπαινετὴν ἀπεργάζεται· καλὸν δʼ ὅτι συμμέτρως ἔχει πρὸς τὴν ἑαυτοῦ χρείαν· ὠφέλιμον δʼ ὅτι τοιοῦτόν ἐστιν ὥστε ὠφελεῖν· αἱρετὸν δʼ ὅτι τοιοῦτόν ἐστιν ὥστε εὐλόγως αὐτὸ αἱρεῖσθαι· δίκαιον δʼ ὅτι νόμῳ ἐστὶ σύμφωνον καὶ κοινωνίας ποιητικόν.

说是有益的,是因为它带来此类事物,由其发生我们便获益;说是应分的,是因为它在必须之处维系结合;说是划算的,是因为它清偿为之所付出的费用,从而使因经营而得的报偿在利益上有所超越;说是有用的,是因为它提供了益处之运用;说是合用的,是因为它使其运用成为值得赞许的;说是高尚的,是因为它与自身之用途比例得当;说是带来益处的,是因为它具有使之益人的性质;说是值得选择的,是因为它具有理当被选的性质;说是正当的,是因为它合乎法律并促成共同体。

Καλὸν δὲ λέγουσι τὸ τέλειον ἀγαθὸν παρὰ τὸ πάντας ἀπέχειν τοὺς ἐπιζητουμένους ἀριθμοὺς ὑπὸ τῆς φύσεως2 ἢ τὸ τελέως σύμμετρον. εἴδη δʼ εἶναι τοῦ καλοῦ τέτταρα, δίκαιον, ἀνδρεῖον, κόσμιον, ἐπιστημονικόν· ἐν γὰρ τοῖσδε τὰς καλὰς πράξεις συντελεῖσθαι. ἀνὰ λόγον δὲ καὶ τοῦ αἰσχροῦ εἶναι εἴδη τέτταρα, τό τʼ ἄδικον καὶ τὸ δειλὸν καὶ ἄκοσμον καὶ ἄφρον. λέγεσθαι δὲ τὸ καλὸν μοναχῶς μὲν τὸ ἐπαινετοὺς παρεχόμενον τοὺς ἔχοντας 〈ἢ〉 ἀγαθὸν ἐπαίνου ἄξιον· ἑτέρως δὲ τὸ εὖ πεφυκέναι πρὸς τὸ ἴδιον ἔργον· ἄλλως δὲ τὸ ἐπικοσμοῦν, ὅταν λέγωμεν μόνον τὸν σοφὸν ἀγαθὸν καὶ καλὸν εἶναι.

他们把完全的善称为“高尚”,是由于它完全具备了本性所要求的一切要素,或是由于它极其相称匀称。高尚有四种形式:正义的、勇敢的、有序的、合乎知识的;因为高尚的行为就是由这些构成的。相应地,丑陋也有四种形式:不正的、怯懦的、无序的、愚昧的。所谓“高尚”,一种意义是指使拥有者受赞扬者,或是指配受赞扬的善;另一种意义是指就其本分工作而言本性良好;还有一种意义是指予以妆点者,如当我们说唯有智者才是善且高尚的。

Λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, καθά φησιν Ἑκάτων ἐν τῷ τρίτῳ Περὶ ἀγαθῶν καὶ Χρύσιππος ἐν τοῖς Περὶ τοῦ καλοῦ· εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς, ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν, ὅπερ ἴσον ἐστὶ τούτῳ3. ἐπεὶ γάρ ἐστιν ἀγαθόν, καλόν ἐστιν· ἔστι δὲ καλόν· ἀγαθὸν ἄρα ἐστί. δοκεῖ δὲ πάντα τὰ ἀγαθὰ ἴσα εἶναι καὶ πᾶν ἀγαθὸν ἐπʼ ἄκρον εἶναι αἱρετὸν καὶ μήτʼ ἄνεσιν μήτʼ ἐπίτασιν ἐπιδέχεσθαι. τῶν δʼ ὄντων φασὶ τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δʼ οὐδέτερα.

他们还主张唯有高尚之物才是善,正如赫卡托在《论善》第三卷中所言,以及克律西波在《论高尚》中所言;并且主张这便是德性以及分有德性之物,与此相当的是“一切善皆为高尚”以及“善与高尚等值”,这与前者是等同的。因为既然它是善,它便是高尚的;而它是高尚的;因此它是善。大家认为一切善都是平等的,并且一切善都在最高程度上值得选择,既不容许减弱,亦不容许增强。而在存在物之中,他们说有些是善,有些是恶,有些则是无差别的中性物。

Ἀγαθὰ μὲν οὖν τάς τʼ ἀρετάς, φρόνησιν, δικαιοσύνην, ἀνδρείαν, σωφροσύνην καὶ τὰ λοιπά· κακὰ δὲ τὰ ἐναντία, ἀφροσύνην, ἀδικίαν καὶ τὰ λοιπά. οὐδέτερα δὲ ὅσα μήτʼ ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια, καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ Περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτʼ ἀγαθά, ἀλλʼ ἀδιάφορα κατʼ εἶδος προηγμένα.

善便是诸德性:明智、正义、勇敢、节制及其他;恶则是与之相反者:愚妄、不公及其他。中性物则是既不益人也不害人的一切事物,例如生命、健康、快乐、容貌、力量、财富、令名、贵胄之身;以及与之相反者:死亡、疾病、劳苦、丑陋、衰弱、贫困、恶名、微贱之身,以及与此类似之物,正如赫卡托在《论目的》第七卷、阿波罗多洛在《伦理学》以及克律西波所言。因为这些并非善,而是在种上受偏选的无差别之物。

ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν· οὐ μᾶλλον δʼ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια4· οὐκ ἄρʼ ἀγαθὸν οὔτε πλοῦτος οὔθʼ ὑγίεια. ἔτι τέ φασιν, ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτʼ οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρʼ ἀγαθὸν πλοῦτος καὶ ὑγίεια. Ποσειδώνιος μέντοι καὶ ταῦτά φησι τῶν ἀγαθῶν εἶναι. ἀλλʼ οὐδὲ τὴν ἡδονὴν ἀγαθόν φασιν Ἑκάτων τʼ ἐν τῷ ἐνάτῳ Περὶ ἀγαθῶν καὶ Χρύσιππος ἐν τοῖς Περὶ ἡδονῆς· εἶναι γὰρ καὶ αἰσχρὰς ἡδονάς, μηδὲν δʼ αἰσχρὸν εἶναι ἀγαθόν.

因为正如发热乃热者之固有属性而非致冷,益人亦为善者之固有属性而非害人;然而财富与健康并不比害人更能益人;因此财富与健康皆非善。此外他们还说:凡可被善用亦可被恶用者,皆非善;然而财富与健康既可被善用亦可被恶用;因此财富与健康非善。然而波塞多尼奥却声称这些也属于善。此外,赫卡托在《论善》第九卷以及克律西波在《论快乐》中皆言快乐亦非善;因为也存在丑陋的快乐,而丑陋之物绝非善。

语法注4 条
  1. 7.1.99λυσιτελὲς δʼ ὅτι λύει τὰ τελούμενα εἰς αὐτό, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ

    词源学解释。动词 λύει(清偿、偿还)支配宾语 τὰ τελούμενα εἰς αὐτό(为之付出的开支、费用),依 λυσιτελής(划算的、有利的)的构词(λύω + τέλος)加以阐发。在 ὥστε 引导的结果从句中,τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας(经营带来的报偿/回报)作主语,τῇ ὠφελείᾳ 为表示方面的与格,意为“在利益上”超过(ὑπεραίρειν)。

  2. 7.1.100παρὰ τὸ πάντας ἀπέχειν τοὺς ἐπιζητουμένους ἀριθμοὺς ὑπὸ τῆς φύσεως

    前置词 παρά 接带冠词不定式(τὸ ... ἀπέχειν)的宾格短语,表示原因(“由于……”)。动词 ἀπέχειν 在此意为“完全具备/领有”。τοὺς ἐπιζητουμένους ἀριθμούς 字面为“所要求的各个数目”,在斯多亚哲学中指构成完全性所必需的全部要素、部分或规定(相当于拉丁语的 omnes numeros habere)。

  3. 7.1.101ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν, ὅπερ ἴσον ἐστὶ τούτῳ

    结构紧密的复合句。关系代词 ᾧ(与格)指代前文“唯有高尚者才是善(即德性及分有德性者)”这一命题,作为 ἴσον ἐστίν(与……等同)的补足语。句子的主语是由 καί 连接的两个带冠词不定式从句(τὸ ... εἶναι 和 τὸ ... ἰσοδυναμεῖν)。后置的 ὅπερ ἴσον ἐστὶ τούτῳ(“这与此等同”)是解释性的插入关系从句,复指这种等价关系。

  4. 7.1.103οὐ μᾶλλον δʼ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια

    比较句式 οὐ μᾶλλον A ἢ B(“与其说 A 不如说 B”或“不比 B 更 A”)。此处意指财富与健康“并不比害人更能益人(既能益人亦能害人)”,在论证中作为小前提,用以证明二者并非内在的善,而是无差别之物。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.98-7.1.103