← 第欧根尼·拉尔修

哲人言行录

§7.1.87-7.1.92

顺应自然的目的论定义与德性的分类

本节阐述了斯多亚派关于最高目的(顺应自然与德性生活)的定义,以及关于普遍自然与人类个别本性的观点分歧,随后讨论了德性的分类(理论性德性与非理论性德性、主要德性及其从属德性)与德性的可传授性。

← 上一节下一节 →

Διόπερ πρῶτος ὁ Ζήνων ἐν τῷ Περὶ ἀνθρώπου φύσεως τέλος εἶπε τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατʼ ἀρετὴν ζῆν· ἄγει γὰρ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. ὁμοίως δὲ καὶ Κλεάνθης ἐν τῷ Περὶ ἡδονῆς καὶ Ποσειδώνιος καὶ Ἑκάτων ἐν τοῖς Περὶ τελῶν. πάλιν δʼ ἴσον ἐστὶ τὸ κατʼ ἀρετὴν ζῆν τῷ κατʼ ἐμπειρίαν τῶν φύσει συμβαινόντων ζῆν, ὥς φησι Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ τελῶν· μέρη γάρ εἰσιν αἱ ἡμέτεραι φύσεις τῆς τοῦ ὅλου.

因此,芝诺在《论人的本性》中最早说,目的就是与自然一致地生活,这也就是按照德性生活;因为自然引导我们走向德性。克勒安德在《论快乐》中,波希多尼和赫卡托在《论目的》诸书中也同样这样说。再者,按照德性生活等同于按照对自然发生之事的经验来生活,正如克律西波斯在《论目的》第一卷中所言;因为我们的本性乃是全体本性的一部分。

διόπερ τέλος γίνεται τὸ ἀκολούθως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατά τε τὴν αὑτοῦ καὶ κατὰ τὴν τῶν ὅλων, οὐδὲν ἐνεργοῦντας ὧν ἀπαγορεύειν εἴωθεν ὁ νόμος ὁ κοινός1, ὅσπερ ἐστὶν ὁ ὀρθὸς λόγος, διὰ πάντων ἐρχόμενος, ὁ αὐτὸς ὢν τῷ Διὶ, καθηγεμόνι τούτῳ τῆς τῶν ὄντων διοικήσεως ὄντι· εἶναι δʼ αὐτὸ τοῦτο τὴν τοῦ εὐδαίμονος ἀρετὴν καὶ εὔροιαν βίου, ὅταν πάντα πράττηται κατὰ τὴν συμφωνίαν τοῦ παρʼ ἑκάστῳ δαίμονος πρὸς τὴν τοῦ τῶν ὅλων διοικητοῦ βούλησιν. ὁ μὲν οὖν Διογένης τέλος φησὶ ῥητῶς τὸ εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ. Ἀρχέδημος δὲ τὸ πάντα τὰ καθήκοντα ἐπιτελοῦντα ζῆν.

因此,目的就成了顺应自然生活,这既是顺应自身的人性,也是顺应万物的自然,不做任何共同的法惯常禁止的事情——这法也就是贯穿万物的正确理性,与宙斯相同,而宙斯就是支配现存诸事物的主管者;而每当每个人身旁的精灵与全体主管者的意志和谐一致地实行一切时,这本身就是幸福者的德性与生活的平稳顺流。于是狄奥根尼明确说,目的是在挑选合乎自然之物时善于思量;而阿尔刻得摩斯则说是完成一切应当履行的职责而生活。

Φύσιν δὲ Χρύσιππος μὲν ἐξακούει, ᾗ ἀκολούθως δεῖ ζῆν, τήν τε κοινὴν καὶ ἰδίως τὴν ἀνθρωπίνην· ὁ δὲ Κλεάνθης τὴν κοινὴν μόνην ἐκδέχεται φύσιν, ᾗ ἀκολουθεῖν δεῖ, οὐκέτι δὲ καὶ τὴν ἐπὶ μέρους. Τήν τʼ ἀρετὴν διάθεσιν εἶναι ὁμολογουμένην· καὶ αὐτὴν διʼ αὑτὴν εἶναι αἱρετήν, οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τʼ εἶναι τὴν εὐδαιμονίαν, ἅτʼ οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς τοῦ βίου2. διαστρέφεσθαι δὲ τὸ λογικὸν ζῷον, ποτὲ μὲν διὰ τὰς τῶν ἔξωθεν πραγματειῶν πιθανότητας, ποτὲ δὲ διὰ τὴν κατήχησιν τῶν συνόντων· ἐπεὶ ἡ φύσις ἀφορμὰς δίδωσιν ἀδιαστρόφους.

克律西波斯将应当顺应而生活的自然理解为既包括共同的自然,也特别包括人类的本性;而克勒安德则只接受应当顺应共同的自然,不再包括个别的本性。 德性是一种和谐一致的品质;它是因其自身而值得选择的,不是出于任何恐惧或希望或任何外在事物;幸福就在德性之中,因为德性是为全生命的一致而构造的心灵。然而,理性动物有时由于外在事务的诱惑力,有时由于同伴的说教而遭到败坏;因为自然赋予的是不致败坏的初始起点。

Ἀρετὴ δʼ ἡ μέν τις κοινῶς παντὶ τελείωσις, ὥσπερ ἀνδριάντος· καὶ ἡ ἀθεώρητος, ὥσπερ ὑγίεια· καὶ ἡ θεωρηματική, ὡς φρόνησις. φησὶ γὰρ ὁ Ἑκάτων ἐν τῷ πρώτῳ Περὶ ἀρετῶν ἐπιστημονικὰς μὲν εἶναι καὶ θεωρηματικὰς τὰς ἐχούσας τὴν σύστασιν ἐκ θεωρημάτων, ὡς φρόνησιν καὶ δικαιοσύνην· ἀθεωρήτους δὲ τὰς κατὰ παρέκτασιν θεωρουμένας ταῖς ἐκ τῶν θεωρημάτων συνεστηκυίαις3, καθάπερ ὑγίειαν καὶ ἰσχύν. τῇ γὰρ σωφροσύνῃ τεθεωρημένῃ ὑπαρχούσῃ συμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεσθαι τὴν ὑγίειαν, καθάπερ τῇ ψαλίδος οἰκοδομίᾳ τὴν ἰσχὺν ἐπιγίνεσθαι.

在德性中,有一种是普遍而言任何事物的完美状态,比如雕像的完美;有非理论性的德性,如健康;有理论性的德性,如明智。因为赫卡托在《论德性》第一卷中说,科学和理论性的德性是由理论命题构成的,如明智和正义;而非理论性的德性则是与由理论命题构成的德性平行延伸而受观察的,正如健康和体力。因为在经过理论思考的节制存在时,健康便会伴随并平行延伸,正如力量在拱门建筑上随之产生一样。

καλοῦνται δʼ ἀθεώρητοι ὅτι μὴ ἔχουσι συγκαταθέσεις, ἀλλʼ ἐπιγίνονται καὶ περὶ φαύλους [γίγνονται], ὡς ὑγίεια, ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν φησιν ὁ Ποσειδώνιος ἐν τῷ πρώτῳ τοῦ Ἠθικοῦ λόγου τὸ γενέσθαι ἐν προκοπῇ4 τοὺς περὶ Σωκράτην καὶ Διογένην καὶ Ἀντισθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖσθαι τῇ ἀρετῇ. διδακτήν τʼ εἶναι αὐτήν, λέγω δὲ τὴν ἀρετήν, καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ τέλους φησὶ καὶ Κλεάνθης καὶ Ποσειδώνιος ἐν τοῖς Προτρεπτικοῖς καὶ Ἑκάτων· ὅτι δὲ διδακτή ἐστι, δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων.

它们被称为非理论性的,是因为它们不具有同意,而是附加产生,甚至出现在卑劣者身上,如健康与胆力。关于德性真实存在,波希多尼在《伦理讲演》第一卷中提出的证据是苏格拉底、狄奥根尼和安提斯泰尼等人曾经处于进步之中。恶也是真实存在的,因为它与德性相对立。并且德性是可传授的——我指的是德性——克律西波斯在《论目的》第一卷中这样说,克勒安德、波希多尼在《劝勉篇》中以及赫卡托也是这样说的;德性是可传授的,这从好人由卑劣者生成也是显而易见的。

Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς, θεωρητικὴν καὶ πρακτικήν· ἄλλοι δὲ λογικὴν καὶ φυσικὴν καὶ ἠθικήν· τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον καὶ πλείονας οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον καὶ Ἀντίπατρον. ὁ μὲν γὰρ Ἀπολλοφάνης μίαν λέγει, τὴν φρόνησιν. Τῶν δʼ ἀρετῶν τὰς μὲν πρώτας, τὰς δὲ ταύταις ὑποτεταγμένας. πρώτας μὲν τάσδε, φρόνησιν, ἀνδρείαν, δικαιοσύνην, σωφροσύνην· ἐν εἴδει δὲ τούτων μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν· καὶ τὴν μὲν φρόνησιν εἶναι ἐπιστήμην κακῶν καὶ ἀγαθῶν καὶ οὐδετέρων, τὴν δʼ ἀνδρείαν ἐπιστήμην ὧν αἱρετέον καὶ ὧν εὐλαβητέον καὶ οὐδετέρων·

帕奈提乌说德性有两种,理论性的和实践性的;其他人则说有逻辑的、物理的和伦理的三种;波希多尼一派说是四种;克勒安德、克律西波斯和安提帕特一派说的更多。阿波罗法尼斯则说只有一种,即明智。 在诸德性中,有些是首要的,有些是隶属于这些首要德性的。首要的有这些:明智、勇敢、正义、节制;作为这些的种属的有大度、自制、坚忍、机敏、善谋。明智是关于恶事、善事与二者皆非之事的知识,勇敢是关于应当选择之事、应当戒备之事与二者皆非之事的知识;

语法注4 条
  1. 7.1.88οὐδὲν ἐνεργοῦντας ὧν ἀπαγορεύειν εἴωθεν ὁ νόμος ὁ κοινός

    宾格分词 ἐνεργοῦντας 作不定式 ζῆν 的隐含逻辑主语(指代一般人类)。关系代词 ὧν 是格的吸引现象,原先作为 ἀπαγορεύειν 宾语的宾格 ἅ 被吸引至所省略的先行词 τούτων 的属格。

  2. 7.1.89ἅτʼ οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς τοῦ βίου

    由 ἅτε 引导的原因分词结构。与格 οὔσῃ ... πεποιημένῃ 与前文的 ἐν αὐτῇ(指代德性 ἀρετή)一致,意为“因为德性乃是为全生命的一致而构造的心灵”。

  3. 7.1.90ἀθεωρήτους δὲ τὰς κατὰ παρέκτασιν θεωρουμένας ταῖς ἐκ τῶν θεωρημάτων συνεστηκυίαις

    宾格 ἀθεωρήτους 与前文的 ἐπιστημονικὰς μὲν εἶναι 相对并列(省略了不定式 εἶναι)。与格 ταῖς ... συνεστηκυίαις 与介词短语 κατὰ παρέκτασιν(与……平行延伸/相伴)结合,表示其参照对象。

  4. 7.1.91τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν φησιν ὁ Ποσειδώνιος ... τὸ γενέσθαι ἐν προκοπῇ

    间接引语从句的主语是带有冠词的不定式短语 τὸ γενέσθαι ἐν προκοπῇ...(“处于进步之中这一事实”),而 τεκμήριον 是受 φησίν 支配的宾词谓语。属格 τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν 是修饰 τεκμήριον 的说明性/宾格性属格(“德性真实存在的证据”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.87-7.1.92