- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.104-7.1.108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节阐述了斯多亚派关于“无差别之物”的两种含义,以及基于“价值”之三层含义而划分的“受偏选者”与“遭拒斥者”,继而讨论了“应做之事/义务”(kathēkon)的定义、语源与具体分类。
ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν1 κατʼ ἀρετήν, βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν. Διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχὺς καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων εὐδαιμονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιμονικῆς οὔσης ἢ κακοδαιμονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ μήθʼ ὁρμῆς μήτʼ ἀφορμῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθʼ οὕτω λεγομένων· ὁρμῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆς κινητικά.
而益人是指依于德性而行动或持存,害人则是指依于恶行而行动或持存。 他们说,“无差别之物”有两种含义:一种是指既无助于幸福亦无助于不幸的事物,正如财富、名声、健康、力量及类似之物所具有的情形;因为即便没有这些事物,人也可能获得幸福,因为正是对此类事物某种特定的运用,才促成幸福或招致不幸。在另一种含义上,无差别之物是指既不能引起冲动亦不能引起厌避的事物,正如头上头发的数目是偶数还是奇数,或是伸出一根手指还是弯曲它,前一类无差别之物则不再以此种方式言说;因为前一类事物确实能够激发起冲动与厌避。
διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, 〈τὰ δὲ ἀπεκλέγεται〉 τῶν ἑτέρων ἐπίσης ἐχόντων πρὸς αἵρεσιν καὶ φυγήν. Τῶν ἀδιαφόρων τὰ μὲν λέγουσι προηγμένα, τὰ δὲ ἀποπροηγμένα· προηγμένα μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγμένα δὲ τὰ ἀπαξίαν ἔχοντα. ἀξίαν δὲ τὴν μέν τινα λέγουσι σύμβλησιν πρὸς τὸν ὁμολογούμενον βίον, ἥτις ἐστὶ περὶ πᾶν ἀγαθόν· τὴν δὲ εἶναι μέσην τινὰ δύναμιν ἢ χρείαν συμβαλλομένην πρὸς τὸν κατὰ φύσιν βίον, ὅμοιον εἰπεῖν ἥντινα προσφέρεται πρὸς τὸν κατὰ φύσιν βίον πλοῦτος ἢ ὑγίεια· τὴν δʼ εἶναι ἀξίαν ἀμοιβὴν δοκιμαστοῦ, ἣν ἂν ὁ ἔμπειρος τῶν πραγμάτων τάξῃ2, ὅμοιον εἰπεῖν ἀμείβεσθαι πυροὺς πρὸς τὰς σὺν ἡμιόνῳ κριθάς.
因此,前者之中有些被选取,有些则被弃置,而后者在选择与回避面前则处于平等的地位。 在无差别之物中,他们把一些称为“受偏选者”,另一些称为“遭拒斥者”;受偏选者即具有价值之物,遭拒斥者即具有负价值之物。而所谓“价值”,他们一种是指对相符一致之生活的贡献,这关涉到一切善;另一种是指对合乎本性之生活有所助益的某种中间能力或功用,就像人们说财富或健康对合乎本性的生活所提供的那种助益一样;第三种价值是指鉴定人所评估的兑换率,即精通事务者所制定的价格,就像人们说用小麦兑换大麦外加一匹骡子一样。
Προηγμένα μὲν οὖν εἶναι ἃ καὶ ἀξίαν ἔχει, οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν ζωήν, ὑγίειαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλος 〈καὶ τὰ παραπλήσια〉· ἐπὶ δὲ τῶν ἐκτὸς πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγμένα δʼ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν θάνατον, νόσον, ἀσθένειαν, καχεξίαν, πήρωσιν, αἶσχος καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸς πενίαν, ἀδοξίαν, δυσγένειαν καὶ τὰ παραπλήσια· οὔτε δὲ προήχθη οὔτʼ ἀποπροήχθη τὰ οὐδετέρως ἔχοντα.
因此,受偏选者便是那些亦具有价值的事物,例如在关乎灵魂的事物中,有天赋、技艺、进境及类似之物;在身体方面,有生命、健康、体力、良好体况、五体健全、容貌美及类似之物;在外部事物方面,有财富、名声、贵胄之身及类似之物。而遭拒斥者,在关乎灵魂的事物中,有缺乏天赋、不通技艺及类似之物;在身体方面,有死亡、疾病、衰弱、不良体况、残疾、丑陋及类似之物;在外部事物方面,有贫困、恶名、微贱之身及类似之物。而那些既不属于此亦不属于彼的事物,则既不受偏选亦不遭拒斥。
Ἔτι τῶν προηγμένων τὰ μὲν διʼ αὑτὰ προῆκται, τὰ δὲ διʼ ἕτερα, τὰ δὲ καὶ διʼ αὑτὰ καὶ διʼ ἕτερα. διʼ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· διʼ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ ὅμοια· διʼ αὑτὰ δὲ καὶ διʼ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης. διʼ αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί· διʼ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας οὐκ ὀλίγας. ὁμοίως δʼ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν ἐναντίον λόγον. Ἔτι δὲ καθῆκόν φασιν εἶναι ὃ πραχθὲν εὔλογόν [τε] ἴσχει ἀπολογισμόν3, οἷον τὸ ἀκόλουθον ἐν τῇ ζωῇ, ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα.
此外,在受偏选者之中,有些因其自身而被偏选,有些因其他事物,有些则既因自身亦因其他事物。因其自身而被偏选的有天赋、进境及类似之物;因其他事物而被偏选的有财富、贵胄之身及类似之物;既因自身亦因其他事物而被偏选的有力量、敏锐的感知、五体健全。因其自身,是因为它们合乎本性;因其他事物,是因为它们提供了不少功用。遭拒斥者亦依相反的道理具有类似的区分。 此外,他们声称,应做之事(义务)乃是行出之后具有合乎情理之辩解的行为,例如生活中的合宜相循之事,此原则甚至延伸至植物与动物;因为在这些生物中亦可见出应做之事。
Κατωνομάσθαι δʼ οὕτως ὑπὸ πρώτου Ζήνωνος τὸ καθῆκον, ἀπὸ τοῦ κατά τινας ἥκειν4 τῆς προσονομασίας εἰλημμένης. ἐνέργημα δʼ αὐτὸ εἶναι ταῖς κατὰ φύσιν κατασκευαῖς οἰκεῖον. τῶν γὰρ καθʼ ὁρμὴν ἐνεργουμένων τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ παρὰ τὸ καθῆκον, τὰ δʼ οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον. Καθήκοντα μὲν οὖν εἶναι ὅσα λόγος αἱρεῖ ποιεῖν5, ὡς ἔχει τὸ γονεῖς τιμᾶν, ἀδελφούς, πατρίδα, συμπεριφέρεσθαι φίλοις· παρὰ τὸ καθῆκον δέ, ὅσα μὴ αἱρεῖ λόγος, ὡς ἔχει τὰ τοιαῦτα, γονέων ἀμελεῖν, ἀδελφῶν ἀφροντιστεῖν, φίλοις μὴ συνδιατίθεσθαι, πατρίδα ὑπερορᾶν καὶ τὰ παραπλήσια·
而“应做之事”这一名称最早是由芝诺如此命名的,该称号取自“临及(关涉)某些人或物”。它是固有于合乎本性之构造的活动。因为在循着冲动而行出的活动中,有些是应做之事,有些是违背应做之事者,有些则既非应做之事亦非违背应做之事者。 因此,应做之事便是理性所指示应当做的一切事情,例如孝敬父母、尊敬兄弟、热爱祖国、与朋友融洽相处;而违背应做之事者,则是理性所不指示的一切事情,例如此类情形:怠慢父母、漠视兄弟、不体谅朋友、轻视祖国及类似之行。
- 7.1.104κινεῖν ἢ ἴσχειν
κινεῖν(动用、使行动)与 ἴσχειν(维系、持存)是一对互补的动词,涵盖了斯多亚学派关于动态活动与稳态存续的活动定义。
- 7.1.105ἀμοιβὴν δοκιμαστοῦ, ἣν ἂν ὁ ἔμπειρος τῶν πραγμάτων τάξῃ
ἀμοιβή 指“交换、比价、兑换价值”,δοκιμαστής 为“鉴定人、评估人”。关系代词 ἣν 以 ἀμοιβήν 为先行词,搭配 ἂν ... τάξῃ(虚拟语气)表达通则性的推估(“由精通世情之人所厘定的比价”)。
- 7.1.107ὃ πραχθὲν εὔλογόν [τε] ἴσχει ἀπολογισμόν
这是斯多亚学派关于 καθῆκον(应做之事/义务)的经典定义。πραχθέν 是时间/条件性分词(“被做成时”),εὔλογον ἀπολογισμόν 意为“合乎情理的解释/辩解”。
- 7.1.108ἀπὸ τοῦ κατά τινας ἥκειν
芝诺为 καθῆκον 所作的词源解释。指出该词由介词 κατά 与动词 ἥκειν(及于、降临)复合而成,κατά τινας 即“及于某些人/与某些主体相符”。
- 7.1.108ὅσα λόγος αἱρεῖ ποιεῖν
αἱρεῖ 搭配不定词 ποιεῖν,在此为哲学惯用法,指理性“主张、指示、要求”去做某事,而非通常意义的“拿取/选择”。
