- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.28-7.1.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
本段记述了芝诺的长寿、戏剧性的自尽离世、悼念他的铭诗及其早年受教经历,随后列举了批评者所指责的《国家》篇中的激进学说(非贤良亲属互为仇敌、妇女共有、废止神庙、法庭及货币等)。
Τῷ γὰρ ὄντι πάντας ὑπερεβάλλετο τῷ τʼ εἴδει τούτῳ καὶ τῇ σεμνότητι καὶ δὴ νὴ Δία τῇ μακαριότητι· ὀκτὼ γὰρ πρὸς τοῖς ἐνενήκοντα βιοὺς ἔτη κατέστρεψεν, ἄνοσος καὶ ὑγιὴς διατελέσας. Περσαῖος δέ φησιν ἐν ταῖς Ἠθικαῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν, ἐλθεῖν δʼ Ἀθήναζε δύο καὶ εἴκοσιν ἐτῶν· ὁ δʼ Ἀπολλώνιός φησιν ἀφηγήσασθαι τῆς σχολῆς αὐτὸν ἔτη δυοῖν δέοντα ἑξήκοντα1. ἐτελεύτα δὴ οὕτως· ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε· παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ ἐκ τῆς Νιόβης, "ἔρχομαι· τί μʼ αὔεις;" καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν.
事实上,他在这一特质上、在庄严气度上,并且凭宙斯起誓,在幸福福祉上皆超越众人;因为他享年九十八岁而终,始终无病无疾、身体健朗。但佩尔塞乌斯在《伦理学讲义》中称,芝诺去世时年七十二岁,二十二岁时来到雅典;而阿波罗尼奥斯则称,他执掌学派长达五十八年(差两年满六十年)。他竟是这样去世的:当他离开学园时失足跌倒,折断了脚趾;他用手击打地面,引用了《尼俄伯》中的诗句: “我来了;你为何呼唤我?” 随后他便自绝气息,立时气绝身亡。
Ἀθηναῖοι δʼ ἔθαψαν αὐτὸν ἐν τῷ Κεραμεικῷ καὶ ψηφίσμασι τοῖς προειρημένοις ἐτίμησαν, τὴν ἀρετὴν αὐτῷ προσμαρτυροῦντες. καὶ Ἀντίπατρος ὁ Σιδώνιος ἐποίησεν οὕτως εἰς αὐτόν· "τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτʼ Ὄλυμπον ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος, οὐδὲ τά γʼ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτʼ ἄστρα ἀτραπιτὸν μούνας εὗρε σαοφροσύνας."
雅典人将他安葬在凯拉米克斯,并以上述法令对他予以表彰,见证他的德行。西顿的安提帕特亦为他作诗如下: “长眠于此的是基提翁钟爱的芝诺,他曾奔向 奥林匹斯,却非藉由将珀利翁山叠于奥萨山上, 亦非竞逐赫拉克勒斯的伟业;但他寻得了 单凭节制通向星辰的唯一蹊径。”
καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής· "ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;" καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως· "ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον2· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων."
斯多亚派的芝诺多托斯(第欧根尼的弟子)亦作有另一首诗: “你确立了自足,舍弃了虚妄自夸的财富, 芝诺啊,在灰白的眉宇间透着庄严; 因你探得了刚健的理性,并以远见磨砺出这一学派, 无畏自由之母亲; 纵使家乡是腓尼基,又有何可嫉妒?难道卡德摩斯 不也是来自彼邦,希腊才由他那里获得了书写纸页?” 碑铭诗人阿忒那奥斯亦总括地就全体斯多亚派题诗道: “哦,通晓斯多亚学说的人们啊,哦,在神圣纸页上 载入至善教义的人们啊, 唯有灵魂之德才是唯一的善;因为这独一之物 为人类拯救了生命与城邦。 至于肉体的享乐——其他众人所钟爱的终极目的, 不过是由记忆女神(谟涅摩绪涅)的一位女儿所成就。”
Εἴπομεν ὡς ἐτελεύτα ὁ Ζήνων καὶ ἡμεῖς ἐν τῇ Παμμέτρῳ τοῦτον τὸν τρόπον· "τὸν Κιτιᾶ Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος· οἱ δʼ, ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γαῖαν ἀλοίσας ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με;" ἔνιοι γὰρ καὶ τοῦτον τὸν τρόπον τελευτῆσαί φασιν αὐτόν. Καὶ περὶ μὲν τῆς τελευτῆς ταῦτα. Φησὶ δὲ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις τὸν πατέρα αὐτοῦ Μνασέαν πολλάκις ἅτʼ ἔμπορον Ἀθήναζε παραγίνεσθαι καὶ πολλὰ τῶν Σωκρατικῶν βιβλίων ἀποφέρειν ἔτι παιδὶ ὄντι τῷ Ζήνωνι·
我们自己亦在《全韵律诗集》中就芝诺如何辞世作诗如下: “相传基提翁的芝诺辞世,乃因垂暮之年 历尽辛劳,在绝食中断送余生; 另有人说,他失足之时以手击地说道: ‘我自会前去;你究竟为何召我?’” 因为有些人确实称他是以这种方式离世的。 关于其去世之事,叙述至此。 麦格尼西亚的德米特里在《同名者考》中说,其父姆纳塞阿斯身为商人,经常前往雅典,并在芝诺尚年幼时便带回了大量苏格拉底学派的书籍;
ὅθεν καὶ ἐν τῇ πατρίδι συγκεκροτῆσθαι. καὶ οὕτως ἐλθόντα εἰς Ἀθήνας Κράτητι παραβαλεῖν. δοκεῖ δέ, φησί, καὶ τὸ τέλος αὐτὸς ὁρίσαι τῶν 〈ἄλλων〉 πλανωμένων περὶ τὰς ἀποφάσεις. ὤμνυε δέ, φασί, καὶ κάππαριν3, καθάπερ Σωκράτης τὸν κύνα. ἔνιοι μέντοι, ἐξ ὧν εἰσιν οἱ περὶ Κάσσιον τὸν σκεπτικόν, ἐν πολλοῖς κατηγοροῦντες τοῦ Ζήνωνος, πρῶτον μὲν τὴν ἐγκύκλιον παιδείαν ἄχρηστον ἀποφαίνειν λέγουσιν ἐν ἀρχῇ τῆς Πολιτείας, δεύτερον ἐχθροὺς καὶ πολεμίους καὶ δούλους καὶ ἀλλοτρίους λέγειν αὐτὸν ἀλλήλων εἶναι πάντας τοὺς μὴ σπουδαίους, καὶ γονεῖς τέκνων καὶ ἀδελφοὺς ἀδελφῶν, 〈καὶ〉 οἰκείους οἰκείων.
芝诺由此在故邦即已受到锤炼。他正是这样来到雅典并投奔克拉特斯的。德米特里还说,当其他人在诸多论断中迷茫彷徨时,似乎是他亲自界定了人生的终极目标(目的)。据说,正如苏格拉底指狗发誓一样,芝诺也常指着刺山柑(马槟榔)发誓。然而,有些人——其中有怀疑派卡西乌斯的一派——在诸多方面谴责芝诺,首先说他在《国家》篇开篇便宣称普通教育(通识教育)毫无用处;其次说他宣称凡非贤良者,彼此之间皆为仇敌、死对头、奴隶和异己,甚至父母与子女、兄弟与兄弟、亲族与亲族之间亦然。
Πάλιν ἐν τῇ Πολιτείᾳ παριστάντα πολίτας καὶ φίλους καὶ οἰκείους καὶ ἐλευθέρους τοὺς σπουδαίους μόνον, ὥστε τοῖς στωικοῖς οἱ γονεῖς καὶ τὰ τέκνα ἐχθροί· οὐ γάρ εἰσι σοφοί. κοινάς τε τὰς γυναῖκας δογματίζειν ὁμοίως ἐν τῇ Πολιτείᾳ καὶ κατὰ τοὺς διακοσίους 〈στίχουσ〉 μήθʼ ἱερὰ μήτε δικαστήρια μήτε γυμνάσια ἐν ταῖς πόλεσιν οἰκοδομεῖσθαι. περί τε νομίσματος οὕτως γράφειν, νόμισμα δʼ οὔτʼ ἀλλαγῆς ἕνεκεν οἴεσθαι δεῖν κατασκευάζειν οὔτʼ ἀποδημίας ἕνεκεν. καὶ ἐσθῆτι δὲ τῇ αὐτῇ κελεύει χρῆσθαι καὶ ἄνδρας καὶ γυναῖκας καὶ μηδὲν μόριον ἀποκεκρύφθαι.
他在《国家》篇中再次主张,唯有贤良者才是公民、朋友、亲族和自由人,因此在斯多亚派看来,父母与子女也是仇敌(因为他们并非智者)。同样,他在《国家》篇中主张妇女共有,并在约第二百行处主张在城邦中既不建造神庙,也不设立法庭和健身馆。关于货币,他如此写道: “人们不应认为有必要铸造货币,无论为了兑换之故,还是为了出游之故。” 他还要求男人和女人穿同样的衣服,且不得遮蔽身体的任何部位。
- 7.1.28ἔτη δυοῖν δέοντα ἑξήκοντα
分词 δέοντα(动词 δέω“缺少”的中性复数现在时主动分词)与属格 δυοῖν(二)连用,构成了从整数中减去小数的标准惯用句式:“缺二年的六十年”,即“五十八年”。
- 7.1.30τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον
宾格 τὰν ἀρετάν 作为前行 δόγματα 的具体内容,在间接引语中作主格宾语(省略了不定词 εἶναι),ἀγαθὸν μόνον 则为其宾语补足语(表语宾格)。注意此处使用了多立克方言形式 τὰν 代替 τὴν。
- 7.1.32ὤμνυε δέ, φασί, καὶ κάππαριν
发誓动词 ὄμνυμι 以被指誓之物作为直接宾格(此处为 κάππαριν)。后文比较分句 καθάπερ Σωκράτης τὸν κύνα(“正如苏格拉底[指着]狗[发誓]一样”)同样遵循这一以宾格表示起誓对象的结构。
