- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.40-7.1.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节概述了斯多亚学派关于哲学三分法(逻辑学、伦理学、自然学)的各种比喻与排序观点,并详细阐述了构成逻辑学的修辞学与辩证法的定义及其细分,特别是辩证法中关于所指(lekta)与声音的两大部门以及诸种诡辩的名称。
εἰκάζουσι δὲ ζῴῳ τὴν φιλοσοφίαν, ὀστοῖς μὲν καὶ νεύροις τὸ λογικὸν προσομοιοῦντες, τοῖς δὲ σαρκωδεστέροις τὸ ἠθικόν, τῇ δὲ ψυχῇ τὸ φυσικόν. ἢ πάλιν ᾠῷ· τὰ μὲν γὰρ ἐκτὸς εἶναι τὸ λογικόν1, τὰ δὲ μετὰ ταῦτα τὸ ἠθικόν, τὰ δʼ ἐσωτάτω τὸ φυσικόν. ἢ ἀγρῷ παμφόρῳ· οὗ τὸν μὲν περιβεβλημένον φραγμὸν τὸ λογικόν, τὸν δὲ καρπὸν τὸ ἠθικόν, τὴν δὲ γῆν ἢ τὰ δένδρα τὸ φυσικόν. ἢ πόλει καλῶς τετειχισμένῃ καὶ κατὰ λόγον διοικουμένῃ. Καὶ οὐθὲν μέρος τοῦ ἑτέρου ἀποκεκρίσθαι, καθά τινες αὐτῶν φασιν, ἀλλὰ μεμίχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάττουσι, δεύτερον δὲ τὸ φυσικόν, καὶ τρίτον τὸ ἠθικόν· ὧν ἐστι Ζήνων ἐν τῷ Περὶ λόγου καὶ Χρύσιππος καὶ Ἀρχέδημος καὶ Εὔδρομος.
他们将哲学比作一个生命体,将逻辑学比作骨骼与筋肉,将伦理学比作较为丰润的血肉部分,将自然学比作灵魂。或者又将其比作鸡蛋:因为外部是逻辑学,随后的部分是伦理学,而最内部的是自然学。或者将其比作丰产的果园:环绕的树篱是逻辑学,果实是伦理学,土地或树木则是自然学。或者将其比作一座城壁坚固且治理合乎理性的城邦。 正如他们中的一些人所说,没有任何一部分是与另一部分割裂的,而是相互交融的;他们传授学问时也是融合进行的。但另一些人则把逻辑学排在第一位,自然学排在第二位,伦理学排在第三位;属于这一派的有芝诺在其《论言论》中,以及克律西波斯、阿尔刻德摩和欧德罗莫。
Ὁ μὲν γὰρ Πτολεμαεὺς Διογένης ἀπὸ τῶν ἠθικῶν ἄρχεται, ὁ δʼ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά2, Παναίτιος δὲ καὶ Ποσειδώνιος ἀπὸ τῶν φυσικῶν ἄρχονται, καθά φησι Φανίας ὁ Ποσειδωνίου γνώριμος ἐν τῷ πρώτῳ τῶν Ποσειδωνείων σχολῶν. ὁ δὲ Κλεάνθης ἓξ μέρη φησί, διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν, θεολογικόν. ἄλλοι δʼ οὐ τοῦ λόγου ταῦτα μέρη φασίν, ἀλλʼ αὐτῆς τῆς φιλοσοφίας, ὡς Ζήνων ὁ Ταρσεύς. τὸ δὲ λογικὸν μέρος φασὶν ἔνιοι εἰς δύο διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς διαλεκτικήν. τινὲς δὲ καὶ εἰς τὸ ὁρικὸν εἶδος, τὸ περὶ κανόνων καὶ κριτηρίων· ἔνιοι δὲ τὸ ὁρικὸν περιαιροῦσι.
因为托勒迈斯的第欧根尼从伦理学开始,阿波罗多洛将伦理学放在第二位,而帕奈提奥与波塞多尼奥则从自然学开始,正如波塞多尼奥的友人法尼亚斯在其《波塞多尼奥讲录》第一卷中所说。克莱安忒斯则说有六个部分:辩证法、修辞学、伦理学、政治学、自然学、神学。另一些人则说这些不是言论的部分,而是哲学本身的部分,例如塔尔索的芝诺。有些人说逻辑部分被划分为两门科学,即修辞学与辩证法;有些人还增加了关于标准与准则的定义性类别;但有些人则完全除去了定义部分。
Τὸ μὲν οὖν περὶ κανόνων καὶ κριτηρίων παραλαμβάνουσι πρὸς τὸ τὴν ἀλήθειαν εὑρεῖν· ἐν αὐτῷ γὰρ τὰς τῶν φαντασιῶν διαφορὰς ἀπευθύνουσι. καὶ τὸ ὁρικὸν δὲ ὁμοίως πρὸς ἐπίγνωσιν τῆς ἀληθείας· διὰ γὰρ τῶν ἐννοιῶν τὰ πράγματα λαμβάνεται. τήν τε ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ λόγων καὶ τὴν διαλεκτικὴν3 τοῦ ὀρθῶς διαλέγεσθαι περὶ τῶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται, ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. Καὶ τὴν μὲν ῥητορικὴν αὐτὴν εἶναι λέγουσι τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς εἶναι συμβουλευτικόν, τὸ δὲ δικανικόν, τὸ δὲ ἐγκωμιαστικόν.
因此,他们采用关于标准与准则的部分是为了发现真理;因为在其中他们矫正表象之间的差异。同样,他们采用定义部分是为了认知真理;因为事物是通过概念而被把握的。他们又认为修辞学是在连续阐述的言论中善于言说的科学,辩证法是在问答的言论中正确对话的科学;因此他们也将其定义为:关于真、假及非真非假的科学。 他们说修辞学本身分为三部分:因为其中一部分是审议性的,一部分是法庭性的,一部分是颂扬性的。
Εἶναι δʼ αὐτῆς τὴν διαίρεσιν εἴς τε τὴν εὕρεσιν καὶ εἰς τὴν φράσιν καὶ εἰς τὴν τάξιν καὶ εἰς τὴν ὑπόκρισιν. τὸν δὲ ῥητορικὸν λόγον εἴς τε τὸ προοίμιον καὶ εἰς τὴν διήγησιν καὶ τὰ πρὸς τοὺς ἀντιδίκους καὶ τὸν ἐπίλογον. Τὴν διαλεκτικὴν διαιρεῖσθαι εἴς τε τὸν περὶ τῶν σημαινομένων καὶ τῆς φωνῆς τόπον· καὶ τὸν μὲν τῶν σημαινομένων εἴς τε τὸν περὶ τῶν φαντασιῶν τόπον καὶ τῶν ἐκ τούτων ὑφισταμένων λεκτῶν ἀξιωμάτων4 καὶ αὐτοτελῶν καὶ κατηγορημάτων καὶ τῶν ὁμοίων ὀρθῶν καὶ ὑπτίων καὶ γενῶν καὶ εἰδῶν, ὁμοίως δὲ καὶ λόγων καὶ τρόπων καὶ συλλογισμῶν καὶ τῶν παρὰ τὴν φωνὴν καὶ τὰ πράγματα σοφισμάτων·
修辞学的划分包括构思(发现)、措辞、布局与发表(演说)。修辞演说辞则分为绪论、叙述、反驳对手的部分以及结语。 辩证法被划分为关于所指的论题和关于声音的论题;而关于所指的论题又被划分为关于表象的论题,以及由表象派生出的可言说物(lekta)——命题、完全表达式、谓词,以及类似的主动与被动形式、属和种——,同样也包括论证、推论模式、三段论,以及源于声音和事物的诡辩;
ὧν εἶναι ψευδομένους λόγους5 καὶ ἀληθεύοντας καὶ ἀποφάσκοντας σωρίτας τε καὶ τοὺς ὁμοίους τούτοις, ἐλλιπεῖς καὶ ἀπόρους καὶ περαίνοντας καὶ ἐγκεκαλυμμένους κερατίνας τε καὶ οὔτιδας καὶ θερίζοντας. Εἶναι δὲ τῆς διαλεκτικῆς ἴδιον τόπον καὶ τὸν προειρημένον περὶ αὐτῆς τῆς φωνῆς, ἐν ᾧ δείκνυται ἡ ἐγγράμματος φωνὴ καὶ τίνα τὰ τοῦ λόγου μέρη, καὶ περὶ σολοικισμοῦ καὶ βαρβαρισμοῦ καὶ ποιημάτων καὶ ἀμφιβολιῶν καὶ περὶ ἐμμελοῦς φωνῆς καὶ περὶ μουσικῆς καὶ περὶ ὅρων κατά τινας καὶ διαιρέσεων καὶ λέξεων.
在这些诡辩之中,有“说谎者”论辩、求真者论辩、否定者论辩、连锁论证(堆垛论证)及与此类似者、残缺论辩、难解论辩、可决论辩、“蒙面者”、“角者”、“无人”与“收割者”。 辩证法还有一个特有的论题,即前述关于声音本身的论题;在其中阐明了什么是可拼读的声音以及什么是词类,并讨论了句法错误、词法错误、诗作、歧义、悦耳之音、音乐,以及依某些人所言的定义、分类和用词。
- 7.1.40τὰ μὲν γὰρ ἐκτὸς εἶναι τὸ λογικόν
间接引语中的“宾格加不定式”结构,依存于前文隐含的动词(εἰκάζουσι 或 φασί);τὰ ἐκτός 作不定式的宾格主语,τὸ λογικόν 作宾格表语。
- 7.1.41ὁ δʼ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά
动词省略结构。上下文承前省略了相当于 τάττει 或 τίθησι(“把伦理学排在第二位”)的动词;τὰ ἠθικά 作直接宾语,δεύτερα 作宾语补足语(宾格表语)。
- 7.1.42τήν τε ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν... καὶ τὴν διαλεκτικὴν
间接引语中的“宾格加分词”结构(依存于上下文统摄学说叙述的 λέγουσι 等动词);τήν τε ῥητορικήν 与 τὴν διαλεκτικήν 为宾格主语,ἐπιστήμην 为与分词 οὖσαν 连用的宾格表语(分词 οὖσαν 亦承前省略并适用于 τὴν διαλεκτικήν)。
- 7.1.43τῶν ἐκ τούτων ὑφισταμένων λεκτῶν ἀξιωμάτων
同位语或分类性的属格连用。ἀξιωμάτων(命题)、αὐτοτελῶν(完全可言说物)、κατηγορημάτων(谓词)与 τῶν ἐκ τούτων ὑφισταμένων λεκτῶν(由表象派生的可言说物,中性复数属格)形成同位语或并列从属关系。
- 7.1.44ὧν εἶναι ψευδομένους λόγους
延续间接引语的关系从句。关系代词属格 ὧν 的先行词是前文的 σοφισμάτων(或 λόγων)。在不定式 εἶναι 统辖下,以 ψευδομένους λόγους 开头的一系列宾格名词充当主语(或表语)。
