← 第欧根尼·拉尔修

哲人言行录

§7.1.72-7.1.76

复合命题的种类、真假判定与模态及论证结构

阐述了合取命题、析取命题、因果命题与比较命题的定义,以及条件命题、准条件命题与因果命题的真假判定标准,进而讨论了命题的模态分类(可能、不可能、必然、非必然、合情理),并解释了论证(大前提、小前提、结论)及其论式结构。

← 上一节下一节 →

συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι. διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ ἤτοι διαζευκτικοῦ συνδέσμου διέζευκται, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστιν· οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ 〈ἢ〉 μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι.

合取命题是由某些合取连词结合起来的命题,例如: “既是白天,又有光。” 析取命题是由析取连词“要么……要么……”析取开来的命题,例如: “要么是白天,要么是黑夜。” 该连词表明命题中必有一方为假。因果命题是由“因为”构成的命题,例如: “因为是白天,所以有光;”因为前一件在某种意义上是后一件的原因。明示更多程度的命题是由明示更多程度的连词以及置于诸命题之间的“比”所构成的命题,例如: “与其说是黑夜,倒不如说是白天。”

διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν. ἔτι τῶν ἀξιωμάτων κατά τʼ ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν ἀποφατικόν, οἷον τὸ ἡμέρα ἐστί καὶ τὸ οὐχ ἡμέρα ἐστί. συνημμένον οὖν ἀληθές ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ1, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. τοῦτʼ ἀληθές ἐστι· τὸ γὰρ οὐχὶ φῶς, ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ ἡμέρα ἐστί. συνημμένον δὲ ψεῦδός ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ· τὸ γὰρ οὐχὶ Δίων περιπατεῖ οὐ μάχεται τῷ ἡμέρα ἐστί.

明示更少程度的命题是与前述相反的命题,例如: “是黑夜的程度不如是白天的程度。” 此外,在命题中,就真与假而言彼此对立的,是其中一个命题为另一个命题的否定命题,例如: “是白天”与“并非是白天”。 因此,真条件命题是其后件的对立面(否定)与前件相冲突的命题,例如: “如果是白天,那么有光。” 这是真的;因为后件的对立面“并非有光”与“是白天”相冲突。而假条件命题则是其后件的对立面不与前件相冲突的命题,例如: “如果是白天,那么狄翁在散步;”因为“狄翁并非在散步”并不与“是白天”相冲突。

Παρασυνημμένον δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς. ψεῦδος δʼ 〈ὃ〉 ἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ, ἂν ἡμέρας οὔσης λέγηται. αἰτιῶδες δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον2, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστι· τῷ μὲν γὰρ ἡμέρα ἐστίν ἀκολουθεῖ τὸ φῶς ἐστι, τῷ δὲ φῶς ἐστιν οὐχ ἕπεται τὸ ἡμέρα ἐστίν. αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον διότι νύξ ἐστι, Δίων περιπατεῖ.

准条件命题中,真命题是始于真命题而终于后承的命题,例如: “既然是白天,那么太阳在地上方。” 假命题则是始于假命题或者未能终于后承的命题,例如: “既然是黑夜,那么狄翁在散步,”若这是在白天说的便是如此。因果命题中,真命题是始于真命题而终于后承,却并不把开始的命题作为结束命题的后承而拥有的命题,例如: “因为是白天,所以有光;”因为伴随“是白天”之后的是“有光”,但伴随“有光”之后的却并不是“是白天”。 假因果命题则是或者始于假命题,或者未能终于后承,或者把开始的命题作为结束命题的不相后承(相悖)之物而拥有的命题,例如: “因为是黑夜,所以狄翁在散步。”

πιθανὸν δέ ἐστιν ἀξίωμα τὸ ἄγον εἰς συγκατάθεσιν, οἷον εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ. Ἔτι τε τὰ μέν ἐστι δυνατά, τὰ δʼ ἀδύνατα· καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δʼ οὐκ ἀναγκαῖα. δυνατὸν μὲν τὸ ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων πρὸς τὸ ἀληθὲς εἶναι3, οἷον ζῇ Διοκλῆσ· ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον ἡ γῆ ἵπταται. ἀναγκαῖον δέ ἐστιν ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δʼ ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων, οἷον τὸ περιπατεῖ Δίων.

诱人同意的命题是引人表示赞同的命题,例如: “如果某人生下了某物,她便是其母亲。” 但这却是假的;因为鸟并不是蛋的母亲。 此外,命题中一部分是可能的,一部分是不可能的;一部分是必然的,一部分是非必然的。可能的是指能够接受为真,且外部事物不阻碍其为真的命题,例如: “狄奥克勒斯活着;”不可能的是指不能接受为真的命题,例如: “大地在飞翔。” 必然的是指在为真时不能接受为假,或者虽能接受为假但外部事物阻碍其为假的命题,例如: “德性是有益的。” 非必然的是指既能为真亦能为假,且外部事物全然不加阻碍的命题,例如: “狄翁在散步。”

εὔλογον δέ ἐστιν ἀξίωμα τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον βιώσομαι αὔριον. Καὶ ἄλλαι δέ εἰσι διαφοραὶ ἀξιωμάτων καὶ μεταπτώσεις αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί, περὶ ὧν ἐν τῷ πλάτει4 λέγομεν. Λόγος δέ ἐστιν, ὡς οἱ περὶ τὸν Κρῖνίν φασι, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσλήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος, εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἡμέρα δέ ἐστι· φῶς ἄρα ἐστί. λῆμμα μὲν γάρ ἐστι τὸ εἰ ἡμέρα ἐστι, φῶς ἐστι· πρόσληψις τὸ ἡμέρα δέ ἐστιν· ἐπιφορὰ δὲ τὸ φῶς ἄρα ἐστί. τρόπος δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος, εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.

合情理的命题是指具有更多理由成为真的命题,例如: “我明天还会活着。” 命题还有其他差异,以及它们由真向假的转化和换位,关于这些我们在详论中加以阐述。 正如克里尼斯一派所言,论证是由大前提、附加前提(小前提)与结论构成的,例如如下的论证: “如果是白天,那么有光;然而确实是白天;所以有光。” 因为大前提是“如果是白天,那么有光”;附加前提是“然而确实是白天”;结论是“所以有光”。 而论式则是论证的形式结构,例如如下的论式: “如果第一者,则第二者;然而确实是第一者;所以第二者。”

语法注4 条
  1. 7.1.73οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ

    关系代词属格 οὗ 修饰先行词 συνημμένον(条件命题),表示关系从句内主语 τὸ ἀντικείμενον τοῦ λήγοντος(后件的对立命题/否定)的所属关系(“其后件的对立命题与前件相冲突的条件命题”)。此处给出了克律西波斯关于条件命题真值的判定准则。

  2. 7.1.74οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον

    在句法上,τὸ ἀρχόμενον(首项/前件)为 ἔχει 的直接宾语,ἀκόλουθον 作宾语补足语(述谓性宾格,“作为后承”),τῷ λήγοντι 为补足与格(“对末项/后件而言”)。全句表达因果命题的不对称性:前件蕴涵后件,但反过来前件并不是后件的后承。

  3. 7.1.75τῶν ἐκτὸς μὴ ἐναντιουμένων πρὸς τὸ ἀληθὲς εἶναι

    属格独立结构,表伴随情况或条件:“在外部事物不妨碍其为真的情况下”。在斯多亚派的模态理论中,除命题自身容受真假的潜能外,该结构引入了“外部无阻碍”作为判断可能与必然的重要条件。

  4. 7.1.76ἐν τῷ πλάτει

    介词短语习惯表达,意为“详加(阐述)”、“广泛地”,与 ἐν ἐπιτομῇ(简略地、提要式地)相对,表示对这些复杂的辩证法论题将在更为详细的专门论著中加以论述。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.72-7.1.76