← 第欧根尼·拉尔修

哲人言行录

§7.1.51-7.1.55

表象的分类与真理标准及声音的定义

本节阐述了斯多亚派关于表象的分类、思维把握的多种方式以及真理判定标准的学说,随后探讨了作为辩证法开端的声音的定义与属性。

← 上一节下一节 →

Τῶν δὲ φαντασιῶν κατʼ αὐτοὺς αἱ μέν εἰσιν αἰσθητικαί, αἱ δʼ οὔ· αἰσθητικαὶ μὲν αἱ διʼ αἰσθητηρίου ἢ αἰσθητηρίων λαμβανόμεναι, οὐκ αἰσθητικαὶ δʼ αἱ διὰ τῆς διανοίας καθάπερ τῶν ἀσωμάτων καὶ τῶν ἄλλων τῶν λόγῳ λαμβανομένων. τῶν δὲ αἰσθητικῶν 〈αἱ μὲν〉 ἀπὸ ὑπαρχόντων μετʼ εἴξεως καὶ συγκαταθέσεως γίνονται1. εἰσὶ δὲ τῶν φαντασιῶν καὶ ἐμφάσεις αἱ ὡσανεὶ ἀπὸ ὑπαρχόντων γινόμεναι. Ἔτι τῶν φαντασιῶν αἱ μέν εἰσι λογικαί, αἱ δὲ ἄλογοι· λογικαὶ μὲν αἱ τῶν λογικῶν ζῴων, ἄλογοι δὲ αἱ τῶν ἀλόγων. αἱ μὲν οὖν λογικαὶ νοήσεις εἰσίν, αἱ δʼ ἄλογοι οὐ τετυχήκασιν ὀνόματος. καὶ αἱ μέν εἰσι τεχνικαί, αἱ δὲ ἄτεχνοι· ἄλλως γοῦν θεωρεῖται ὑπὸ τεχνίτου εἰκὼν καὶ ἄλλως ὑπὸ ἀτέχνου.

在他们看来,诸表象中有些是感觉性的,有些则不是:通过感觉器官或诸感觉器官所接受的表象是感觉性的,而通过思维所接受的表象是非感觉性的,例如关于无形之物以及其他借由理性所接受之物的表象。在感觉性表象中,〈有些〉产生于实在之物,伴随着顺从与同意。在诸表象中也存在着宛如产生于实在之物的显象。 此外,诸表象中有些是理性的,有些则是非理性的:理性动物的表象是理性的,非理性动物的表象是非理性的。理性的表象是思辨,而非理性的表象则未获名称。表象中有些是具技艺性的,有些是无技艺性的;例如,一幅画像被技艺工匠所观看的方式,与被外行之人所观看的方式截然不同。

Αἴσθησις δὲ λέγεται κατὰ τοὺς Στωικοὺς τό τʼ ἀφʼ ἡγεμονικοῦ πνεῦμα ἐπὶ τὰς αἰσθήσεις διῆκον καὶ ἡ διʼ αὐτῶν κατάληψις καὶ ἡ περὶ τὰ αἰσθητήρια κατασκευή, καθʼ ἥν τινες πηροὶ γίνονται. καὶ ἡ ἐνέργεια δὲ αἴσθησις καλεῖται. ἡ δὲ κατάληψις γίνεται κατʼ αὐτοὺς αἰσθήσει μὲν λευκῶν καὶ μελάνων καὶ τραχέων καὶ λείων, λόγῳ δὲ τῶν διʼ ἀποδείξεως συναγομένων, ὥσπερ τοῦ θεοὺς εἶναι, καὶ προνοεῖν τούτους2. τῶν γὰρ νοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθʼ ὁμοιότητα, τὰ δὲ κατʼ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατʼ ἐναντίωσιν.

根据斯多亚派,“感觉”是指从主导部分通达诸感官的精气,也是指通过它们所达成的把握,还是指关于感觉器官的构造(某些人因之而致残)。其活动本身也被称为感觉。在他们看来,把握对于白与黑、粗糙与光滑是通过感觉产生的,但对于通过论证推导出的事物,如神的存在以及神具有眷顾,则是通过理性产生的。因为在所思辨的事物中,有些是由于直接接触而被思辨的,有些是依于相似,有些是依于比例,有些是依于转置,有些是依于合成,有些则是依于对立。

Κατὰ περίπτωσιν μὲν οὖν ἐνοήθη τὰ αἰσθητά· καθʼ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατʼ ἀναλογίαν δὲ αὐξητικῶς μέν, ὡς ὁ Τιτυὸς καὶ Κύκλωψ· μειωτικῶς δέ, ὡς ὁ Πυγμαῖος. καὶ τὸ κέντρον δὲ τῆς γῆς κατʼ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν. κατὰ μετάθεσιν δέ, οἷον ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους· κατὰ σύνθεσιν δὲ ἐνοήθη Ἱπποκένταυρος· καὶ κατʼ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται δίκαιόν τι καὶ ἀγαθόν· καὶ κατὰ στέρησιν, οἷον ἄχειρ. τοιάδε τινὰ καὶ περὶ φαντασίας καὶ αἰσθήσεως καὶ νοήσεως δογματίζουσι.

因此,通过直接接触而被思辨的是感觉对象;依于相似而被思辨的是源于手头某物者,正如苏格拉底是由其肖像被思辨的;依于比例而被思辨的,在放大方面如提梯俄斯与独眼巨人,在缩小方面如侏儒。地心也是依于比例从较小的球体中被思辨出来的。依于转置的,例如长在胸口上的眼睛;依于合成而被思辨的,如人马兽;依于对立的,则是死亡。又如可言说之物与空间,则是依于某种过渡而被思辨的。公正与善良之物是合乎自然地被思辨的;而诸如失去双手之人,则是依于缺乏而被思辨的。关于表象、感觉和思辨,他们持有的教说大致如此。

Κριτήριον δὲ τῆς ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος ἐν τῇ δυωδεκάτῃ τῶν Φυσικῶν καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. ὁ μὲν γὰρ Βόηθος κριτήρια πλείονα ἀπολείπει, νοῦν καὶ αἴσθησιν καὶ ὄρεξιν καὶ ἐπιστήμην· ὁ δὲ Χρύσιππος διαφερόμενος πρὸς αὑτὸν ἐν τῷ πρώτῳ Περὶ λόγου κριτήριά φησιν εἶναι αἴσθησιν καὶ πρόληψιν· ἔστι δʼ ἡ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. ἄλλοι δέ τινες τῶν ἀρχαιοτέρων Στωικῶν τὸν ὀρθὸν λόγον κριτήριον ἀπολείπουσιν, ὡς ὁ Ποσειδώνιος ἐν τῷ Περὶ κριτηρίου φησί.

他们说,把握性表象——即产生于实在之物的表象——是真理的判定标准,正如克律西波斯在《物理学》第十二卷中,以及安提帕特罗与阿波罗多洛所说的那样。因为波埃托斯留下了多个判定标准:心灵、感觉、欲求与知识;而克律西波斯则与自身相矛盾,在《论言论》第一卷中说判定标准是感觉和预概念;预概念是对普遍之物的自然概念。其他一些较早期的斯多亚派哲学家则将正理留作判定标准,正如波塞多尼奥斯在《论判定标准》中所述。

Τῆς δὲ διαλεκτικῆς θεωρίας συμφώνως δοκεῖ τοῖς πλείστοις ἀπὸ τοῦ περὶ φωνῆς ἐνάρχεσθαι τόπου. ἔστι δὲ φωνὴ ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς, ὥς φησι Διογένης ὁ Βαβυλώνιος ἐν τῇ Περὶ φωνῆς τέχνῃ. ζῴου μέν ἐστι φωνὴ ἀὴρ ὑπὸ ὁρμῆς πεπληγμένος, ἀνθρώπου δʼ ἔστιν ἔναρθρος καὶ ἀπὸ διανοίας ἐκπεμπομένη, ὡς ὁ Διογένης φησίν, ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν τελειοῦται3. καὶ σῶμα δʼ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωικούς, ὥς φησιν Ἀρχέδημός τʼ ἐν τῇ Περὶ φωνῆς καὶ Διογένης καὶ Ἀντίπατρος καὶ Χρύσιππος ἐν τῇ δευτέρᾳ τῶν Φυσικῶν.

大多数人一致赞同,辩证法的探究应当从关于声音的论题开始。而声音是受击打的空气,或者是听觉固有的感觉对象,正如巴比伦的狄奥根尼在《声音的技艺》中所说。动物的声音是受冲动击打的空气,而人的声音则是分节的且从思维中发射出来的,正如狄奥根尼所说,它从十四岁起发育完全。并且根据斯多亚派,声音也是物体,正如阿尔刻得摩斯在《论声音》中,以及狄奥根尼、安提帕特罗和克律西波斯在《物理学》第二卷中所说的那样。

语法注3 条
  1. 7.1.51τῶν δὲ αἰσθητικῶν 〈αἱ μὲν〉 ἀπὸ ὑπαρχόντων μετʼ εἴξεως καὶ συγκαταθέσεως γίνονται

    校勘中补入的〈αἱ μὲν〉与后文的 εἰσὶ δὲ τῶν φαντασιῶν καὶ ἐμφάσεις 形成对称。属格 τῶν αἰσθητικῶν 在此作部分属格,用于区分那些产生于实在事物并伴随顺从与同意的表象,以及那些宛如产生于实在之物的显象。

  2. 7.1.52ὥσπερ τοῦ θεοὺς εἶναι, καὶ προνοεῖν τούτους

    由属格冠词 τοῦ 引出的带不定式的宾格结构(θεοὺς εἶναι, καὶ προνοεῖν τούτους)在此作为先行中性属格复数分词短语 τῶν διʼ ἀποδείξεως συναγομένων(通过论证推导出的事物)的同位语和举例,用于指明“神存在以及神施行眷顾”这两个命题内容。

  3. 7.1.55ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν τελειοῦται

    关系代词 ἥτις 的先行词是人的声音(ἀνθρώπου [φωνή])。介词短语 ἀπὸ δεκατεσσάρων ἐτῶν 表示时间或年龄的起点(“从十四岁起”),指斯多亚学派关于理性成熟与声音完全分节化的传统年龄界限。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.51-7.1.55