← 第欧根尼·拉尔修

哲人言行录

§7.1.6-7.1.11

与安提柯王的往来书信及雅典的褒奖决议

本段记述了雅典公民与马其顿国王安提柯对芝诺的极高尊崇,包括国王的延揽信函、芝诺因年迈委派门徒代往的复信,以及雅典官方表彰其美德并授予金冠与公葬的正式决议案。

← 上一节下一节 →

Ἐτίμων δὴ οὖν Ἀθηναῖοι σφόδρα τὸν Ζήνωνα, οὕτως ὡς καὶ τῶν τειχῶν αὐτῷ τὰς κλεῖς παρακαταθέσθαι καὶ χρυσῷ στεφάνῳ τιμῆσαι καὶ χαλκῇ εἰκόνι. τοῦτο δὲ καὶ τοὺς πολίτας αὐτοῦ ποιῆσαι, κόσμον ἡγουμένους τὴν τἀνδρὸς εἰκόνα. ἀντεποιοῦντο δʼ αὐτοῦ καὶ οἱ ἐν Σιδῶνι Κιτιεῖς. ἀπεδέχετο δʼ αὐτὸν καὶ Ἀντίγονος καὶ εἴ ποτʼ Ἀθήναζε ἥκοι, ἤκουεν αὐτοῦ πολλά τε παρεκάλει ἀφικέσθαι ὡς αὐτόν. ὁ δὲ τοῦτο μὲν παρῃτήσατο, Περσαῖον δʼ ἕνα τῶν γνωρίμων ἀπέστειλεν, ὃς ἦν Δημητρίου μὲν υἱός, Κιτιεὺς δὲ τὸ γένος, καὶ ἤκμαζε κατὰ τὴν τριακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, ἤδη γέροντος ὄντος Ζήνωνος. ἡ δʼ ἐπιστολὴ τοῦ Ἀντιγόνου τοῦτον εἶχε τὸν τρόπον, καθὰ καὶ Ἀπολλώνιος ὁ Τύριος ἐν τοῖς Περὶ Ζήνωνός φησι·

雅典人极其尊崇芝诺,以至于将城墙的钥匙托付给他,并以金冠和青铜像向他致敬。他的同胞城邦公民亦仿效此举,将此人的雕像视为城邦的荣耀。居住在西顿的基提翁人也主张他是自己的同胞。安提柯亦对他极为推崇,每当来到雅典,必听他讲学,并多次恳请他到自己那里去。芝诺谢绝了这一邀请,派遣了相识者之一佩尔塞奥斯前去。佩尔塞奥斯是德梅特里奥斯之子,基提翁族人,约在第一百三十届奥林匹亚期处于鼎盛年华,当时芝诺已是暮年。正如推罗的阿波罗尼奥斯在《论芝诺》中所说,安提柯的信件内容如下:

“Βασιλεὺς Ἀντίγονος Ζήνωνι φιλοσόφῳ χαίρειν. “Ἐγὼ τύχῃ μὲν καὶ δόξῃ νομίζω προτερεῖν τοῦ σοῦ βίου, λόγου δὲ καὶ παιδείας καθυστερεῖν καὶ τῆς τελείας εὐδαιμονίας ἣν σὺ κέκτησαι. διόπερ κέκρικα προσφωνῆσαί σοι παραγενέσθαι πρὸς ἐμέ, πεπεισμένος σε μὴ ἀντερεῖν πρὸς τὸ ἀξιούμενον. σὺ οὖν πειράθητι ἐκ παντὸς τρόπου συμμίξαι μοι, διειληφὼς τοῦτο διότι οὐχ ἑνὸς ἐμοῦ παιδευτὴς ἔσῃ, πάντων δὲ Μακεδόνων συλλήβδην. ὁ γὰρ τὸν τῆς Μακεδονίας ἄρχοντα καὶ παιδεύων καὶ ἄγων ἐπὶ τὰ κατʼ ἀρετὴν φανερὸς ἔσται καὶ τοὺς ὑποτεταγμένους παρασκευάζων πρὸς εὐανδρίαν1. οἷος γὰρ ἂν ὁ ἡγούμενος ᾖ, τοιούτους εἰκὸς ὡς ἐπὶ τὸ πολὺ γίγνεσθαι καὶ τοὺς ὑποτεταγμένους. Καὶ ὁ Ζήνων ἀντιγράφει ὧδε·

“安提柯国王致哲学家芝诺问候。 “我认为自己在运势与声望上优于你的生活,但在理性与教养,以及你所拥有的圆满幸福方面,却有所欠缺。因此我决意邀请你到我这里来,深信你不会拒绝这一请求。因此,请务必以一切方式设法与我相会,并要明白这一点:你将不仅是我一人的导师,而且是全体马其顿人的导师。因为教导马其顿统治者并引其趋向于美德之人,显然也必定使臣民趋向刚毅。盖统治者为何种人,臣民在大多数情况下自然亦会成为何种人。” 芝诺回信如下:

“Βασιλεῖ Ἀντιγόνῳ Ζήνων χαίρειν. “Ἀποδέχομαί σου τὴν φιλομάθειαν καθόσον τῆς ἀληθινῆς καὶ εἰς ὄνησιν τεινούσης, ἀλλʼ οὐχὶ τῆς δημώδους καὶ εἰς διαστροφὴν ἠθῶν ἀντέχῃ παιδείας. ὁ δὲ φιλοσοφίας ὠρεγμένος, ἐκκλίνων δὲ τὴν πολυθρύλητον ἡδονήν, ἣ τινῶν θηλύνει νέων ψυχάς, φανερός ἐστιν οὐ μόνον φύσει πρὸς εὐγένειαν κλίνων, ἀλλὰ καὶ προαιρέσει. φύσις δὲ εὐγενὴς μετρίαν ἄσκησιν προσλαβοῦσα, ἔτι δὲ τὸν ἀφθόνως διδάξοντα, ῥᾳδίως ἔρχεται πρὸς τὴν τελείαν ἀνάληψιν τῆς ἀρετῆς.

“芝诺致安提柯国王问候。 “对于你的求知热忱,只要你是坚持追求那真正且趋向实益的教养,而非通俗且趋向败坏德行的教养,我便欣然接纳。凡渴慕哲学而避开那令某些青年灵魂软弱的多口相传的享乐者,显然不仅在天性上倾向高尚,而且在志向选择上亦然。高尚的天资若获得适度的锻炼,复得一位毫无保留施教的导师,便能轻易达到美德的完全掌握。

ἐγὼ δὲ συνέχομαι σώματι ἀσθενεῖ διὰ γῆρας· ἐτῶν γάρ εἰμι ὀγδοήκοντα· διόπερ οὐ δύναμαί σοι συμμίξαι. ἀποστέλλω δέ σοί τινας τῶν ἐμαυτοῦ συσχολαστῶν, οἳ τοῖς μὲν κατὰ ψυχὴν οὐκ ἀπολείπονται ἐμοῦ, τοῖς δὲ κατὰ σῶμα προτεροῦσιν· οἷς συνὼν οὐδενὸς καθυστερήσεις τῶν πρὸς τὴν τελείαν εὐδαιμονίαν ἀνηκόντων. Ἀπέστειλε δὲ Περσαῖον καὶ Φιλωνίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολῇ. ἔδοξε δέ μοι καὶ τὸ ψήφισμα τὸ περὶ αὐτοῦ τῶν Ἀθηναίων ὑπογράψαι.

“然而我因年迈而被虚弱的躯体所束缚,盖我已年届八十;因此我无法与你相会。但我遣派若干同门学友前往你处,他们在心灵之事上不落后于我,在身体之事上更胜于我;与他们相处,在关乎圆满幸福之事上你将毫无匮乏。” 于是他派遣了佩尔塞奥斯以及忒拜的斐洛尼德斯,伊壁鸠鲁在致其弟阿里斯托布洛斯的信中,曾提及他们两人当时正陪伴在安提柯身旁。我认为将雅典人关于他的法令抄录于后亦属妥当。

καὶ ἔχει ὧδε· “Ἐπʼ Ἀρρενίδου ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδος πέμπτης πρυτανείας, Μαιμακτηριῶνος δεκάτῃ ὑστέρᾳ, τρίτῃ καὶ εἰκοστῇ τῆς πρυτανείας, ἐκκλησία κυρία, τῶν προέδρων ἐπεψήφισεν Ἵππων Κρατιστοτέλους Ξυπεταιὼν καὶ οἱ συμπρόεδροι, Θράσων Θράσωνος Ἀνακαιεὺς εἶπεν· “Ἐπειδὴ Ζήνων Μνασέου Κιτιεὺς ἔτη πολλὰ κατὰ φιλοσοφίαν ἐν τῇ πόλει γενόμενος ἔν τε τοῖς λοιποῖς ἀνὴρ ἀγαθὸς ὢν διετέλεσε καὶ τοὺς εἰς σύστασιν αὐτῷ τῶν νέων πορευομένους2 παρακαλῶν ἐπʼ ἀρετὴν καὶ σωφροσύνην παρώρμα πρὸς τὰ βέλτιστα, παράδειγμα τὸν ἴδιον βίον ἐκθεὶς ἅπασιν ἀκόλουθον ὄντα τοῖς λόγοις οἷς διελέγετο,

其内容如下: “在阿尔勒尼德斯任执政官之年,阿卡曼提斯部落担任第五主席团任期内,迈玛克特里昂月下旬第十日(即主席团第二十三日),于法定公民大会上,主席团主事者克拉提斯托特勒斯之子、徐佩特区人希彭及其共同主事者主持表决,色拉松之子、阿那卡亚区人色拉松提议: ‘鉴于基提翁人姆纳塞阿斯之子芝诺,多年来在城邦中致力于哲学,在其余各方面始终表现为善人,且劝勉前来与他结交的青年趋向美德与克制,激发他们向往至善,将自己与所宣讲之道理相一致的一生树立为所有人的典范;

τύχῃ ἀγαθῇ δεδόχθαι τῷ δήμῳ3, ἐπαινέσαι μὲν Ζήνωνα Μνασέου Κιτιέα καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ σωφροσύνης, οἰκοδομῆσαι δὲ αὐτῷ καὶ τάφον ἐπὶ τοῦ Κεραμεικοῦ δημοσίᾳ· τῆς δὲ ποιήσεως τοῦ στεφάνου καὶ τῆς οἰκοδομῆς τοῦ τάφου χειροτονῆσαι τὸν δῆμον ἤδη τοὺς ἐπιμελησομένους πέντε ἄνδρας ἐξ Ἀθηναίων. ἐγγράψαι δὲ 〈τόδε〉 τὸ ψήφισμα τὸν γραμματέα τοῦ δήμου ἐν στήλαις 〈λιθίναισ〉 δύο καὶ ἐξεῖναι αὐτῶν θεῖναι τὴν μὲν ἐν Ἀκαδημείᾳ, τὴν δὲ ἐν Λυκείῳ. τὸ δὲ ἀνάλωμα τὸ εἰς τὰς στήλας γινόμενον μερίσαι τὸν ἐπὶ τῇ διοικήσει, ὅπως 〈ἂν〉 ἅπαντες εἴδωσιν ὅτι ὁ δῆμος ὁ [τῶν] Ἀθηναίων τοὺς ἀγαθοὺς καὶ ζῶντας τιμᾷ καὶ τελευτήσαντας.

愿得善运,公民大会决议:表彰基提翁人姆纳塞阿斯之子芝诺,并依法律因其美德与克制授予金冠;在凯拉米科斯由公费为他建造一座陵墓;关于金冠之制作与陵墓之建造,公民大会立即从雅典人中以举手表决方式选出五人主管此事;公民大会秘书将此项法令刻于两座石碑之上,准许将其中一座立于阿卡德米,另一座立于吕克昂;主管行政者拨付用于石碑的款项,俾使所有人皆知雅典人民对于善人,无论其在生还是殁后,皆予以尊崇。’”

语法注3 条
  1. 7.1.7ὁ γὰρ τὸν τῆς Μακεδονίας ἄρχοντα καὶ παιδεύων καὶ ἄγων ἐπὶ τὰ κατʼ ἀρετὴν φανερὸς ἔσται καὶ τοὺς ὑποτεταγμένους παρασκευάζων πρὸς εὐανδρίαν

    此处使用了形容词 φανερός 的人称结构(个人构词法),而非无人称的 φανερόν ἐστιν 配合主语从句。主语为带冠词分词短语 ὁ παιδεύων καὶ ἄγων,主补为补充性分词 παρασκευάζων,字面意为“……的人将显而易见地使……”。

  2. 7.1.10τοὺς εἰς σύστασιν αὐτῷ τῶν νέων πορευομένους

    短语 εἰς σύστασιν αὐτῷ 意为“为了引见/结交于他”。名词 σύστασις(引见、交往)支配与之搭配的与格 αὐτῷ,整个介词短语修饰 πορευομένους,而 τῶν νέων 则作为部分属格依附于 τοὺς πορευομένους,意指“在青年之中前来结识/投奔他的人”。

  3. 7.1.11τύχῃ ἀγαθῇ δεδόχθαι τῷ δήμῳ

    雅典法令公文的程式用语。完成时不定式 δεδόχθαι(决议)在句法上充当 §7.1.10 中动词 εἶπεν(提议)的间接引语宾语。随后出现的一连串不定式(ἐπαινέσαι、στεφανῶσαι、οἰκοδομῆσαι、χειροτονῆσαι、ἐγγράψαι、μερίσαι 等)皆从属于 δεδόχθαι,具体表述决议的各项内容。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.6-7.1.11