← 第欧根尼·拉尔修

哲人言行录

§7.1.82-7.1.86

逻辑悖论与伦理学中的最初冲动

在列举斯多亚派的主要逻辑悖论并总结逻辑学的意义后,转入伦理学各论题的划分,论述基于自我保存与亲爱(亲和力)的最初冲动,阐明快乐仅是副产物而非目的,并说明理性的引导作用。

← 上一节下一节 →

Καὶ ἄποροι δέ τινές εἰσι λόγοι ἐγκεκαλυμμένοι καὶ διαλεληθότες καὶ σωρῖται καὶ κερατίναι καὶ οὔτιδες. ἔστι δὲ ἐγκεκαλυμμένος, οἷον ὁ τοιοῦτος * * οὐχὶ τὰ μὲν δύο ὀλίγα ἐστίν, οὐχὶ δὲ καὶ τὰ τρία, οὐχὶ δὲ καὶ ταῦτα μέν, οὐχὶ δὲ καὶ τὰ τέσσαρα καὶ οὕτω μέχρι τῶν δέκα· τὰ δὲ δύο ὀλίγα ἐστί· καὶ τὰ δέκα ἄρα. * * οὔτις δέ ἐστι λόγος συνακτικὸς ἐξ ἀορίστου καὶ ὡρισμένου συνεστώς1, πρόσληψιν δὲ καὶ ἐπιφορὰν ἔχων, οἷον εἴ τίς ἐστιν ἐνταῦθα, οὐκ ἔστιν ἐκεῖνος ἐν Ῥόδῳ 〈ἀλλὰ μήν ἐστί τις ἐνταῦθα· οὐκ ἄρα τίς ἐστιν ἐν Ῥόδῳ〉. * *

此外,还有一些疑难论证(悖论):蒙面人论证、潜在论证、连锁论证(谷堆论证)、长角者论证和无名者论证。蒙面人论证就像这样:…… “二不是少数吗?三不也是吗?而在这些是少数的同时,四不也是吗?以此类推直到十;但二是少数;所以十也是少数。” ……无名者论证是由一个不定命题和一个确定命题构成的有效推论,具有附加前提和结论,例如: “如果有人在这里,那个人就不在罗德岛;然而确实有人在这里;所以没有人在罗德岛。” ……

Καὶ τοιοῦτοι μὲν ἐν τοῖς λογικοῖς οἱ Στωικοί, ἵνα μάλιστα κρατύνωσι διαλεκτικὸν μόνον εἶναι τὸν σοφόν· πάντα γὰρ τὰ πράγματα διὰ τῆς ἐν λόγοις θεωρίας ὁρᾶσθαι, ὅσα τε τοῦ φυσικοῦ τόπου τυγχάνει καὶ αὖ πάλιν ὅσα τοῦ ἠθικοῦ. εἰς μὲν γὰρ τὸ λογικὸν τί δεῖ λέγειν περί τʼ ὀνομάτων ὀρθότητος, ὅπως διέταξαν οἱ νόμοι ἐπὶ τοῖς ἔργοις, οὐκ ἂν ἔχειν εἰπεῖν.2 δυοῖν δʼ οὔσαιν συνηθείαιν ταῖν ὑποπιπτούσαιν τῇ ἀρετῇ, ἡ μὲν τί ἕκαστόν ἐστι τῶν ὄντων σκοπεῖ, ἡ δὲ τί καλεῖται. καὶ ὧδε μὲν αὐτοῖς ἔχει τὸ λογικόν.

斯多亚派在逻辑学中就是这样的,这主要是为了确立只有智者才是辩证家。因为一切事物,无论是属于物理学领域还是属于伦理学领域的,都是通过对言论和论证的观照来审视的。因为关于逻辑学部分,何须赘言——人们绝不能说关于名称的正当性无话可说,就如同诸法律针对诸行为所确立的那样。在从属于德性的两种惯行中,一种考察存在的诸事物中每一个是什么,另一种考察它被称为什么。斯多亚派的逻辑学大致就是如此。

Τὸ δʼ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν εἴς τε τὸν περὶ ὁρμῆς καὶ εἰς τὸν περὶ ἀγαθῶν καὶ κακῶν τόπον καὶ εἰς τὸν περὶ παθῶν καὶ περὶ ἀρετῆς καὶ περὶ τέλους περί τε τῆς πρώτης ἀξίας καὶ τῶν πράξεων καὶ περὶ τῶν καθηκόντων προτροπῶν τε καὶ ἀποτροπῶν. [καὶ] οὕτω δʼ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ζήνωνα τὸν Ταρσέα καὶ Ἀπολλόδωρον καὶ Διογένην καὶ Ἀντίπατρον καὶ Ποσειδώνιον· ὁ μὲν γὰρ Κιτιεὺς Ζήνων καὶ ὁ Κλεάνθης, ὡς ἂν ἀρχαιότεροι, ἀφελέστερον περὶ τῶν πραγμάτων διέλαβον. οὗτοι δὲ διεῖλον καὶ τὸν λογικὸν καὶ τὸν φυσικόν.

他们将哲学的伦理学部分划分为关于冲动的领域、关于善与恶的领域、关于激情的领域、关于德性的领域、关于目的的领域,以及关于首要价值与行动、关于适当行为(职责)、劝勉与诫阻的领域。克律西波斯、阿尔刻得摩斯、塔尔苏斯的芝诺、阿波罗多洛、狄奥根尼、安提帕特和波希多尼的学派就是这样细分的;因为基底翁的芝诺和克勒安德作为更早期的人,处理这些问题更为质朴。这些后继学者也对逻辑学和物理学进行了细分。

Τὴν δὲ πρώτην ὁρμήν φασι τὸ ζῷον ἴσχειν ἐπὶ τὸ τηρεῖν ἑαυτό, οἰκειούσης αὑτῷ τῆς φύσεως ἀπʼ ἀρχῆς, καθά φησιν ὁ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ τελῶν, πρῶτον οἰκεῖον λέγων εἶναι παντὶ ζῴῳ τὴν αὑτοῦ σύστασιν καὶ τὴν ταύτης συνείδησιν· οὔτε γὰρ ἀλλοτριῶσαι εἰκὸς ἦν αὐτὸ 〈αὑτῷ〉 τὸ ζῷον, οὔτε ποιήσασαν αὐτό, μήτʼ ἀλλοτριῶσαι μήτʼ οἰκειῶσαι.3 ἀπολείπεται τοίνυν λέγειν συστησαμένην αὐτὸ οἰκειῶσαι πρὸς ἑαυτό· οὕτω γὰρ τά τε βλάπτοντα διωθεῖται καὶ τὰ οἰκεῖα προσίεται. Ὃ δὲ λέγουσί τινες, πρὸς ἡδονὴν γίγνεσθαι τὴν πρώτην ὁρμὴν τοῖς ζῴοις, ψεῦδος ἀποφαίνουσιν.

他们说,动物的首要冲动在于自我保存,这是因为自然从一开始就使它亲近于自身,正如克律西波斯在《论目的》第一卷中所言,他说对每个动物而言首要亲近之物是它自身的构造以及对这构造的意识;因为自然既不可能使动物疏离于自身,也不可能在创造了它之后,既不使之疏离也不使之亲近。因此剩下的只能说,自然在构造了动物之后,使它亲近于自身;因为正是这样,动物才能排斥有害之物,接纳亲近之物。 至于某些人所说动物的首要冲动是指向快乐的,他们声明这是错误的。

ἐπιγέννημα γάρ φασιν, εἰ ἄρα ἔστιν, ἡδονὴν εἶναι ὅταν αὐτὴ καθʼ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα τῇ συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀφιλαρύνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. οὐδέν τε, φασί, διήλλαξεν ἡ φύσις ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ζῴων, ὅτι χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ καὶ ἐφʼ ἡμῶν τινα φυτοειδῶς γίνεται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται πρὸς τὰ οἰκεῖα, τούτοις μὲν τὸ κατὰ φύσιν τῷ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι4· τοῦ δὲ λόγου τοῖς λογικοῖς κατὰ τελειοτέραν προστασίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνεσθαι 〈τού〉 τοις κατὰ φύσιν· τεχνίτης γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς.

因为他们说,快乐(如果确实存在的话)乃是一种副产物,是在自然本身依靠自身去寻求适合于其构造之物并获得它们时才产生的;正如动物变得欢欣、植物茂盛繁茂一样。他们说,自然在植物和动物之间并无根本不同,因为自然同样在没有冲动和感觉的情况下掌管着植物,在我们身上某些过程也是如植物般发生的。然而,冲动是作为额外之物附加给动物的,动物借助冲动走向亲近于它们的事物,因此对于它们而言,合乎自然就是按照冲动来受支配;而理性作为一种更完备的主管被赋予了理性存在者,因此对于他们而言,按照理性生活就恰当地成为了合乎自然;因为理性作为冲动的工匠而在后产生。

语法注4 条
  1. 7.1.82οὔτις δέ ἐστι λόγος συνακτικὸς ἐξ ἀορίστου καὶ ὡρισμένου συνεστώς

    在“无名者”论证的定义中,介词短语 ἐξ ἀορίστου καὶ ὡρισμένου(由不定命题和确定命题)修饰分词 συνεστώς(复合而成)。它指的是由不定前提(含 τις)与指示代词确定的前提(含 ἐκεῖνος)相结合构成的推论形式。

  2. 7.1.83εἰς μὲν γὰρ τὸ λογικὸν τί δεῖ λέγειν περί τʼ ὀνομάτων ὀρθότητος, ὅπως διέταξαν οἱ νόμοι ἐπὶ τοῖς ἔργοις, οὐκ ἂν ἔχειν εἰπεῖν.

    该句由开头的修辞疑问 τί δεῖ λέγειν(何须赘言)与后半部的潜在式结构 οὐκ ἂν ἔχειν εἰπεῖν(绝不能说没有可说的)结合而成。整体论旨表明:既然物理学与伦理学尚且依赖论逻辑观照,那么在逻辑学本身中(如法律针对行为所定名称的正当性),更不可说无事可论。

  3. 7.1.85οὔτε γὰρ ἀλλοτριῶσαι εἰκὸς ἦν αὐτὸ 〈αὑτῷ〉 τὸ ζῷον, οὔτε ποιήσασαν αὐτό, μήτʼ ἀλλοτριῶσαι μήτʼ οἰκειῶσαι.

    这是一个通过 οὔτε... οὔτε...(既不……也不……)并列否定各种可能性、从而得出 ἀπολείπεται τοίνυν(因此剩下的只能是……)的排除法论证。阴性单数宾格分词 ποιήσασαν 承接上文的逻辑主语“自然”(ἡ φύσις,对应前句的 οἰκειούσης τῆς φύσεως),排除了自然创造了动物后对其既不疏离也不亲近的中立弃置状态。

  4. 7.1.86τούτοις μὲν τὸ κατὰ φύσιν τῷ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι

    这是一个承前省略系动词 ἐστί 的对照句结构(τούτοις μὲν... 与 τοῦ δὲ λόγου... 〈τού〉τοις... 对比)。对于与格 τούτοις(动物而言),主语是名词化短语 τὸ κατὰ φύσιν(顺应自然),谓语是带与格冠词的不定词短语 τῷ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι(按照冲动受到管理)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.82-7.1.86