- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.61-7.1.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
在确认了概念、种、划分、歧义的定义及辩证法的范围之后,文本转向关于所指者(可言说之物)的学说,探讨了作为未完备可言说之物的谓述分类(直接、被动、中立等),以及作为完备可言说之物的命題定义与其真假值。
Ἐννόημα δέ ἐστι φάντασμα διανοίας, οὔτε τὶ ὂν οὔτε ποιόν, ὡσανεὶ δέ τι ὂν καὶ ὡσανεὶ ποιόν1, οἷον γίνεται ἀνατύπωμα ἵππου καὶ μὴ παρόντος. Εἶδος δέ ἐστι τὸ ὑπὸ τοῦ γένους περιεχόμενον, ὡς ὑπὸ τοῦ ζῴου ὁ ἄνθρωπος περιέχεται. γενικώτατον δέ ἐστιν ὃ γένος ὂν γένος οὐκ ἔχει, οἷον τὸ ὄν· εἰδικώτατον δέ ἐστιν ὃ εἶδος ὂν εἶδος οὐκ ἔχει, ὥσπερ ὁ Σωκράτης. Διαίρεσις δέ ἐστι γένους ἡ εἰς τὰ προσεχῆ εἴδη τομή, οἷον Τῶν ζῴων τὰ μέν ἐστι λογικά, τὰ δὲ ἄλογα. ἀντιδιαίρεσις δέ ἐστι γένους εἰς εἶδος τομὴ κατὰ τοὐναντίον, ὡς ἂν κατʼ ἀπόφασιν, οἷον Τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δʼ οὐκ ἀγαθά. ὑποδιαίρεσις δέ ἐστι διαίρεσις ἐπὶ διαιρέσει, οἷον Τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δʼ οὐκ ἀγαθά, καὶ Τῶν οὐκ ἀγαθῶν τὰ μέν ἐστι κακά, τὰ δὲ ἀδιάφορα.
概念是理智的表象,既非某种个别事物,亦非具有性质之物,但仿佛是某种事物,且仿佛具有性质,例如即使马不在场时也会产生的马的印记。 种是被属所包摄的事物,正如人被动物所包摄。最高属是自身为属而不具任何属的事物,例如“存在者”;最狭种是自身为种而不具任何种的事物,例如苏格拉底。 划分是将属区分为其最邻近的种,例如:“动物中,有的具有理性,有的不具理性。”对立划分是将属依据相反关系、宛如通过否定区分为种,例如:“存在者中,有的善,有的非善。”细分是在划分之上的划分,例如:“存在者中,有的善,有的非善”,以及“非善者中,有的恶,有的是无差别的”。
Μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις· οἷον Τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα. Ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαίνουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθʼ ἅμα τὰ πλείονα ἐκδέξασθαι κατὰ ταύτην τὴν λέξιν· οἷον Αὐλητρὶς πέπτωκε2· δηλοῦνται γὰρ διʼ αὐτῆς τὸ μὲν τοιοῦτον, Οἰκία τρὶς πέπτωκε, τὸ δὲ τοιοῦτον, Αὐλήτρια πέπτωκε. Διαλεκτικὴ δέ ἐστιν, ὥς φησι Ποσειδώνιος, ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων· τυγχάνει δʼ αὕτη, ὡς ὁ Χρύσιππός φησι, περὶ σημαίνοντα καὶ σημαινόμενα. ἐν μὲν οὖν τῇ περὶ φωνῆς θεωρίᾳ τοιαῦτα λέγεται τοῖς Στωικοῖς.
分配正如克里尼斯所言,是将属归入各个领域,例如:“善事中,有的关涉灵魂,有的关涉肉体。” 歧义是在表达上、在本义上且依据同一语言习惯意指两个乃至更多事物的言语,以致于根据这一言语能同时领会多种含义;例如“Auletris peptoke”。因为借由它,一方面表明了“房屋倒塌了三次”(Aule tris),另一方面则表明了“吹笛女摔倒了”(Auletris)。 辩证法正如波塞多尼奥斯所说,是关于真者、假者以及二者皆非者的知识;正如克律西波斯所言,它关涉能指者与所指者。在关于声音的考察中,斯多亚学派所谈论的便是诸如此类的内容。
Ἐν δὲ τῷ περὶ τῶν πραγμάτων καὶ τῶν σημαινομένων τόπῳ τέτακται ὁ περὶ λεκτῶν καὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ συλλογισμῶν λόγος καὶ ὁ περὶ ἐλλιπῶν τε καὶ κατηγορημάτων καὶ ὀρθῶν καὶ ὑπτίων. Φασὶ δὲ [τὸ] λεκτὸν εἶναι τὸ κατὰ φαντασίαν λογικὴν ὑφιστάμενον. τῶν δὲ λεκτῶν τὰ μὲν λέγουσιν εἶναι αὐτοτελῆ οἱ Στωικοί, τὰ δʼ ἐλλιπῆ. ἐλλιπῆ μὲν οὖν ἐστι τὰ ἀναπάρτιστον ἔχοντα τὴν ἐκφοράν, οἷον Γράφει· ἐπιζητοῦμεν γάρ, Τίς; αὐτοτελῆ δʼ ἐστὶ τὰ ἀπηρτισμένην ἔχοντα τὴν ἐκφοράν, οἷον Γράφει Σωκράτης. ἐν μὲν οὖν τοῖς ἐλλιπέσι λεκτοῖς τέτακται τὰ κατηγορήματα, ἐν δὲ τοῖς αὐτοτελέσι τὰ ἀξιώματα καὶ οἱ συλλογισμοὶ καὶ τὰ ἐρωτήματα καὶ τὰ πύσματα.
而在关于事物与所指者的论题中,编排了关于可言说之物(lekta)、完备之物、命题与推论的论述,以及关于未完备之物、谓述、直接谓述与被动谓述的论述。 他们声称,可言说之物是依随理性表象而成立者。在可言说之物中,斯多亚派主张一部分是完备的,另一部分是未完备的。未完备的是其表述未终结者,例如“在写”;因为我们会追问:“谁在写?”完备的则是其表述终结完备者,例如“苏格拉底在写”。因此,在未完备的可言说之物中编排了谓述,而在完备者中则编排了命题、推论、提问和质询。
Ἔστι δὲ τὸ κατηγόρημα τὸ κατά τινος ἀγορευόμενον ἢ πρᾶγμα συντακτὸν περί τινος ἢ τινῶν, ὡς οἱ περὶ Ἀπολλόδωρόν φασιν, ἢ λεκτὸν ἐλλιπὲς συντακτὸν ὀρθῇ πτώσει πρὸς ἀξιώματος γένεσιν. τῶν δὲ κατηγορημάτων τὰ μέν ἐστι συμβάματα, οἷον τὸ διὰ πέτρας πλεῖν. · καὶ τὰ μέν ἐστι τῶν κατηγορημάτων ὀρθά, ἃ δʼ ὕπτια, ἃ δʼ οὐδέτερα. ὀρθὰ μὲν οὖν ἐστι τὰ συντασσόμενα μιᾷ τῶν πλαγίων πτώσεων πρὸς κατηγορήματος γένεσιν3, οἷον Ἀκούει, Ὁρᾷ, Διαλέγεται· ὕπτια δʼ ἐστὶ τὰ συντασσόμενα τῷ παθητικῷ μορίῳ, οἷον Ἀκούομαι, Ὁρῶμαι· οὐδέτερα δʼ ἐστὶ τὰ μηδετέρως ἔχοντα, οἷον Φρονεῖ, Περιπατεῖ. ἀντιπεπονθότα δέ ἐστιν ἐν τοῖς ὑπτίοις, ἃ ὕπτια ὄντα ἐνεργήματα [δέ] ἐστιν, οἷον Κείρεται·
谓述是被用来论述某物者,或者如阿波罗多洛派所言,是关于某人或某些事物可结合的事态,或者是在形成命题时可与主格结合的未完备的可言说之物。谓述中有一部分是直接相符的附带事件,例如: “在岩石间航行”。 谓述中一部分是直接的,一部分是被动的,一部分是中立的。直接谓述是与某个斜格结合以生成谓述者,例如“在听”、“在看”、“在交谈”;被动谓述是与被动成分结合者,例如“被我听见”、“被我看清”;中立谓述是处于二者皆非之状态者,例如“有见识”、“在散步”。在被动谓述中存在相互被动者,它们虽具被动形式却实为行动,例如“剪发”;
ἐμπεριέχει γὰρ ἑαυτὸν ὁ κειρόμενος. πλάγιαι δὲ πτώσεις εἰσὶ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. Ἀξίωμα δέ ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· ἢ πρᾶγμα αὐτοτελὲς ἀποφαντὸν ὅσον ἐφʼ ἑαυτῷ4, ὡς ὁ Χρύσιππός φησιν ἐν τοῖς Διαλεκτικοῖς ὅροις ἀξίωμά ἐστι τὸ ἀποφαντὸν ἢ καταφαντὸν ὅσον ἐφʼ ἑαυτῷ, οἷον Ἡμέρα ἐστί, Δίων περιπατεῖ. ὠνόμασται δὲ τὸ ἀξίωμα ἀπὸ τοῦ ἀξιοῦσθαι ἢ ἀθετεῖσθαι· ὁ γὰρ λέγων Ἡμέρα ἐστίν, ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔσης μὲν οὖν ἡμέρας, ἀληθὲς γίνεται τὸ προκείμενον ἀξίωμα· μὴ οὔσης δέ, ψεῦδος.
因为剪发者包含了他自身。而斜格则是属格、与格和宾格。 命题是或真或假者;或者如克律西波斯在《辩证法定义》中所言,是就其自身而言具有陈述性的完备事态: “命题是就其自身而言陈述性或断定性的事物,例如‘是昼’、‘狄翁在散步’。” 命题(axioma)之所以得名,源自其被承认断定(axiousthai)或被否定排斥;因为说“是昼”的人,被认为承认了“是白天”这一事态。因此,在确实是白昼时,所提出的命题为真;而在非白昼时,则为假。
- 7.1.61οὔτε τὶ ὂν οὔτε ποιόν, ὡσανεὶ δέ τι ὂν καὶ ὡσανεὶ ποιόν
连词 ὡσανεί(=ὡς ἂν εἰ)标明了斯多亚派存在论中“概念”(ἐννόημα)的特殊地位:它严格来说既非具体的独立存在物(τι),亦非具有特有性质之物(ποιόν),但在认识活动中却“仿佛是”事物或性质一般发挥功用。
- 7.1.62Αὐλητρὶς πέπτωκε
这是由分词切分(连音/分音)造成的语音歧义的经典例证。连续发音既可理解为 αὐλητρίς(吹笛女,名词单数主格),亦可切分为 αὐλὴ τρίς(庭院/房屋三次,名词+副词),从而同时产生两种合法的句法解释。
- 7.1.64ὀρθὰ μὲν οὖν ἐστι τὰ συντασσόμενα μιᾷ τῶν πλαγίων πτώσεων πρὸς κατηγορήματος γένεσιν
斯多亚逻辑中“直接谓述”(ὀρθά)的定义。短语 πρὸς κατηγορήματος γένεσιν 指此类及物动词(如“听”、“看”)必须与一个斜格(属格、与格或宾格)补足语结合,方能构成完整的谓述/断定。
- 7.1.65ὅσον ἐφʼ ἑαυτῷ
固定短语 ὅσον ἐφʼ ἑαυτῷ 意为“就其自身而言”或“在自身能力范围内”。它说明命题(ἀξίωμα)不依赖外部语境或句法补充,单凭自身即可自足地完成陈述或断定(从而具备真假值)。
