- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.66-7.1.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
阐明命题与问句、质询、命令、呼告等其他完备言述的区别,进而将命题区分为简单命题与非简单命题,并分别界定和举例说明其各个子类(如否定命题、条件命题、准条件命题等)。
διαφέρει δʼ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα 〈καὶ〉 προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον ἆρά γʼ ἡμέρα ἐστί; τοῦτο δʼ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος, ὥστε τὸ μὲν ἡμέρα ἐστίν ἀξίωμά ἐστι, τὸ δὲ ἆρά γʼ ἡμέρα ἐστίν; ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς1 οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, Ναί, ἀλλὰ δεῖ εἰπεῖν οἰκεῖ ἐν τῷδε τῷ τόπῳ.
命题有别于疑问、质询、命令句、誓言、祈祷句、假设句、称呼句以及类似命题的事态。因为命题是我们在说话中所作的断陈,它非真即假。疑问虽与命题一样是完备的事态,但它要求回答,例如: “是白天吗?” 而这既非真亦非假,因此“是白天”是命题,而“是白天吗?” 则是疑问。质询则是这样一种事态:对于它不能像对待疑问那样用“是”作符牒式的应答,而必须说: “他住在这个地方。”
Προστακτικὸν δέ ἐστι πρᾶγμα ὃ λέγοντες προστάσσομεν, οἷον, "σὺ μὲν βάδιζε τὰς ἐπʼ Ἰνάχου ῥοάς." ὁρκικὸν δέ ἐστι πρᾶγμα * * 〈προσαγορευτικὸν〉 δέ ἐστι πρᾶγμα ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον, "Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον." ὅμοιον δʼ ἐστὶν ἀξιώματι ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον, "καλός γʼ ὁ παρθενών." "ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος."
命令句是我们在说话中下达命令的事态,例如: “你且向着伊纳科斯的河川走去。” 誓言是……称呼句是人若说出它便是在进行呼告的事态,例如: “极其光荣的阿特柔斯之子,民众的王者阿伽门农啊。” 类似命题的事态是指:虽具有命题式的表述,却因某一成分的冗余或情态色彩而脱离了命题这一属的事态,例如: “这少女的居室多么美丽!” “这牧牛人与普里阿摩斯的众子何其相似!”
Ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι τις, ἀποροίη ἄν· "ἆρʼ ἔστι συγγενές τι λύπη καὶ βίος;" οὔτε δʼ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων. Τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δʼ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ Ἀντίπατρον καὶ Κρῖνιν. ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου2 [ἢ ἐξ ἀξιωμάτων], οἷον τὸ ἡμέρα ἐστίν· οὐχ ἁπλᾶ δʼ ἐστὶ τὰ συνεστῶτʼ ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων
还有一种有别于命题的疑虑事态,人若说出它便是在表示困惑: “难道痛苦在某种程度上竟与生命同族?” 疑问、质询以及与此相类者既非真亦非假,而命题则非真即假。 正如克律西波斯、阿耳刻得摩斯、雅典诺多洛斯、安提帕特洛和克里尼斯所言,在命题中,一部分是简单的,另一部分是非简单的。简单的命题是由不重复的命题构成的,例如: “是白天。” 非简单的命题是由重复的命题或多个不同的命题构成的:
ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, 〈ἡμέρα ἐστίν〉· ἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. Ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον, ἐν δὲ τοῖς οὐχ ἁπλοῖς 〈ἀξιώμασι〉 τὸ συνημμένον καὶ τὸ παρασυνημμένον καὶ τὸ συμπεπλεγμένον καὶ τὸ διεζευγμένον καὶ τὸ αἰτιῶδες καὶ τὸ διασαφοῦν τὸ μᾶλλον καὶ τὸ ἧττον. * * καὶ ἀποφατικὸν μὲν οἷον οὐχὶ ἡμέρα ἐστίν. εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δʼ ἐστὶν ἀποφατικὸν ἀποφατικοῦ, οἷον οὐχὶ ἡμέρα οὐκ ἔστι· τίθησι δὲ τὸ ἡμέρα ἐστίν.
由重复命题构成者,例如: “如果是白天,那么是白天;”由多个不同命题构成者,例如: “如果是白天,那么有光。” 在简单命题中有否定命题、否定词命题、剥夺命题、述谓命题、指称命题和不定命题;在非简单命题中有条件命题、准条件命题、合取命题、析取命题、因果命题以及明示更多与更少程度的命题。……否定命题例如: “并非是白天。” 它的一种是超否定命题。超否定命题是否定命题的否定命题,例如: “并非不是白天;”它确立了: “是白天。”
Ἀρνητικὸν δέ ἐστι τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ· στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν3, οἷον ἀφιλάνθρωπός ἐστιν οὗτος· κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος, οἷον Δίων περιπατεῖ· καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ· ἀόριστον δέ ἐστι τὸ συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων καὶ κατηγορήματος, οἷον τὶς περιπατεῖ, ἐκεῖνος κινεῖται.
否定词命题是由否定词和谓述构成的,例如: “没有人散步。” 剥夺命题是由剥夺词和潜能上的命题构成的,例如: “此人是不仁的。” 述谓命题是由主格和谓述构成的,例如: “狄翁散步。” 指称命题是由带指示的主格和谓述构成的,例如: “这个人散步。” 不定命题是由一个或多个不定成分与谓述构成的,例如: “某人散步,” “那个人在动。”
Τῶν δʼ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς Διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ Διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι. παρασυνημμένον δέ ἐστιν, ὡς ὁ Κρῖνίς φησιν ἐν τῇ Διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὃ ὑπὸ τοῦ ἐπεί συνδέσμου παρασυνῆπται ἀρχόμενον ἀπʼ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστιν. ἐπαγγέλλεται δʼ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι.
在非简单命题中,条件命题正如克律西波斯在《辩证法》中所言,以及狄奥革尼斯在《辩证法技艺》中所言,是由“如果”这一条件连词构成的。该连词表明后件跟随前件,例如: “如果是白天,那么有光。”准条件命题正如克里尼斯在《辩证法技艺》中所言,是由“既然”这一连词准接合的命题,它始于一个命题而终于一个命题,例如: “既然是白天,那么有光。” 该连词表明:不仅后件跟随前件,而且前件真实成立。
- 7.1.66συμβολικῶς
副词,意为“用符牒方式”或“以手势/暗号”。用以对比普通问句(ἐρώτημα)可以用“是/否”等简短符号或点头应答,而质询(πύσμα,相当于特殊疑问句)则必须用完整的命题式语句来回答。
- 7.1.68ἐξ ἀξιώματος μὴ διαφορουμένου
在斯多亚逻辑学中,分词 διαφορούμενον 特指“重复的/反复出现的命题”。因此 μὴ διαφορουμένου 意为“未重复的”。这与后文 §7.1.69 中由“重复命题构成者”(例如“如果是白天,那么是白天”)形成对照。
- 7.1.70ἀξιώματος κατὰ δύναμιν
“潜能上的命题”或“实质上的命题”。在剥夺命题的例子 ἀφιλάνθρωπός ἐστιν οὗτος(“此人是不仁的”)中,剥夺前缀 ἀ- 与谓词结合,在潜能上已蕴含了相当于一个命题的内容(即“他不是仁爱的”)。
