← 第欧根尼·拉尔修

哲人言行录

§7.1.45-7.1.50

三段论与把握性表象及感觉的定义

本节阐述了斯多亚派关于三段论、论证及把握性表象的定义与辩证法对智者的必要性,并引述狄奥克勒的著述辨析了表象、感觉与幻象的区别。

← 上一节下一节 →

Εὐχρηστοτάτην δέ φασιν εἶναι τὴν περὶ τῶν συλλογισμῶν θεωρίαν· τὸ γὰρ ἀποδεικτικὸν ἐμφαίνειν, ὅπερ συμβάλλεσθαι πολὺ πρὸς διόρθωσιν τῶν δογμάτων, καὶ τάξιν καὶ μνήμην τὸ ἐπιστατικὸν κατάλημμα ἐμφαίνειν1. Εἶναι δὲ τὸν λόγον αὐτὸν σύστημα ἐκ λημμάτων καὶ ἐπιφορᾶς· τὸν δὲ συλλογισμὸν λόγον συλλογιστικὸν ἐκ τούτων· τὴν δʼ ἀπόδειξιν λόγον διὰ τῶν μᾶλλον καταλαμβανομένων τὸ ἧττον καταλαμβανόμενον περαίνοντα. Τὴν δὲ φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, τοῦ ὀνόματος οἰκείως μετενηνεγμένου ἀπὸ τῶν τύπων 〈τῶν〉 ἐν τῷ κηρῷ ὑπὸ τοῦ δακτυλίου γινομένων.

他们说,关于三段论的探究最为实用;因为它指明了论证性的东西,而这对于修正学说大有助益,并且科学的把握能显现秩序与记忆。 论辩本身是由前提与结论构成的体系;三段论是由这些构成的推论性言论;而论证则是通过较多被把握的事物来推结出较少被把握的事物的言论。 表象是灵魂中的印记,这个名称是从印戒在蜡中所产生的印迹恰当地借用而来的。

τῆς δὲ φαντασίας τὴν μὲν καταληπτικήν, τὴν δὲ ἀκατάληπτον· καταληπτικὴν μέν, ἣν κριτήριον εἶναι τῶν πραγμάτων φασί, τὴν γινομένην ἀπὸ ὑπάρχοντος κατʼ αὐτὸ τὸ ὑπάρχον ἐναπεσφραγισμένην καὶ ἐναπομεμαγμένην· ἀκατάληπτον δὲ τὴν μὴ ἀπὸ ὑπάρχοντος, ἢ ἀπὸ ὑπάρχοντος μέν, μὴ κατʼ αὐτὸ δὲ τὸ ὑπάρχον· τὴν μὴ τρανῆ μηδὲ ἔκτυπον. Αὐτὴν δὲ τὴν διαλεκτικὴν ἀναγκαίαν εἶναι καὶ ἀρετὴν ἐν εἴδει περιέχουσαν ἀρετάς2· τήν τʼ ἀπροπτωσίαν ἐπιστήμην τοῦ πότε δεῖ συγκατατίθεσθαι καὶ μή· τὴν δʼ ἀνεικαιότητα ἰσχυρὸν λόγον πρὸς τὸ εἰκός, ὥστε μὴ ἐνδιδόναι αὐτῷ·

在表象中,一种是把握性的,另一种是非把握性的。他们说事物的判定标准正是把握性表象,它产生于实在之物,并依照该实在之物本身被盖印与模压而成;而非把握性表象则是指不产生于实在之物,或者虽产生于实在之物,但并非依照该实在之物本身的表象,它是既不明晰也不显著的。 辩证法本身是不可或缺的,并且是一种在种的层面包含诸德性的德性:不急躁是关于何时应当表示同意、何时不应表示同意的知识;不轻率是反抗貌似有理之事的有力理性,以免向其妥协;

τὴν δʼ ἀνελεγξίαν ἰσχὺν ἐν λόγῳ, ὥστε μὴ ἀπάγεσθαι ὑπʼ αὐτοῦ εἰς τὸ ἀντικείμενον· τὴν δʼ ἀματαιότητα ἕξιν ἀναφέρουσαν τὰς φαντασίας ἐπὶ τὸν ὀρθὸν λόγον. αὐτήν τε τὴν ἐπιστήμην φασὶν ἢ κατάληψιν ἀσφαλῆ ἢ ἕξιν ἐν φαντασιῶν προσδέξει ἀμετάπτωτον ὑπὸ λόγου. οὐκ ἄνευ δὲ τῆς διαλεκτικῆς θεωρίας τὸν σοφὸν ἄπτωτον ἔσεσθαι ἐν λόγῳ· τό τε γὰρ ἀληθὲς καὶ τὸ ψεῦδος διαγινώσκεσθαι ὑπʼ αὐτῆς καὶ τὸ πιθανὸν τό τʼ ἀμφιβόλως λεγόμενον διευκρινεῖσθαι· χωρίς τʼ αὐτῆς οὐκ εἶναι ὁδῷ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι.

不可驳斥性是言论中的力量,以免被言论引向其对立面;不虚妄是把诸表象归引至正理的习性。他们又说,科学本身或是确固的把握,或是在接受表象时不能被理性动摇的习性。若没有辩证法的探究,智者在言论中就无法做到不失足;因为真与假是由它辨别的,貌似有理者和具有歧义之言也是由它区分的;而且离开它就无法依循正道来进行发问与回答。

Διατείνειν δὲ τὴν ἐν ταῖς ἀποφάσεσι προπέτειαν καὶ ἐπὶ τὰ γινόμενα, ὥστʼ εἰς ἀκοσμίαν καὶ εἰκαιότητα τρέπεσθαι τοὺς ἀγυμνάστους ἔχοντας τὰς φαντασίας3. οὐκ ἄλλως τʼ ὀξὺν καὶ ἀγχίνουν καὶ τὸ ὅλον δεινὸν ἐν λόγοις φανήσεσθαι τὸν σοφόν· τοῦ γὰρ αὐτοῦ εἶναι ὀρθῶς διαλέγεσθαι καὶ διαλογίζεσθαι καὶ τοῦ αὐτοῦ πρός τε τὰ προκείμενα διαλεχθῆναι καὶ πρὸς τὸ ἐρωτώμενον ἀποκρίνασθαι, ἅπερ ἐμπείρου διαλεκτικῆς ἀνδρὸς εἶναι. Ἐν οὖν τοῖς λογικοῖς ταῦτʼ αὐτοῖς δοκεῖ κεφαλαιωδῶς. καὶ ἵνα καὶ κατὰ μέρος εἴπωμεν καὶ τὰ ἅπερ αὐτῶν εἰς τὴν εἰσαγωγικὴν τείνει τέχνην, καὶ αὐτὰ ἐπὶ λέξεως τίθησι Διοκλῆς ὁ Μάγνης ἐν τῇ Ἐπιδρομῇ τῶν φιλοσόφων, λέγων οὕτως·

在断定中的急躁也会延伸至实际行动,致使那些对表象未经训练的人陷入无序与轻妄。在其他途径下,智者也绝不可能显现为敏锐、机智并且在言辞上普遍高明;因为正确地对话和推理属于同一个人,就既定论题进行讨论和针对所问作出回答也属于同一个人,这些正是精通辩证法之人所具备的品质。那么,在逻辑学方面,这就是他们的概括性观点。为了使我们也能逐一阐述,并叙述他们学说中涉及入门技艺的部分,马格内西亚的狄奥克勒在其《哲学家概览》中逐字载录,言道如下:

"“Ἀρέσκει τοῖς Στωικοῖς τὸν περὶ φαντασίας καὶ αἰσθήσεως προτάττειν λόγον, καθότι τὸ κριτήριον, ᾧ ἡ ἀλήθεια τῶν πραγμάτων γινώσκεται, κατὰ γένος φαντασία ἐστί, καὶ καθότι ὁ περὶ συγκαταθέσεως καὶ ὁ περὶ καταλήψεως καὶ νοήσεως λόγος, προάγων τῶν ἄλλων, οὐκ ἄνευ φαντασίας συνίσταται. προηγεῖται γὰρ ἡ φαντασία, εἶθʼ ἡ διάνοια ἐκλαλητικὴ ὑπάρχουσα, ὃ πάσχει ὑπὸ τῆς φαντασίας, τοῦτο ἐκφέρει λόγῳ. "

“斯多亚派主张将关于表象与感觉的论述置于首位,因为用以认识事物真理的判定标准在属上正是表象,并且关于同意、把握与思辨的论述虽先于其他部分,但离开表象便无法成立。因为表象先行,随后具有言语表达能力的心灵便将自己在表象影响下所经历的感受借由言论表达出来。

Διαφέρει δὲ φαντασία καὶ φάντασμα· φάντασμα μὲν γάρ ἐστι δόκησις διανοίας οἵα γίνεται κατὰ τοὺς ὕπνους, φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ, τουτέστιν ἀλλοίωσις, ὡς ὁ Χρύσιππος ἐν τῇ δευτέρᾳ Περὶ ψυχῆς ὑφίσταται. οὐ γὰρ δεκτέον τὴν τύπωσιν οἱονεὶ τύπον σφραγιστῆρος, ἐπεὶ ἀνένδεκτόν ἐστι πολλοὺς τύπους κατὰ τὸ αὐτὸ περὶ τὸ αὐτὸ γίνεσθαι. νοεῖται δὲ [ἡ] φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατὰ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναποτετυπωμένη καὶ ἐναπεσφραγισμένη, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος4.

表象与幻象不同:因为幻象是心灵在梦中所产生的那种臆想;而表象则是灵魂中的印记,即蚀变,正如克律西波斯在《论灵魂》第二卷中所主张的那样。因为不应把印记理解为如同印章的印痕,因为在同一时刻就同一事物产生许多印痕是不可能的。把握性表象被理解为:由实在之物产生,依照实在之物本身被模压、打印并盖印,其性质绝不可能产生于非实在之物。”

语法注4 条
  1. 7.1.45καὶ τάξιν καὶ μνήμην τὸ ἐπιστατικὸν κατάλημμα ἐμφαίνειν

    这是延续间接引语的宾格加不定式结构。中性宾格短语 τὸ ἐπιστατικὸν κατάλημμα(科学的把握)充当主语,τάξιν καὶ μνήμην(秩序与记忆)作动词 ἐμφαίνειν 的直接宾语。

  2. 7.1.46ἀρετὴν ἐν εἴδει περιέχουσαν ἀρετάς

    ἀρετήν 作为宾语补足语修饰 διαλεκτικήν。介词短语 ἐν εἴδει 意为“在种的层面上”,表明作为属的整体辩证法涵盖了作为下属诸种的具体德性(如不急躁、不轻率等)。

  3. 7.1.48τοὺς ἀγυμνάστους ἔχοντας τὰς φαντασίας

    形容词 ἀγυμνάστους 作为表语性宾格,修饰分词 ἔχοντας 的宾语 τὰς φαντασίας,构成双重宾格结构,意为“使表象处于未经训练状态的人们”。

  4. 7.1.50οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος

    性质关系代词 οἵα 引导从句,搭配带有 ἄν 的潜能希求法(γένοιτο),表示本能属性:“绝不可能产生于非实在之物(的那种表象)”。否定词 μή 修饰分词 ὑπάρχοντος,表泛指或假设条件。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.45-7.1.50