← 第欧根尼·拉尔修

哲人言行录

§7.1.1-7.1.5

基提翁的芝诺的生平与斯多亚学派的创立

本段记述了基提翁的芝诺的出身与外貌特征、因海难抵雅典并师从克拉特斯等多位哲学家的经过、克拉特斯矫正其羞怯心理的逸事、其主要著作名录,以及他在画廊讲学并由此创立斯多亚学派的缘起。

← 上一节下一节 →

Ζήνων Μνασέου ἢ Δημέου Κιτιεὺς ἀπὸ Κύπρου, πολίσματος Ἑλληνικοῦ, Φοίνικας ἐποίκους ἐσχηκότος. Τὸν τράχηλον ἐπὶ θάτερα νενευκὼς ἦν, ὥς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων· καὶ Ἀπολλώνιος δέ φησιν ὁ Τύριος ὅτι ἰσχνὸς ἦν, ὑπομήκης, μελάγχρουσ—ὅθεν τις αὐτὸν εἶπεν Αἰγυπτίαν κληματίδα, καθά φησι Χρύσιππος ἐν πρώτῳ Παροιμιῶν—παχύκνημός τε καὶ ἀπαγὴς καὶ ἀσθενής· διὸ καί φησι Περσαῖος ἐν Ὑπομνήμασι συμποτικοῖς τὰ πλεῖστα αὐτὸν δεῖπνα παραιτεῖσθαι. ἔχαιρε δέ, φασί, σύκοις χλωροῖς καὶ ἡλιοκαΐαις.

芝诺是塞浦路斯基提翁人,其父为姆纳塞阿斯或德梅阿斯;基提翁是一座曾有腓尼基移民迁入的希腊小城镇。 他的脖子偏向一侧,正如雅典的蒂莫特奥斯在《论人生》中所说。推罗的阿波罗尼奥斯也说他身形消瘦、身材偏高、皮肤黝黑——因此有人称他为“埃及藤枝”,如克律西波斯在《谚语集》卷一中所说——并且他小腿粗大、肌肉松弛且虚弱无力。因此佩尔塞奥斯在《共饮回忆录》中说,他谢绝了大多数宴请。据说他喜好食新鲜无花果与晒日光浴。

Διήκουσε δέ, καθὰ προείρηται, Κράτητος· εἶτα καὶ Στίλπωνος ἀκοῦσαί φασιν αὐτὸν καὶ Ξενοκράτους ἔτη δέκα, ὡς Τιμοκράτης ἐν τῷ Δίωνι· ἀλλὰ καὶ Πολέμωνος. Ἑκάτων δέ φησι καὶ Ἀπολλώνιος ὁ Τύριος ἐν πρώτῳ περὶ Ζήνωνος, χρηστηριασαμένου αὐτοῦ τί πράττων ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν1. τῷ οὖν Κράτητι παρέβαλε τοῦτον τὸν τρόπον. πορφύραν ἐμπεπορευμένος ἀπὸ τῆς Φοινίκης πρὸς τῷ Πειραιεῖ ἐναυάγησεν. ἀνελθὼν δʼ εἰς τὰς Ἀθήνας ἤδη τριακοντούτης ἐκάθισε παρά τινα βιβλιοπώλην. ἀναγινώσκοντος δʼ ἐκείνου τὸ δεύτερον τῶν Ξενοφῶντος Ἀπομνημονευμάτων, ἡσθεὶς ἐπύθετο ποῦ διατρίβοιεν οἱ τοιοῦτοι ἄνδρες.

如前所述,他曾听从克拉特斯受教;后来据说他又随斯提尔蓬和色诺克拉底求学十年,正如蒂莫克拉特斯在《狄翁篇》中所述;此外他也听讲于波莱蒙。但赫卡同以及推罗的阿波罗尼奥斯在《论芝诺》卷一中说,当他求问神谕自己怎样生活最为妥当时,神回答说:“若是与死者同色相亲。”于是他心领神会,开始研读古人的著作。他是按如下方式与克拉特斯相遇的。他从腓尼基运送紫染料经商,在皮埃琉斯附近遭遇海难。他来到雅典,当时已年满三十岁,坐在一处书商旁。书商正朗读色诺芬《回忆录》卷二,他听后十分欣喜,便询问哪里可以找到这样的人物。

εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτόν φησι, τούτῳ παρακολούθησον. ἐντεῦθεν ἤκουσε τοῦ Κράτητος, ἄλλως μὲν εὔτονος 〈ὢν〉 πρὸς φιλοσοφίαν, αἰδήμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. ὅθεν ὁ Κράτης βουλόμενος αὐτὸν καὶ τοῦτο θεραπεῦσαι δίδωσι χύτραν φακῆς διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δʼ εἶδεν αὐτὸν αἰδούμενον καὶ παρακαλύπτοντα, παίσας τῇ βακτηρίᾳ κατάγνυσι τὴν χύτραν· φεύγοντος δʼ αὐτοῦ καὶ τῆς φακῆς κατὰ τῶν σκελῶν ῥεούσης, φησὶν ὁ Κράτης, τί φεύγεις, Φοινικίδιον; οὐδὲν δεινὸν πέπονθας.

适逢克拉特斯走过,书商指着克拉特斯说: “跟随这个人吧。” 从此他便听从克拉特斯受教。他在哲学方面原本十分坚毅,但对犬儒学派的放肆不羁尚存羞耻之心。克拉特斯欲医治他这一弱点,便交给他一罐扁豆浓汤,让他提着穿过凯拉米科斯区。当看到他羞怯地遮掩汤罐时,克拉特斯用手杖击碎了汤罐;芝诺慌忙逃跑,汤顺着他的双腿淌下,克拉特斯便说: “为何要跑,小小的腓尼基人?你并未遭受什么可怕之事。”

Ἕως μὲν οὖν τινὸς ἤκουσε τοῦ Κράτητος· ὅτε καὶ τὴν Πολιτείαν αὐτοῦ γράψαντος2, τινὲς ἔλεγον παίζοντες ἐπὶ τῆς τοῦ κυνὸς οὐρᾶς αὐτὴν γεγραφέναι. γέγραφε δὲ πρὸς τῇ Πολιτείᾳ καὶ τάδε· Περὶ τοῦ κατὰ φύσιν βίου. Περὶ ὁρμῆς ἢ περὶ ἀνθρώπου φύσεως. Περὶ παθῶν. Περὶ τοῦ καθήκοντος. Περὶ νόμου. Περὶ τῆς Ἑλληνικῆς παιδείας. Περὶ ὄψεως. Περὶ τοῦ ὅλου. Περὶ σημείων. Πυθαγορικά. Καθολικά. Περὶ λέξεων. Προβλημάτων Ὁμηρικῶν πέντε. Περὶ ποιητικῆς ἀκροάσεως. Ἔστι δʼ αὐτοῦ καὶ Τέχνη καὶ Λύσεις καὶ Ἔλεγχοι δύο. Απομνημονεύματα Κράτητος. Ἠθικά. Καὶ τάδε μὲν τὰ βιβλία. τελευταῖον δὲ ἀπέστη καὶ τῶν προειρημένων ἤκουσεν ἕως ἐτῶν εἴκοσιν· ἵνα καί φασιν αὐτὸν εἰπεῖν, νῦν εὐπλόηκα, ὅτε νεναυάγηκα. οἱ δʼ ἐπὶ τοῦ Κράτητος τοῦτʼ αὐτὸν εἰπεῖν·

于是有一段时间他从学于克拉特斯;那时他写了《理想国》,有人戏称他是在“狗尾巴上写成”此书的。除《理想国》外,他还著有下列作品: 《论顺应自然的生活》《论冲动,或论人之自然》《论情感》《论应为之事》《论法律》《论希腊式教养》《论视觉》《论宇宙全体》《论符号》《毕达哥拉斯学派论考》《普遍问题》《论词语》《荷马问题五卷》《论诗歌听辨》此外他还有: 《技艺》《论争解答》《反驳二卷》《克拉特斯回忆录》《伦理学》以上即为其著作。后来他离开了克拉特斯,转而随前述学者听讲长达二十年;据说他因此感叹道: “如今我遭遇海难,却才真正一帆风顺。” 另有人说,他是在追随克拉特斯时说出此言的;

ἄλλοι δὲ διατρίβοντα ἐν ταῖς Ἀθήναις ἀκοῦσαι τὴν ναυαγίαν καὶ εἰπεῖν, εὖ γε ποιεῖ ἡ τύχη προσελαύνουσα ἡμᾶς φιλοσοφίᾳ. ἔνιοι δέ, διαθέμενον Ἀθήνησι τὰ φορτία, οὕτω τραπῆναι πρὸς φιλοσοφίαν. Ἀνακάμπτων δὴ ἐν τῇ ποικίλῃ στοᾷ τῇ καὶ Πεισιανακτίῳ καλουμένῃ, ἀπὸ δὲ τῆς γραφῆς τῆς Πολυγνώτου ποικίλῃ, διετίθετο τοὺς λόγους, βουλόμενος καὶ τὸ χωρίον ἀπερίστατον ποιῆσαι3. ἐπὶ γὰρ τῶν τριάκοντα τῶν πολιτῶν πρὸς τοῖς χιλίοις τετρακόσιοι ἀνῄρηντʼ ἐν αὐτῷ. προσῄεσαν δὴ λοιπὸν ἀκούοντες αὐτοῦ καὶ διὰ τοῦτο Στωικοὶ ἐκλήθησαν καὶ οἱ ἀπʼ αὐτοῦ ὁμοίως, πρότερον Ζηνώνειοι καλούμενοι, καθά φησι καὶ Ἐπίκουρος ἐν ἐπιστολαῖς. καὶ πρότερόν γε Στωικοὶ ἐκαλοῦντο οἱ διατρίβοντες ἐν αὐτῇ ποιηταί, καθά φησιν Ἐρατοσθένης ἐν ὀγδόῃ Περὶ τῆς ἀρχαίας κωμῳδίας, οἳ καὶ τὸν λόγον ἐπὶ πλεῖον ηὔξησαν.

还有人说,他是在雅典逗留时得知海难的消息,于是说: “命运将我们驱向哲学,真是一件幸事。” 更有一些人说,他在雅典变卖了所载货物后,才由此转向哲学。 他在“画廊”——又称“佩西亚纳克斯柱廊”,因波吕格诺托斯的画作而得名“画廊”——漫步讲学,他也意在使这一场所免于嘈杂人群的干扰;因为在三十僭主统治时期,有一千四百名公民曾在此处被杀害。此后人们纷纷前来听他讲学,因此被称为“斯多亚派”,其追随者亦被称为斯多亚学派,而在以前,正如伊壁鸠鲁在书信中所言,他们被称为“芝诺派”。此外,以前在此柱廊打发时光的诗人们曾被称为斯多亚派,正如埃拉托斯特尼在《论古喜剧》第八卷中所说,这些诗人也使这一称谓更为广泛流传。

语法注3 条
  1. 7.1.2ὅθεν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν

    在由 φησί 引出的间接引语中,宾格分词 ξυνέντα 作为不定式 ἀναγινώσκειν 的逻辑主语(指芝诺)。接在关系副词 ὅθεν(“因此/由此”)之后,表示芝诺在理解(ξυνέντα)了神谕的意旨后,开始研读(ἀναγινώσκειν)古人著作。

  2. 7.1.4ὅτε καὶ τὴν Πολιτείαν αὐτοῦ γράψαντος

    时间连词 ὅτε(“当……时”)之后直接接属格独立结构(αὐτοῦ γράψαντος)的破格句法。通常此处应用定式动词从句(如 ὅτε ἔγραψε)或不带连词的纯粹属格独立结构,此处将二者重叠,用以特指芝诺撰写《理想国》的具体时刻。

  3. 7.1.5βουλόμενος καὶ τὸ χωρίον ἀπερίστατον ποιῆσαι

    形容词 ἀπερίστατος 是由 περίστασις(围观人群/喧闹,或灾祸/逆境)加否定前缀 α- 构成的复合词。与不定式 ποιῆσαι 构成补足语结构,既可解释为“使该地免受人群围观/使之幽静无人干扰”,也可结合后文三十僭主处决一千四百名公民的背景解释为“使该地摆脱不幸与厄运的阴影”。此处意指芝诺选择此地,期望此处能成为一个不受闲杂游手喧嚣打扰的清静讲学之所。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.1-7.1.5