- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.34-7.1.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本段讨论了芝诺《国家》篇的真伪与图书馆审查事件,列举了八位同名芝诺及其弟子(如佩尔塞乌斯等),并引出斯多亚派哲学的三分法体系(自然学、伦理学、逻辑学)。
ὅτι δʼ αὐτοῦ ἐστιν ἡ Πολιτεία καὶ Χρύσιππος ἐν τῷ Περὶ πολιτείας φησί. περί τʼ ἐρωτικῶν διείλεκται κατὰ τὴν ἀρχὴν τῆς ἐπιγραφομένης Ἐρωτικῆς τέχνης· ἀλλὰ καὶ ἐν ταῖς Διατριβαῖς τὰ παραπλήσια γράφει. τοιουτότροπά τινά ἐστι παρὰ τῷ Κασσίῳ, ἀλλὰ καὶ Ἰσιδώρῳ τῷ Περγαμηνῷ ῥήτορι· ὃς καὶ ἐκτμηθῆναί φησιν ἐκ τῶν βιβλίων τὰ κακῶς λεγόμενα παρὰ τοῖς στωικοῖς ὑπʼ Ἀθηνοδώρου τοῦ στωικοῦ πιστευθέντος τὴν ἐν Περγάμῳ βιβλιοθήκην1· εἶτʼ ἀντιτεθῆναι αὐτά, φωραθέντος τοῦ Ἀθηνοδώρου καὶ κινδυνεύσαντος. καὶ τοσαῦτα μὲν περὶ τῶν ἀθετουμένων αὐτοῦ.
克律西波斯在《论国家》中也提到,《国家》确系芝诺之作。他在题为《爱之术》的书篇开头也论及情爱之事;不仅如此,他在《讲录》中亦写下了相仿的内容。诸如此类的指责不仅见于卡西乌斯,亦见于佩加蒙的修辞学家伊西多罗;后者还称,斯多亚学派中备受非议的语句曾被掌管佩加蒙图书馆的斯多亚派学者雅典诺多罗从书中删去;后来雅典诺多罗被发觉并陷入险境,这些语句才被重新补入。关于他被视为伪托的著作,就谈这么多吧。
Γεγόνασι δὲ Ζήνωνες ὀκτώ· πρῶτος ὁ Ἐλεάτης, περὶ οὗ λέξομεν· δεύτερος αὐτὸς οὗτος· τρίτος Ῥόδιος, τὴν ἐντόπιον γεγραφὼς ἱστορίαν ἑνιαίαν· τέταρτος ἱστορικός, τὴν Πύρρου γεγραφὼς στρατείαν εἰς Ἰταλίαν καὶ Σικελίαν, ἀλλὰ καὶ ἐπιτομὴν τῶν πεπραγμένων Ῥωμαίοις τε καὶ Καρχηδονίοις· πέμπτος Χρυσίππου μαθητής, βιβλία μὲν ὀλίγα γεγραφώς, μαθητὰς δὲ πλείστους καταλελοιπώς· ἕκτος ἰατρὸς Ἡροφίλειος, νοῆσαι μὲν ἱκανός, γράψαι δʼ ἄτονος· ἕβδομος γραμματικός, οὗ πρὸς τοῖς ἄλλοις καὶ ἐπιγράμματα φέρεται· ὄγδοος Σιδώνιος τὸ γένος, φιλόσοφος Ἐπικούρειος καὶ νοῆσαι καὶ ἑρμηνεῦσαι σαφής.
曾有八位名为芝诺的人物:第一位是爱利亚的芝诺,关于他我们随后将谈及;第二位便是这位芝诺本人;第三位是罗得岛的芝诺,曾撰写一部一卷本的地方史;第四位是历史学家,撰写了皮洛士远征意大利和西西里的历史,以及罗马人与迦太基人业绩的提要;第五位是克律西波斯的弟子,著书虽少,却留下了极多的门生;第六位是赫罗菲洛学派的医者,擅于领会,却文笔软弱;第七位是语法学者,除了其他著述外,其题壁诗亦流传至今;第八位在血统上是西顿人,是一位无论在领会还是阐发上皆清晰明晓的伊壁鸠鲁派哲学家。
Μαθηταὶ δὲ Ζήνωνος πολλοὶ μέν, ἔνδοξοι δὲ Περσαῖος Δημητρίου Κιτιεύς, ὃν οἱ μὲν γνώριμον αὐτοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρʼ Ἀντιγόνου2, οὗ καὶ τροφεὺς ἦν τοῦ παιδὸς Ἁλκυονέως. διάπειραν δέ ποτε βουληθεὶς λαβεῖν αὐτοῦ ὁ Ἀντίγονος ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελθῆναι ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολεμίων ἀφῃρημένα· καὶ σκυθρωπάσαντος, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιάφορον; Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· Περὶ βασιλείας. Πολιτεία Λακωνική. Περὶ γάμου. Περὶ ἀσεβείας. Θυέστης. Περὶ ἐρώτων. Προτρεπτικοί. Διατριβῶν. Χρειῶν δ′ Ἀπομνημονεύματα. Πρὸς τοὺς Πλάτωνος νόμους ζ′.
芝诺的门生甚多,其中著名者有基提翁人德米特里之子佩尔塞乌斯,有人称他是芝诺的门生,有人则称他是安提柯送给芝诺抄写书籍的仆从之一;他还是安提柯之子哈尔库俄纽斯的保育师。有一次安提柯意欲考验他,便使人向他假报消息,称其田产已被敌人掠夺;当他面露忧色时,安提柯便说: “你瞧, 难道财富不是无分别之物吗?” 他的著作流传有以下诸篇: 《论王权》《拉栖第梦政制》《论婚姻》《论不敬》《梯厄斯忒斯》《论情爱》《劝勉书》《讲录》《格言集》四卷《回忆录》《反驳柏拉图的法律篇》七卷。
Ἀρίστων Μιλτιάδου Χῖος, ὁ τὴν ἀδιαφορίαν εἰσηγησάμενος. Ἥριλλος Καρχηδόνιος, ὁ τὴν ἐπιστήμην τέλος εἰπών. Διονύσιος ὁ μεταθέμενος εἰς τὴν ἡδονήν· διὰ γὰρ σφοδρὰν ὀφθαλμίαν ὤκνησεν ἔτι λέγειν τὸν πόνον ἀδιάφορον· οὗτος ἦν Ἡρακλεώτης. Σφαῖρος Βοσποριανός· Κλεάνθης Φανίου Ἄσσιος, ὁ διαδεξάμενος τὴν σχολήν· ὃν καὶ ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. διήκουσε δʼ ὁ Σφαῖρος καὶ Κλεάνθους μετὰ τὴν Ζήνωνος τελευτήν· καὶ λέξομεν περὶ αὐτοῦ ἐν τῷ Περὶ Κλεάνθους.
希俄斯人米勒提阿得之子阿里斯同,主张无分别说;迦太基的赫利洛,称知识为终极目的;狄奥尼修转向了快乐主义——因为他由于患有严重的眼疾,不敢再称痛苦是无分别之物;他是赫拉克利亚人;博斯普鲁斯人斯法伊洛;继承学派的阿索斯人法尼亚斯之子克莱安忒斯,芝诺曾将他比作硬蜡板,硬蜡板虽难以书写,却能长久保存所写的内容。芝诺去世后,斯法伊洛也听受了克莱安忒斯的讲学;关于他,我们将在《论克莱安忒斯》中叙述。
ἦσαν δὲ Ζήνωνος μαθηταὶ καὶ οἵδε, καθά φησιν Ἱππόβοτος· Φιλωνίδης Θηβαῖος, Κάλλιππος Κορίνθιος, Ποσειδώνιος Ἀλεξανδρεύς, Ἀθηνόδωρος Σολεύς, Ζήνων Σιδώνιος. Κοινῇ δὲ περὶ πάντων τῶν στωικῶν δογμάτων ἔδοξέ μοι ἐν τῷ Ζήνωνος εἰπεῖν βίῳ, διὰ τὸ τοῦτον κτίστην γενέσθαι τῆς αἱρέσεως. ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ προγεγραμμένα βιβλία πολλά, ἐν οἷς ἐλάλησεν ὡς οὐδεὶς τῶν στωικῶν. τὰ δὲ δόγματα κοινῶς ἐστι τάδε· λελέχθω δʼ ἐπὶ κεφαλαίων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν εἰώθαμεν.
正如希波博托所言,芝诺的弟子还有以下诸人:忒拜的斐洛尼德斯、科林斯的卡利波斯、亚历山大里亚的波塞多尼奥斯、索利的雅典诺多罗、西顿的芝诺。 我认为,在芝诺的传记中总括地叙述斯多亚学派的所有学说乃是合宜之举,因为他是该学派的创立者。因此,他之前写下了许多书卷,在其中他的论述无人能及。其普遍的学说如下;让我们提纲挈领地予以阐述,正如我们在对待其他人时所惯常做的那样。
Τριμερῆ φασὶν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεὺς ἐν τῷ Περὶ λόγου καὶ Χρύσιππος ἐν τῷ α′ Περὶ λόγου καὶ ἐν τῇ α′ τῶν Φυσικῶν καὶ Ἀπολλόδωρος καὶ Σύλλος ἐν τῷ πρώτῳ τῶν Εἰς τὰ δόγματα εἰσαγωγῶν καὶ Εὔδρομος ἐν τῇ Ἠθικῇ στοιχειώσει καὶ Διογένης ὁ Βαβυλώνιος καὶ Ποσειδώνιος. Ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὔδρομος εἴδη, ἄλλοι γένη.3
人们说,哲学意义上的言论(理论体系)分为三部分:因为其中一部分属于自然学,一部分属于伦理学,一部分属于逻辑学。最先这样划分的是基提翁的芝诺在其《论言论》中,以及克律西波斯在其《论言论》第一卷与《物理学》第一卷中,还有阿波罗多洛与叙洛在其《学说入门》第一卷中,欧德罗莫在其《伦理学要义》中,以及巴比伦的第欧根尼和波塞多尼奥斯。 阿波罗多洛称这些部分为“场所”(topoi),克律西波斯和欧德罗莫称之为“种”(eide),其他人则称之为“属”(gene)。
- 7.1.34πιστευθέντος τὴν ἐν Περγάμῳ βιβλιοθήκην
保留宾格结构:主动句式 πιστεύω τινί τι(托付某人某物)在变为被动语态时,原先处于与格的人成为分词的主语(此处为独立属格的主语 Ἀθηνοδώρου),而表示直接宾语的宾格(τὴν ... βιβλιοθήκην)得以保留,意为“被委托掌管佩加蒙图书馆的雅典诺多罗”。
- 7.1.34ὃν οἱ μὲν γνώριμον αὐτοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρʼ Ἀντιγόνου
关系代名词 ὃν 指代前文宾格的佩尔塞乌斯(Περσαῖος)。关系从句中省略了主谓动词(如 λέγουσι 或 φασι εἶναι),在 οἱ μὲν ... οἱ δέ 的对比结构中,γνώριμον 与 οἰκέτην 作 ὃν 的宾语补足语(述语宾格)。
- 7.1.39Ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὔδρομος εἴδη, ἄλλοι γένη.
双宾格结构:Ταῦτα ... τὰ μέρη 是动词 καλεῖ 所带的直接宾语,而 τόπους、εἴδη、γένη 分别作为述语宾格(宾语补足语)。后半分句中省略了谓语动词。
