← 第欧根尼·拉尔修

哲人言行录

§7.1.77-7.1.81

论证的妥当性与克律西波斯的五种基本推论式

本节阐述了论证论式复合形(logotropos)、结论性与非结论性论证及三段论推论的分类,并规定了克律西波斯的五种不可证明基本推论式以及真假命题间的后承逻辑。

← 上一节下一节 →

Λογότροπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν1, ἀλλὰ συντόμως ἐπενεγκεῖν, τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. Τῶν δὲ λόγων οἱ μέν εἰσιν ἀπέραντοι, οἱ δὲ περαντικοί. ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι, εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἡμέρα δέ ἐστι· περιπατεῖ ἄρα Δίων.

论证论式复合形是由二者复合而成的,例如: “如果柏拉图活着,柏拉图就在呼吸;然而确实是第一者;所以第二者。” 引入论证论式复合形,是为了在较长的论证构造中,人们不再需要陈述冗长的小前提和结论,而是可以简要地引出: “然而确实是第一者;所以第二者。” 在论证中,一部分是非结论性的,一部分是结论性的。非结论性的论证是指结论的对立面(否定)不与诸前提构成的连言相冲突的论证,例如如下的形式: “如果是白天,那么有光;然而确实是白天;所以狄翁在散步。”

Τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί2· οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἤ τινα, οἷον οἱ τοιοῦτοι εἰ περιπατεῖ Δίων, 〈κινεῖται Δίων· ἀλλὰ μὴν περιπατεῖ Δίων〉· κινεῖται ἄρα Δίων. περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι, ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι· ἡμέρα δέ ἐστιν· οὐκ ἄρα νύξ ἐστιν. ἀσυλλόγιστοι δʼ εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων· 〈ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων〉· οὐκ ἄρα ζῷόν ἐστι Δίων.

在结论性的论证中,一部分与所属的属同名而被称为“结论性的”,另一部分则被称为“三段论式的(推论性的)”。三段论式的论证是指或者是不可证明的基本推论,或者根据某一个或某些逻辑规则(公理)可还原为不可证明的基本推论的论证,例如如下的形式: “如果狄翁在散步,狄翁就在运动;然而确实狄翁在散步;所以狄翁在运动。” 而特异意义上的结论性论证是指以非三段论方式得出结论的论证,例如如下的形式: “‘既是白天又是黑夜’是假的;然而确实是白天;所以不是黑夜。” 非三段论式的论证(谬误推论)则是指在表面上令人信服地类似于三段论式的论证,但实际上并未得出结论的论证,例如: “如果狄翁是马,狄翁就是动物;然而确实狄翁不是马;所以狄翁不是动物。”

Ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ διʼ ἀληθῶν συνάγοντες, οἷον εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· 〈ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή· ἡ κακία ἄρα βλάπτει〉. ψευδεῖς δέ εἰσιν οἱ τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἡμέρα δέ ἐστι· ζῇ ἄρα Δίων. καὶ δυνατοὶ δʼ εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι· εἰσὶ δὲ καὶ ἀναπόδεικτοί τινες, τῷ μὴ χρῄζειν ἀποδείξεως, ἄλλοι μὲν παρʼ ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε, διʼ ὧν πᾶς λόγος πλέκεται· οἵτινες λαμβάνονται ἐπὶ τῶν περαντικῶν καὶ ἐπὶ τῶν συλλογισμῶν καὶ ἐπὶ τῶν τροπικῶν.

此外,论证中一部分是真的,一部分是假的。真论证是指通过真前提得出结论的论证,例如: “如果德性是有益的,恶德就是有害的;然而确实德性是有益的;所以恶德是有害的。” 假论证则是指在前提中包含某种假命题,或者是非结论性的论证,例如: “如果是白天,那么有光;然而确实是白天;所以狄翁活着。” 论证也有可能的、不可能的、必然的和非必然的。有些论证因不需要证明而被称作“不可证明的(基本推论)”;不同学者所定的数目不同,而在克律西波斯那里则有五种,一切论证都由此编织而成;它们被应用于结论性论证、三段论以及论式推论中。

πρῶτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφʼ οὗ ἄρχεται τὸ συνημμένον καὶ τὸ λῆγον ἐπιφέρει3, οἷον εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. δεύτερος δʼ ἐστὶν ἀναπόδεικτος ὁ διὰ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἔχων συμπέρασμα, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστιν· ἀλλὰ μὴν νύξ ἐστιν· οὐκ ἄρα ἡμέρα ἐστίν. ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. τρίτος δέ ἐστιν ἀναπόδεικτος ὁ διʼ ἀποφατικῆς συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ λοιποῦ, οἷον οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων· ἀλλὰ μὴν τέθνηκε Πλάτων· οὐκ ἄρα ζῇ Πλάτων.

第一种不可证明推论是指整个论证由一个条件命题和该条件命题作为开端的前件构成,并引出后件作为结论,例如: “如果第一者,则第二者;然而确实是第一者;所以第二者。” 第二种不可证明推论是指通过条件命题和后件的对立面,以具有前件的对立面作为结论,例如: “如果是白天,那么有光;然而确实是黑夜;所以不是白天;”因为小前提是由后件的对立面构成,而结论则是由前件的对立面构成。第三种不可证明推论是指通过否定连言命题以及连言中的一个肢命题,引出其余肢命题的对立面作为结论,例如: “并非‘柏拉图死了且柏拉图活着’;然而确实柏拉图死了;所以柏拉图没有活着。”

τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένων καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν· οὐχὶ δὲ νύξ ἐστιν· ἡμέρα ἄρα ἐστίν. Ἐπʼ ἀληθεῖ δʼ ἀληθὲς ἕπεται κατὰ τοὺς Στωικούς, ὡς τῷ ἡμέρα ἐστὶ τὸ φῶς ἐστι· καὶ ψεύδει ψεῦδος, ὡς τῷ νύξ ἐστι ψεύδει τὸ σκότος ἐστί· καὶ ψεύδει ἀληθές, ὡς τῷ ἵπτασθαι τὴν γῆν τὸ εἶναι τὴν γῆν. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ εἶναι τὴν γῆν τὸ πέτεσθαι τὴν γῆν οὐκ ἀκολουθεῖ.

第四种不可证明推论是指通过析取命题以及析取中的一个肢命题,以具有其余肢命题的对立面作为结论,例如: “要么第一者,要么第二者;然而确实是第一者;所以不是第二者。” 第五种不可证明推论是指整个论证由一个析取命题以及析取中对立的肢命题之一构成,并引出其余的肢命题作为结论,例如: “要么是白天,要么是黑夜;然而确实不是黑夜;所以是白天。” 按照斯多亚学派的观点,由真可推出真,正如由“是白天”可推出“有光”;由假可推出假,正如由假的“是黑夜”可推出假的“是黑暗”;由假亦可推出真,正如由“大地在飞翔”可推出“大地存在”。 然而由真却不能伴随假;因为由“大地存在”,并不能伴随“大地在飞翔”。

语法注3 条
  1. 7.1.77ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν

    介词 ὑπέρ 支配带冠词的属格不定式 τοῦ ... λέγειν 表示目的。否定副词 μηκέτι 修饰不定式,分词 μακρὰν οὖσαν 处于相对于 τὴν πρόσληψιν 的表语位置(“附加前提既然冗长”),表示情状或原因。

  2. 7.1.78ὁμωνύμως τῷ γένει λέγονται περαντικοί

    与格 τῷ γένει 作副词 ὁμωνύμως(“与……同名地”)的补足成分。它表明属概念(genus)的名称“结论性的”(περαντικοί)被同名异义地(ὁμωνύμως)用来指称那种非三段论式的狭义结论性论证(种 species)。

  3. 7.1.80ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφʼ οὗ ἄρχεται τὸ συνημμένον καὶ τὸ λῆγον ἐπιφέρει

    关系节的主语为 πᾶς λόγος,两个主要谓语动词 συντάσσεται 与 ἐπιφέρει 构成并列。介词短语 ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου 依存于 συντάσσεται,而关系代词短语 ἀφʼ οὗ 指代先行词 τοῦ ἡγουμένου(“条件命题以此为开端的前件”)。末尾的 καὶ τὸ λῆγον ἐπιφέρει 则表示“并且引出后件作为结论”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.77-7.1.81