← 第欧根尼·拉尔修

哲人言行录

§7.1.12-7.1.17

芝诺的简朴生活方式与日常机智

在列举执行雅典法令的官员之后,本文记述了芝诺简朴严苛的个人生活、避开喧嚣与谄媚者的作风、与安提柯国王的交往轶事,以及展现其敏锐机智与警句的日常言行。

← 上一节下一节 →

ἐπὶ 〈δὲ〉 τὴν 〈ποίησιν τοῦ στεφάνου καὶ τὴν〉 οἰκοδομὴν κεχειροτόνηνται Θράσων Ἀνακαιεύς, Φιλοκλῆς Πειραιεύς, Φαῖδρος Ἀναφλύστιος, Μέδων Ἀχαρνεύς, Μίκυθος Συπαληττεύς, Δίων Παιανιεύς. Καὶ τὸ ψήφισμα μὲν ὧδε ἔχει. Φησὶ δʼ Ἀντίγονος ὁ Καρύστιος οὐκ ἀρνεῖσθαι αὐτὸν εἶναι Κιτιέα. τῶν γὰρ εἰς τὴν ἐπισκευὴν τοῦ λουτρῶνος συμβαλλομένων εἷς ὢν καὶ ἀναγραφόμενος ἐν τῇ στήλῃ, Ζήνωνος τοῦ φιλοσόφου, ἠξίωσε καὶ τὸ Κιτιεύς1 προστεθῆναι. ποιήσας δέ ποτε κοῖλον ἐπίθημα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων ἵνʼ ἔχοι Κράτης ὁ διδάσκαλος.

主管〈金冠制作与〉陵墓建筑的人选为:阿那卡亚区的色拉松、佩拉埃乌斯区的斐洛克勒斯、阿那普吕斯托斯区的斐德罗、阿卡尔奈区的梅东、叙帕勒托斯区的米库托斯、派阿尼亚区的狄翁。 法令内容即如上述。 卡律斯托斯的安提柯说,芝诺从不否认自己是基提翁人。因为在为公修浴室捐资的人员中,他名列其中,当石碑上题刻为: “哲学家芝诺”时,他要求补加上“基提翁人”一词。有一次,他给自己的油瓶做了一个凹陷的盖子,在其中携带硬币,以便他的老师克拉特斯随时有钱应付生活急需。

φασὶ δʼ αὐτὸν ὑπὲρ χίλια τάλαντα ἔχοντα ἐλθεῖν εἰς τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶς. ἤσθιε δʼ ἀρτίδια καὶ μέλι καὶ ὀλίγον εὐώδους οἰναρίου ἔπινε. παιδαρίοις τε ἐχρῆτο σπανίως, ἅπαξ ἢ δίς που παιδισκαρίῳ τινί, ἵνα μὴ δοκοίη μισογύνης εἶναι, σύν τε Περσαίῳ τὴν αὐτὴν οἰκίαν ᾤκει· καὶ αὐτοῦ αὐλητρίδιον εἰσαγαγόντος πρὸς αὐτόν, σπάσας πρὸς τὸν Περσαῖον αὐτὸ ἀπήγαγεν. ἦν τε, φασίν, εὐσυμπερίφορος, ὡς πολλάκις Ἀντίγονον τὸν βασιλέα ἐπικωμάσαι αὐτῷ καὶ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδὸν ἅμʼ αὐτῷ ἐλθεῖν ἐπὶ κῶμον, εἶτα μέντοι ὑποδῦναι.

据说他携带着一千多塔兰同的钱财来到希腊,并将这些资金用于航海放贷。他平时仅食小面包与蜂蜜,饮少许芳香的薄酒。他极少结交少年,为了不显得厌恶女人,才偶尔一两次接近过某个使女;并且他与佩尔塞奥斯同居一室。当佩尔塞奥斯引来一个吹笛小女侍时,他拉过女侍并将其送还给佩尔塞奥斯。据说他平易近人,以至于安提柯国王经常来他那里狂饮宴乐,甚至携他一同到弦琴弹唱家阿里斯托克勒斯那里赴宴寻欢,不过芝诺事后总会悄悄退席。

ἐξέκλινε δέ, φησί, καὶ τὸ πολυδημῶδες, ὡς ἐπʼ ἄκρου καθίζεσθαι τοῦ βάθρου, κερδαίνοντα τὸ γοῦν ἕτερον μέρος τῆς ἐνοχλήσεως2. οὐ μὴν οὐδὲ μετὰ πλειόνων δύο ἢ τριῶν περιεπάτει. ἐνίοτε δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺς περιισταμένους, 〈ὥστε δεδιότασ〉 τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθης ἐν τῷ Περὶ χαλκοῦ· πλειόνων τε περιστάντων αὐτόν, δείξας ἐν τῇ στοᾷ κατʼ ἄκρου τὸ ξύλινον περιφερὲς τοῦ βωμοῦ ἔφη, τοῦτό ποτʼ ἐν μέσῳ ἔκειτο, διὰ δὲ τὸ ἐμποδίζειν ἰδίᾳ ἐτέθη· καὶ ὑμεῖς οὖν ἐκ τοῦ μέσου βαστάσαντες αὑτοὺς ἧττον ἡμῖν ἐνοχλήσετε. Δημοχάρους δὲ τοῦ Λάχητος ἀσπαζομένου αὐτὸν καὶ φάσκοντος λέγειν καὶ γράφειν ὧν ἂν χρείαν ἔχῃ πρὸς Ἀντίγονον, ὡς ἐκείνου πάντα παρέξοντος, ἀκούσας οὐκέτʼ αὐτῷ συνδιέτριψε.

据说,他还极力避开喧闹的人群,以至于总是坐在长凳的尽头,借此至少免除了一侧的滋扰。他也从不同两人或三人以上的群体一同漫步。有时,他甚至向围观的人们索取铜币,正如克莱安西斯在《论铜币》中所说,这是为了使他们因畏惧给钱而不再滋扰;当更多人围住他时,他指着柱廊尽头祭坛的圆形木栏杆说道: “这东西曾放在中间,但因妨碍通行而被移到一旁;你们若也从中间离开,对我们的滋扰就会少些。” 当拉克斯之子德谟卡勒斯向他问候,并声称芝诺凡有所需,尽可告诉并写信给安提柯,国王定当满足一切时,芝诺听后便不再与他来往。

λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον, οἷον εἴη θέατρον ἀπολωλεκώς3· ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ᾔτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφήν. ἐρωτηθεὶς δὲ διὰ τί θαυμάζει αὐτόν, ὅτι, ἔφη, πολλῶν καὶ μεγάλων αὐτῷ διδομένων ὑπʼ ἐμοῦ οὐδέποτʼ ἐχαυνώθη οὐδὲ ταπεινὸς ὤφθη. Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος· ὅθεν καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω· "καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ πάντων ἱμείρουσαν· ὁ δʼ ἔρρει γυργαθὸς αὐτῆς σμικρὸς ἐών· νοῦν δʼ εἶχεν ἐλάσσονα κινδαψοῖο."

据说芝诺死后,安提柯曾感慨自己失去了何等伟大的观众;因此国王通过使者色拉松向雅典人请求将芝诺安葬于凯拉米科斯。当被问及为何如此钦佩他时,国王说: “因为尽管我赠予他许多厚重之物,他却从未骄狂自大,亦从未显露卑躬屈膝之态。” 他热衷探求,对一切事情都穷究严谨;因此蒂蒙在《讽喻诗》中如此写道: “我又见一腓尼基妇人,如贪婪老妪身处幽暗的傲慢中, 贪恋着一切;但她的鱼篓破损, 本就狭小;她的心智甚至比一根小拨片还浅薄。”

Ἐπιμελῶς δὲ καὶ πρὸς Φίλωνα τὸν διαλεκτικὸν διεκρίνετο καὶ συνεσχόλαζεν αὐτῷ· ὅθεν καὶ θαυμασθῆναι ὑπὸ Ζήνωνος τοῦ νεωτέρου οὐχ ἧττον Διοδώρου τοῦ διδασκάλου αὐτοῦ. ἦσαν δὲ περὶ αὐτὸν καὶ γυμνορρύπαροί τινες, ὥς φησι καὶ ὁ Τίμων· "ὄφρα πενεστάων σύναγεν νέφος, οἳ περὶ πάντων πτωχότατοί τʼ ἦσαν καὶ κουφότατοι βροτοὶ ἀστῶν." Αὐτὸν δὲ στυγνόν τʼ εἶναι καὶ πικρόν, καὶ τὸ πρόσωπον συνεσπασμένον. ἦν εὐτελής τε σφόδρα καὶ βαρβαρικῆς ἐχόμενος σμικρολογίας, προσχήματι οἰκονομίας. εἰ δέ τινα ἐπικόπτοι, περιεσταλμένως καὶ οὐ χάδην, ἀλλὰ πόρρωθεν· λέγω δὲ οἷον ἐπὶ τοῦ καλλωπιζομένου ποτὲ ἔφη.

他与辩证家斐洛勤勉辩难并一同讲学;因此斐洛受到后辈芝诺的敬重,不下于受其师狄奥多罗斯的敬重。芝诺身边还围聚着一些衣衫褴褛的赤贫之人,正如蒂蒙所言: “当他招引来一团赤贫者的阴云,这些人超越一切, 乃是市民中最贫穷、最轻浮的凡夫。” 芝诺本人神色阴郁而严厉,面容紧绷。他极度节俭,在操持家业的幌子下,坚持着近乎野蛮的吝啬。若他斥责某人,总是含蓄而迂回,绝不直率粗暴,而是从远处侧击;例如他有一次对一个爱修饰者所说的那样。

ὀχέτιον γάρ τι ὀκνηρῶς αὐτοῦ ὑπερβαίνοντος, δικαίως, εἶπεν, ὑφορᾷ τὸν πηλόν· οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασθαι. ὡς δὲ Κυνικός τις οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύθῳ, προσῄτησεν αὐτόν, οὐκ ἔφη δώσειν· ἀπελθόντα μέντοι ἐκέλευσε σκέψασθαι ὁπότερος εἰη ἀναιδέστερος. ἐρωτικῶς δὲ διακείμενος Χρεμωνίδου, παρακαθιζόντων αὐτοῦ τε καὶ Κλεάνθους, ἀνέστη· θαυμάζοντος δὲ τοῦ Κλεάνθους ἔφη καὶ τῶν ἰατρῶν ἀκούω τῶν ἀγαθῶν, κράτιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν. δυοῖν δʼ ὑπανακειμένοιν ἐν πότῳ καὶ τοῦ ὑπʼ αὐτὸν τὸν ὑφʼ ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί, αὐτὸς ἐκεῖνον τῷ γόνατι4. ἐπιστραφέντος δέ, τί οὖν〈ἔφη〉οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ;

当那人迟疑畏缩地跨过一条小沟渠时,芝诺说: “你顾忌泥淖是合情合理的;因为在泥淖中你无法照见自己的面容。” 当一个自称油瓶里没有油的犬儒派向他乞讨时,芝诺拒绝给予;但当那人离去时,芝诺让他仔细思量他们两人究竟谁更为厚颜无耻。芝诺对克雷莫尼德斯怀有爱意,当此人与克莱安西斯一同坐在他身旁时,芝诺便站起身来;克莱安西斯感到惊异,芝诺说道: “我也听良医讲过,对于发炎的部位,静养乃是最佳的良药。” 在一次饮宴中有两人并排斜卧,芝诺下座的人用脚踢踹其下方的人,芝诺便用膝盖顶撞那人。那人回过头来,芝诺便说: “那么,你想想被你踢在下方的人承受着你的对待,心里会是何种感受?”

语法注4 条
  1. 7.1.12τὸ Κιτιεύς

    中性单数定冠词 τὸ 将阳性主格名词 Κιτιεύς 作为引述词(即“基提翁人”这个词头衔)加以实体化。它并不与被引述词发生性数格的一致,而是作为 προστεθῆναι 的直接宾语。

  2. 7.1.14κερδαίνοντα τὸ γοῦν ἕτερον μέρος τῆς ἐνοχλήσεως

    分词 κερδαίνοντα 为阳性单数宾格,与由 ὡς 引导的结果不定式(ὡς ἐπʼ ἄκρου καθίζεσθαι)的逻辑宾格主语(芝诺)一致。虽然主格分词(κερδαίνων)在语法上亦可修饰主句主语,但此处采用了受不定式从句内宾格主语同化的结构。

  3. 7.1.15οἷον εἴη θέατρον ἀπολωλεκώς

    在间接引语(间接感叹/疑问从句)中,动词因主句叙述的过去语境而采用转述斜转祈愿语气(optativus obliquus)。此外,εἴη ... ἀπολωλεκώς 由系动词祈愿式与完成时分词构成了迂回完成时(periphrastic perfect)。

  4. 7.1.17αὐτὸς ἐκεῖνον τῷ γόνατι

    动词省略结构。依据前文的属格独立结构(τοῦ ὑπʼ αὐτὸν τὸν ὑφʼ ἑαυτὸν σκιμαλίζοντος τῷ ποδί),句中省略了谓语动词(如 ἐσκίμαλισε 或 ἔπαισε)。通过“τῷ ποδί”(用脚)与“τῷ γόνατι”(用膝盖)的紧密对照,含义得以明确补足。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.12-7.1.17