- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.23-7.1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了芝诺的诸多机智佚事与格言,提及他师从波勒谟等人、改写赫西俄德诗句及创用“适当的行为”一词,随后通过诗句与喜剧诗人的调侃描述了他惊人的坚忍与极度简朴的生活方式。
Ἔλεγε δὲ μηδὲν εἶναι τῆς οἰήσεως ἀλλοτριώτερον πρὸς κατάληψιν τῶν ἐπιστημῶν, μηδενός θʼ ἡμᾶς οὕτως εἶναι ἐνδεεῖς ὡς χρόνου. ἐρωτηθεὶς τίς ἐστι φίλος, ἄλλος, ἔφη, ἐγώ. δοῦλον ἐπὶ κλοπῇ, φασίν, ἐμαστίγου· τοῦ δʼ εἰπόντος, εἵμαρτό μοι κλέψαι, ἔφη, καὶ δαρῆναι. τὸ κάλλος εἶπε τῆς σωφροσύνης ἄνθος εἶναι· οἱ δὲ τοῦ κάλλους τὴν σωφροσύνην. τῶν γνωρίμων τινὸς παιδάριον μεμωλωπισμένον θεασάμενος πρὸς αὐτόν, ὁρῶ σου, ἔφη, τοῦ θυμοῦ τὰ ἴχνη· πρὸς τὸν κεχρισμένον τῷ μύρῳ, τίς ἐστιν, ἔφη, ὁ γυναικὸς ὄζων; Διονυσίου δὲ τοῦ Μεταθεμένου εἰπόντος αὐτῷ διὰ τί αὐτὸν μόνον οὐ διορθοῖ, ἔφη, οὐ γάρ σοι πιστεύω. πρὸς τὸ φλυαροῦν μειράκιον, διὰ τοῦτο, εἶπε, δύο ὦτα ἔχομεν, στόμα δὲ ἕν, ἵνα πλείονα μὲν ἀκούωμεν, ἥττονα δὲ λέγωμεν.
他还常说,对于领会各门学问而言,没有什么比自命不凡更相背离的了;而在一切事物中,我们最缺乏的莫过于时间。当被问及什么是朋友时,他说: “另一个 自我。” 据说他曾因偷窃而鞭打一个奴隶;当那奴隶说,“我命中注定要偷窃”时,芝诺说道: “也注定要挨打。” 他说美是节制之花(也有人说节制是美之花)。在看到熟人手下一个遍体鳞伤的小奴仆时,他对那熟人说: “我看到了你 愤怒的痕迹。” 面对身上涂抹香膏的人,他说: “是谁 身上散发着女人的气味?” 当“变节者”狄奥尼修斯问他为什么唯独不纠正自己时,他说: “因为我不信任你。” 面对喋喋不休的青年,他说: “为此, 我们有两只耳朵,却只有一张嘴,以便我们多听少说。”
ἐν συμποσίῳ κατακείμενος σιγῇ τὴν αἰτίαν ἠρωτήθη· ἔφη οὖν τῷ ἐγκαλέσαντι ἀπαγγεῖλαι πρὸς τὸν βασιλέα ὅτι παρῆν τις σιωπᾶν ἐπιστάμενος· ἦσαν δὲ οἱ ἐρωτήσαντες παρὰ Πτολεμαίου πρέσβεις ἀφικόμενοι καὶ βουλόμενοι μαθεῖν τί εἴποιεν παρʼ αὐτοῦ πρὸς τὸν βασιλέα. ἐρωτηθεὶς πῶς ἔχει πρὸς λοιδορίαν, καθάπερ, εἶπεν, εἰ πρεσβευτὴς ἀναπόκριτος ἀποστέλλοιτο1. φησὶ δʼ Ἀπολλώνιος ὁ Τύριος, ἕλκοντος αὐτὸν Κράτητος τοῦ ἱματίου ἀπὸ Στίλπωνος, εἰπεῖν, ὦ Κράτης, λαβὴ φιλοσόφων ἐστὶν ἐπιδέξιος ἡ διὰ τῶν ὤτων· πείσας οὖν ἕλκε τούτων· εἰ δέ με βιάζῃ, τὸ μὲν σῶμα παρὰ σοὶ ἔσται, ἡ δὲ ψυχὴ παρὰ Στίλπωνι.
在一次酒宴上,他默默地卧席不语,有人问他原因;于是他让责备他的人转告国王,席间有一位懂得保持沉默的人。那些发问的人是从托勒密那里来的使节,想知道应当从芝诺这里向国王回禀些什么。当被问及如何对待辱骂时,他说: “正如 使节未获答复便被遣返一样。” 推罗的阿波罗尼奥斯说,当克拉特斯扯着芝诺的披风想把他从斯提尔庞身边拉开时,芝诺说: “克拉特斯啊,抓住哲学家的巧妙把柄是在于耳朵;因此,你说服我,便从耳朵拉走我吧;但如果你对我用强,身体虽归于你,灵魂却仍在斯提尔庞那里。”
Συνδιέτριψε δὲ καὶ Διοδώρῳ, καθά φησιν Ἱππόβοτος· παρʼ ᾧ καὶ τὰ διαλεκτικὰ ἐξεπόνησεν. ἤδη δὲ προκόπτων εἰσῄει καὶ πρὸς Πολέμωνα ὑπʼ ἀτυφίας, ὥστε φασὶ λέγειν ἐκεῖνον, οὐ λανθάνεις, ὦ Ζήνων, ταῖς κηπαίαις παρεισρέων θύραις καὶ τὰ δόγματα κλέπτων Φοινικικῶς μεταμφιεννύς. καὶ πρὸς τὸν δείξαντα δʼ αὐτῷ διαλεκτικὸν ἐν τῷ θερίζοντι λόγῳ ἑπτὰ διαλεκτικὰς ἰδέας πυθέσθαι, πόσας εἰσπράττεται μισθοῦ· ἀκούσαντα δὲ ἑκατόν, διακοσίας αὐτῷ δοῦναι. τοσοῦτον ἤσκει φιλομάθειαν. φασὶ δὲ καὶ πρῶτον καθῆκον ὠνομακέναι καὶ λόγον περὶ αὐτοῦ πεποιηκέναι. τούς θʼ Ἡσιόδου στίχους μεταγράφειν οὕτω· "κεῖνος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται, ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς αὐτὸς πάντα νοήσῃ."
正如希波博托斯所说,他还曾与狄奥多罗斯一起研习,并在他那里刻苦钻研了辩证法。在已经有所进境之时,由于毫无虚骄之气,他也去听波勒谟的讲课,以至于据说波勒谟曾对他说: “芝诺啊,你从花园边门溜进来,偷走学说并用腓尼基式手法改头换面,这瞒不过我。” 对于那位在‘收割者论辩’中向他展示了七种辩证形式的辩证学者,芝诺问他收取多少报酬;当听说是一百德拉克马时,便给了他两百德拉克马。他就是如此勤勉好学。据说他也是第一个将‘适当的行为(义务)’命名并就此撰写专论的人。他还把赫西俄德的诗句改写如下: “听从善言规劝之人最为卓越, 能独立领悟一切之人亦是贤良。”
κρείττονα γὰρ εἶναι τὸν ἀκοῦσαι καλῶς δυνάμενον τὸ λεγόμενον καὶ χρῆσθαι αὐτῷ τοῦ διʼ αὑτοῦ τὸ πᾶν συννοήσαντος· τῷ μὲν γὰρ εἶναι μόνον τὸ συνεῖναι, τῷ δʼ εὖ πεισθέντι προσεῖναι καὶ τὴν πρᾶξιν2. Ἐρωτηθεὶς δέ, φησί, διὰ τί αὐστηρὸς ὢν ἐν τῷ πότῳ διαχεῖται ἔφη, καὶ οἱ θέρμοι πικροὶ ὄντες βρεχόμενοι γλυκαίνονται. φησὶ δὲ καὶ Ἑκάτων ἐν τῷ δευτέρῳ τῶν Χρειῶν ἀνίεσθαι αὐτὸν ἐν ταῖς τοιαύταις κοινωνίαις. ἔλεγέ τε κρεῖττον εἶναι τοῖς ποσὶν ὀλισθεῖν ἢ τῇ γλώττῃ. τὸ εὖ γίνεσθαι μὲν παρὰ μικρόν, οὐ μὴν μικρὸν εἶναι. [οἱ δὲ Σωκράτους.]
因为他说,善于倾听所言之理并付诸实践的人,胜过单凭自己领悟全盘道理的人;因为对后者而言仅有理解,而对善于被说服的前者而言,实践亦兼备其中。 据说,当有人问他为何平日严峻却在饮宴中显得豁达开朗时,他说: “羽扇豆本是苦涩的,泡在水里也会变甜。” 赫卡同在《言行录》第二卷中也说他在这种聚会场合会放松自己。芝诺还常说,失足胜于失言;又说,完美虽成于细微之处,却绝非细微之物(也有人认为这是苏格拉底的话)。
Ἦν δὲ καρτερικώτατος καὶ λιτότατος, ἀπύρῳ τροφῇ χρώμενος καὶ τρίβωνι λεπτῷ, ὥστε λέγεσθαι ἐπʼ αὐτοῦ· "τὸν δʼ οὔτʼ ἂρ χειμὼν κρυόεις, οὐκ ὄμβρος ἀπείρων, οὐ φλὸξ ἠελίοιο δαμάζεται, οὐ νόσος αἰνή, οὐκ ἔροτις δήμου ἐναρεῖ μένος, ἀλλʼ ὅ γʼ ἀτειρὴς ἀμφὶ διδασκαλίῃ τέτατι νύκτας τε καὶ ἦμαρ." οἵ γε μὴν κωμικοὶ ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων3. ἵνα καὶ Φιλήμων φησὶν οὕτως ἐν δράματι Φιλοσόφοις· "εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ. φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ, πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει·" οἱ δὲ Ποσειδίππου. Ἤδη δὲ καὶ εἰς παροιμίαν σχεδὸν ἐχώρησεν. ἐλέγετο γοῦν ἐπʼ αὐτοῦ· "τοῦ φιλοσόφου Ζήνωνος ἐγκρατέστερος." ἀλλὰ καὶ Ποσείδιππος Μεταφερομένοις· "ὥστʼ ἐν ἡμέραις δέκα εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον."
他极为坚忍而朴素,常吃生食,身披粗薄的斗篷,以至于人们关于他这样咏道: “无论是凛冽的严冬,还是无尽的雨水, 烈日的炙烤皆不能征服他,可怕的病痛亦然, 民众的欢娱不能消磨其心力,反而他不屈不挠, 日日夜夜倾注于授徒执教。” 确实,喜剧诗人们也在嘲讽之中不知不觉地赞美了他。正如腓利蒙在剧作《哲学家们》中这样说道: “一块面包,干无花果作配菜,饮用清水。 因为此人实践着一种全新的哲学, 他教导忍饥挨饿,并广收门徒;”(也有人认为是波塞狄普斯所作。) 此时这几乎已成为一句谚语。关于他人们常说: “比哲学家芝诺还要自制。” 波塞狄普斯在《改头换面者》中亦云: “以至于在十天之内 看似比芝诺更为自制。”
- 7.1.24καθάπερ, εἶπεν, εἰ πρεσβευτὴς ἀναπόκριτος ἀποστέλλοιτο
比较假定句式 καθάπερ εἰ 后接希求法动词 ἀποστέλλοιτο,意为“正如……被遣返一样”。形容词 ἀναπόκριτος 在此处作被动含义解(“未获答复的”、“空手而归的”),而非主动含义(“不予作答的”),形象地比喻他对辱骂毫不理会、不予回击的态度。
- 7.1.26τῷ μὲν γὰρ εἶναι μόνον τὸ συνεῖναι, τῷ δʼ εὖ πεισθέντι προσεῖναι καὶ τὴν πρᾶξιν
所有与格(τῷ μὲν ... τῷ δʼ εὖ πεισθέντι)搭配不定词 εἶναι 与 προσεῖναι(“对前者而言拥有……,而对后者而言则更增添了……”),承接前句的间接引语结构。τῷ μὲν 指代前文独自领悟全盘道理之人(τοῦ διʼ αὑτοῦ τὸ πᾶν συννοήσαντος),突出了仅有认知(τὸ συνεῖναι)与兼具认知及其实践行动(ἡ πρᾶξις)之间的对比。
- 7.1.27ἐλάνθανον ἐπαινοῦντες αὐτὸν διὰ τῶν σκωμμάτων
动词 λανθάνω 搭配补充性分词 ἐπαινοῦντες 的惯用句式,意为“不知不觉地赞美了他”或“未曾意识到自己在称赞他”。表明喜剧诗人们本意虽是戏谑嘲讽芝诺,结果却无意中颂扬了他严苛节制的操守。
