- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.56-7.1.60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本段概述了斯多亚派的语言学、修辞学与逻辑学理论,详细阐明了声音、言语与言论的区别及词类划分、言论的五种优德与两种语病,以及诗、定义、描摹与属的规定。
πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων. λέξις δέ ἐστιν, ὥς φησι Διογένης, φωνὴ ἐγγράμματος, οἷον Ἡμέρα. λόγος δέ ἐστι φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη, οἷον Ἡμέρα ἐστί. διάλεκτος δέ ἐστι λέξις κεχαραγμένη ἐθνικῶς τε καὶ Ἑλληνικῶς, ἢ λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον1, οἷον κατὰ μὲν τὴν Ἀτθίδα Θάλαττα, κατὰ δὲ τὴν Ἰάδα Ἡμέρη. Τῆς δὲ λέξεως στοιχεῖά ἐστι τὰ εἰκοσιτέσσαρα γράμματα. τριχῶς δὲ λέγεται τὸ γράμμα, τό τε στοιχεῖον ὅ τε χαρακτὴρ τοῦ στοιχείου καὶ τὸ ὄνομα, οἷον Ἄλφα·
因为一切起作用者皆是物体;而声音通过从发声者走向听众而起作用。正如狄奥根尼所说,言语是带字母的声音,例如“昼”。言论则是从思维中发出、具有意指作用的声音,例如“是昼”。方言则是以特定民族和希腊式的方式刻画出来的言语,或是区域性的言语,即依照方言而具特定性质的言语,例如在阿提卡方言中是“海”(Thalatta),而在爱奥尼亚方言中是“昼”(Hemere)。 言语的要素是二十四个字母。“字母”有三种说法:要素本身、要素的字形以及其名称,例如“阿尔法”。
φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά, α, ε, η, ι, ο, υ, ω· ἄφωνα δὲ ἕξ, β, γ, δ, κ, π, τ. διαφέρει δὲ φωνὴ καὶ λέξις, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχός ἐστι, λέξις δὲ τὸ ἔναρθρον μόνον. λέξις δὲ λόγου διαφέρει, ὅτι λόγος ἀεὶ σημαντικός ἐστι, λέξις δὲ καὶ ἄσημος, ὡς ἡ βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει2. Τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τʼ ἐν τῷ Περὶ φωνῆς καὶ Χρύσιππος, ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον· ὁ δʼ Ἀντίπατρος καὶ τὴν μεσότητα τίθησιν ἐν τοῖς Περὶ λέξεως καὶ τῶν λεγομένων.
诸要素中有七个元音:α, ε, η, ι, ο, υ, ω;六个塞音:β, γ, δ, κ, π, τ。声音与言语的区别在于,声音也可以是杂音,而言语则唯独是清晰分节的。言语与言论的区别在于,言论始终是有意指作用的,而言语也可以是无意义的,如“blituri”,但言论绝非如此。“说”与“发音”也有所不同:因为发音的是声音,而被说的则是事物,而这些事物恰恰就是可言说之物(lekta)。 言论的成分有五部分,正如狄奥根尼在《论声音》与克律西波斯所言:专有名词、普通名词、动词、连词、冠词;而安提帕特罗在《论言语及所言之事》中还加上了中位词(副词)。
Ἔστι δὲ προσηγορία μὲν κατὰ τὸν Διογένην μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον Ἄνθρωπος, Ἵππος· ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης· ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον, σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν3, οἷον Γράφω, Λέγω· σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου· ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς, οἷον Ὁ, Ἡ, Τό, Οἱ, Αἱ, Τά.
根据狄奥根尼,普通名词是意指共同性质的言论部分,例如“人”、“马”;专有名词是指明个别特有性质的言论部分,例如“狄奥根尼”、“苏格拉底”;动词是意指未复合谓述的言论部分(如狄奥根尼所主张),或者如某些人所说,是不屈折变化的言论要素,意指关于某人或某些事物可结合的事态,例如“我写”、“我说”;连词是不屈折变化的言论部分,将言论的各部分连接起来;冠词是屈折变化的言论要素,限定名词的性与数,例如:Ὁ, Ἡ, Τό, Οἱ, Αἱ, Τά。
Ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε, Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή. Ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ· σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστῶσα τὸ νοούμενον· συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος· πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι· κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν. ὁ δὲ βαρβαρισμὸς ἐκ τῶν κακιῶν λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων, σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.
言论的优德有五种:希腊语纯正性、明晰、简练、得体、修辞润色。希腊语纯正性是在合乎技艺且非随意的使用惯例中无过失的措辞;明晰是易于理解地呈现所思之事的言语;简练是仅包含用于表明事物所必需内容的言语;得体是适宜于事物的言语;修辞润色是脱离了俗语粗浅的言语。在恶德中,野蛮语是违背受推崇的希腊人习俗的言语,而语病则是结合不协调的言论。
Ποίημα δέ ἐστιν, ὡς ὁ Ποσειδώνιός φησιν ἐν τῇ Περὶ λέξεως εἰσαγωγῇ, λέξις ἔμμετρος ἢ ἔνρυθμος μετὰ σκευῆς τὸ λογοειδὲς ἐκβεβηκυῖα· τὸ ἔνρυθμον δʼ εἶναι τό "γαῖα μεγίστη καὶ Διὸς αἰθήρ." ποίησις δέ ἐστι σημαντικὸν ποίημα, μίμησιν περιέχον θείων καὶ ἀνθρωπείων. Ὅρος δέ ἐστιν, ὥς φησιν Ἀντίπατρος ἐν τῷ πρώτῳ Περὶ ὅρων, λόγος κατʼ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος4, ἤ, ὡς Χρύσιππος ἐν τῷ Περὶ ὅρων, ἰδίου ἀπόδοσις. ὑπογραφὴ δέ ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὰ πράγματα, ἢ ὅρος ἁπλούστερον τὴν τοῦ ὅρου δύναμιν προσενηνεγμένος. γένος δέ ἐστὶ πλειόνων καὶ ἀναφαιρέτων ἐννοημάτων σύλληψις, οἷον Ζῷον· τοῦτο γὰρ περιείληφε τὰ κατὰ μέρος ζῷα.
诗句正如波塞多尼奥斯在《言语入门》中所言,是具有格律或节奏、带着修饰且脱离了散文式风格的言语;而具有节奏者如: “至大之大地与宙斯之以太。” 诗作则是具有意指作用的诗句,包含对神性与人性事物的摹仿。 定义正如安提帕特罗在《论定义》第一卷中所说,是依照分析充分无缺地表述出来的言论;或者如克律西波斯在《论定义》中所说,是特有属性的赋予。描摹是典型地引入事物的言论,或者是更简略地具备了定义的效力的定义。属是对多个不可分离的概念的统摄,例如“动物”;因为这一概念包含了具体的各个动物。
- 7.1.56λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον
形容词 ποταπή 本意为“来自何处的”或“何种出身的”,在此处被后文的注释 τουτέστι ποιὰ κατὰ διάλεκτον(“即依照方言而具特定性质的”)直接限定,用作指称特定地域或方言的词汇表达(区域性言语)。
- 7.1.57προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει
此句表达了斯多亚学派关于语言意义的核心区分:作为物理声音实体的 αἱ φωναί(声音)是被“发音/口吐”(προφέρεσθαι)的主语,而事物或意义本身 τὰ πράγματα 则是被“说”(λέγεσθαι)的主语。关系从句 ἃ δὴ καὶ λεκτὰ τυγχάνει 修饰先行词 τὰ πράγματα,说明事物正是斯多亚派所称的非物体性的“可言说之物”(lekta)。
- 7.1.58σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν
在动词的第二种定义中,中性分词 σημαῖνον 与中性形容词 ἄπτωτον 并列,支配宾语 τι συντακτόν(“某种可结合的事物”,即谓词);介词短语 περί τινος ἢ τινῶν(“关于某人或某些事物”,即主语)修饰 συντακτόν。
- 7.1.60λόγος κατʼ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος
在安提帕特罗对“定义”(ὅρος)的规定中,介词短语 κατʼ ἀνάλυσιν(“依照分析”,即展开构成要素)与副词 ἀπαρτιζόντως(“充分地”、“无遗漏地”)共同修饰被动分词 ἐκφερόμενος(“被表述出来的”)。
