← 第欧根尼·拉尔修

哲人言行录

§7.1.93-7.1.97

诸德性与恶习的定义及善恶的分类

本段列出了斯多亚派关于诸从属德性及其相应恶习的定义与层级,并从本质、分有与副产物,心灵、外在与中立,以及产生性与目的性等多重视角系统分类了善与恶。

← 上一节下一节 →

τὴν δὲ δικαιοσύνην * *1 τὴν δὲ μεγαλοψυχίαν ἐπιστήμην ἢ ἕξιν ὑπεράνω ποιοῦσαν τῶν συμβαινόντων κοινῇ φαύλων τε καὶ σπουδαίων· τὴν δʼ ἐγκράτειαν διάθεσιν ἀνυπέρβατον τῶν κατʼ ὀρθὸν λόγον ἢ ἕξιν ἀήττητον ἡδονῶν. τὴν δὲ καρτερίαν ἐπιστήμην ἢ ἕξιν ὧν ἐμμενετέον καὶ μὴ καὶ οὐδετέρων. τὴν δʼ ἀγχίνοιαν ἕξιν εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα· τὴν δʼ εὐβουλίαν ἐπιστήμην τοῦ σκοπεῖσθαι ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως. Ἀνὰ λόγον δὲ καὶ τῶν κακιῶν τὰς μὲν εἶναι πρώτας, τὰς δʼ ὑπὸ ταύτας· οἷον ἀφροσύνην μὲν καὶ δειλίαν καὶ ἀδικίαν καὶ ἀκολασίαν ἐν ταῖς πρώταις, ἀκρασίαν δὲ καὶ βραδύνοιαν καὶ κακοβουλίαν ἐν ταῖς ὑπὸ ταύτας. εἶναι δʼ ἀγνοίας τὰς κακίας, ὧν αἱ ἀρεταὶ ἐπιστῆμαι.

正义则是[……]。大度是使人超越于卑劣者与优秀者所共同遭遇之事的知识或状态;自制是不越出合乎正确理性之事的品质,或者是不可为诸快乐所击败的状态;坚忍是关于应当坚持之事、不应当坚持之事以及二者皆非之事的知识或状态;机敏是能当场发现应当履行之职责的状态;善谋是考察做何种事、如何做事方能合乎利益的知识。 相应地,在诸恶之中,有些是首要的,有些是隶属于这些首要之恶的:例如无智、怯懦、不公、放纵属于首要之列;而失制、愚钝、恶谋则属于隶属之列。德性是关于哪些事物的知识,恶便是关于哪些事物的无知。

Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ 〈οὗ〉 τι ὄφελος, ἰδίως δʼ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφʼ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθʼ ὃ συμβαίνει〉2, ὡς τὴν πρᾶξιν τὴν κατʼ ἀρετήν· ὑφʼ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς. Ἄλλως δʼ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθόν, τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ. τοιοῦτον δʼ εἶναι τὴν ἀρετήν, ὥς τε μετέχοντα τάς τε πράξεις τὰς κατʼ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι· ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια.

广义而言,善是某种产生益处的事物;而从本义而言,它要么与益处同一,要么与益处并无二致。因此,德性本身与分有德性之物便在如下三种意义上被称为善:即由此而产生〈益处〉的善,〈依据之而产生益处〉的善(如符合德性的行为),以及由之产生益处的善(如分有德性的优秀者)。 在另一种表述中,他们如此专门地定义善:“理性存在物作为理性存在物而在本性上的完美状态。”德性便是如此的状态;因此分有它的事物便是符合德性的诸行为与优秀之人;而随之产生的副产品则是欣喜、舒畅以及类似之物。

ὡσαύτως δὲ καὶ τῶν κακιῶν τὸ μὲν εἶναι ἀφροσύνην, δειλίαν, ἀδικίαν καὶ τὰ παραπλήσια· μετέχοντα δὲ κακίας τάς τε πράξεις τὰς κατὰ κακίαν καὶ τοὺς φαύλους· ἐπιγεννήματα δὲ τήν τε δυσθυμίαν καὶ τὴν δυσφροσύνην καὶ τὰ ὅμοια. Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δʼ ἐκτός, τὰ δʼ οὔτε περὶ ψυχὴν οὔτʼ ἐκτός. τὰ μὲν περὶ ψυχὴν ἀρετὰς καὶ τὰς κατὰ ταύτας πράξεις· τὰ δʼ ἐκτὸς τό τε σπουδαίαν ἔχειν πατρίδα καὶ σπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν· τὰ δʼ οὔτʼ ἐκτὸς οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι σπουδαῖον καὶ εὐδαίμονα3.

同样,在恶之中,一方面是无智、怯懦、不公及类似之物;分有恶的则是依据恶的诸行为与卑劣之人;而随之产生的副产品则是沮丧、郁闷及类似之物。 此外,在诸善之中,有些关乎心灵,有些属于外在,有些则既不关乎心灵也不属于外在。关乎心灵的是诸德性及其相符的诸行为;外在的是拥有优秀的祖国、优秀的朋友以及这些方面的幸福;既不属于外在也不关乎心灵的,则是自身对自己而言是优秀的与幸福的。

ἀνάπαλιν δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχὴν εἶναι, τὰς κακίας καὶ τὰς κατʼ αὐτὰς πράξεις· τὰ δʼ ἐκτὸς τὸ ἄφρονα πατρίδα ἔχειν καὶ ἄφρονα φίλον καὶ τὴν τούτων κακοδαιμονίαν· τὰ δʼ οὔτʼ ἐκτὸς οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι φαῦλον καὶ κακοδαίμονα. Ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. τὸν μὲν οὖν φίλον καὶ τὰς ἀπʼ αὐτοῦ γινομένας ὠφελείας ποιητικὰ εἶναι ἀγαθά· θάρσος δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροσύνην καὶ ἀλυπίαν καὶ πᾶσαν τὴν κατʼ ἀρετὴν πρᾶξιν τελικά.

相反,在诸恶之中,有些关乎心灵,即诸恶及其相符的诸行为;外在的是拥有愚昧的祖国、愚昧的朋友以及这些方面的悲惨;既不属于外在也不关乎心灵的,则是自身对自己而言是卑劣的与悲惨的。 再者,在诸善之中,有些是目的性的,有些是产生性的,有些既是目的性的又是产生性的。因此,朋友以及由他而来的益处是产生性的善;而勇气、傲气、自由、愉悦、舒畅、无痛以及符合德性的一切行为则是目的性的善。

Ποιητικὰ δὲ καὶ τελικὰ εἶναι ἀγαθὰ 〈τὰς ἀρετάσ〉. καθὸ μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν, ποιητικά ἐστιν ἀγαθά· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι4, τελικά. ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δʼ ἀμφοτέρως ἔχοντα. τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπʼ αὐτοῦ γινομένας βλάβας ποιητικὰ εἶναι· κατάπληξιν δὲ καὶ ταπεινότητα καὶ δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά· ἀμφοτέρως δʼ ἔχοντα 〈τὰς κακίασ〉, ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν, ποιητικά ἐστι· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά.

而既是产生性又是目的性的善则是〈诸德性〉。因为就它们达成幸福而言,它们是产生性的善;但就它们填满幸福、从而成为幸福的组成部分而言,它们是目的性的善。同样,在诸恶之中,有些是目的性的,有些是产生性的,有些则兼具二者。敌人以及由他而来的危害是产生性的;惊骇、卑屈、奴役、无趣、沮丧、极度悲痛以及符合恶的一切行为则是目的性的;而兼具二者的是〈诸恶〉,因为就它们造成悲惨而言,它们是产生性的,但就它们填满悲惨、从而成为悲惨的组成部分而言,它们是目的性的。

语法注4 条
  1. 7.1.93τὴν δὲ δικαιοσύνην * *

    在手抄本传统中,紧随§92中提到的明智与勇敢之后的“正义”定义(可能还包括“节制”的定义)在此处脱落。星号标示了该文本缺文。

  2. 7.1.94ἀφʼ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθʼ ὃ συμβαίνει〉

    此为校勘学者补入的文字,用以恢复斯多亚派关于善的三分结构(产生益处的源头 ἀφ' οὗ、依之产生的方式 καθ' ὅ、产生益处的主体 ὑφ' οὗ)。尖括号内的文字是根据后文的 ὑφʼ οὗ δέ 及其平行文献补足的。

  3. 7.1.95τὸ αὐτὸν ἑαυτῷ εἶναι σπουδαῖον καὶ εὐδαίμονα

    由中性定冠词 τό 引导的定语化不定式结构(宾格不定式句)。不定式 εἶναι 的逻辑主语是宾格的 αὐτόν,与格 ἑαυτῷ 作为关涉与格(“对自己而言”)使用;谓语形容词 σπουδαῖον καὶ εὐδαίμονα 与主语 αὐτόν 保持格的一致而作宾格。

  4. 7.1.97συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι

    连词 ὥστε 引导带不定式 γίνεσθαι 的结果从句,表示“从而成为其组成部分”。这解释了斯多亚派的专门信条:德性不仅是幸福的外部诱因,更是构成幸福本身的必要组成部分。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.93-7.1.97