← 第欧根尼·拉尔修

哲人言行录

§7.1.18-7.1.22

芝诺警惕多言与虚饰的机智言论

本段记述了芝诺的诸多机智佚事与教诲,批判了修辞浮华、过度多言、自负骄傲和贪食,提倡言辞简明、用心实质及品行端庄。

← 上一节下一节 →

πρὸς δὲ τὸν φιλόπαιδα οὔτε τοὺς διδασκάλους ἔφη φρένας ἔχειν, ἀεὶ διατρίβοντας ἐν παιδαρίοις, οὔτʼ ἐκείνους. ἔφασκε δὲ τοὺς μὲν τῶν ἀσολοίκων λόγους καὶ ἀπηρτισμένους ὁμοίους εἶναι τῷ ἀργυρίῳ τῷ Ἀλεξανδρίνῳ· εὐοφθάλμους μὲν καὶ περιγεγραμμένους καθὰ καὶ τὸ νόμισμα, οὐδὲν δὲ διὰ ταῦτα βελτίονας. τοὺς δὲ τοὐναντίον ἀφωμοίου τοῖς Ἀττικοῖς τετραδράχμοις εἰκῆ μὲν κεκομμένοις καὶ σολοίκως, καθέλκειν μέντοι πολλάκις τὰς κεκαλλιγραφημένας [λέξεις]1. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως, ἀδύνατον, εἰπεῖν, εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν· ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.

针对恋童者,他说,整天同男童混在一起的教师们没有心智,那些男童自己也没有。他还断言,那些语言合乎规范且字句精雕细琢者的言辞,犹如亚历山大的银币;虽然像那钱币一样外表美观、轮廓规整,却并不因此具有更高价值。相反,他把粗鄙者的言说比作阿提卡的四德拉克马银币,虽是随意而粗糙地铸造,却往往比文辞华美的表达更有分量。当他的弟子阿里斯同并不聪明、甚至在某些论题上鲁莽而放肆地夸夸其谈时,芝诺说道: “除非你父亲是在醉酒时生下你,否则这是不可能的。” 因此,由于芝诺自己寡言少语,便称呼他为“多嘴者”。

Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας οἷος ἦν κατεσθίειν2· ἐμβλέψαντος δέ, τί οὖν, ἔφη, τοὺς συμβιωτὰς οἴει πάσχειν καθʼ ἡμέραν, εἰ σὺ μίαν μὴ δύνασαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν; μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι· ἔπειτʼ ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι 〈τῇ〉 ὄψει τοιαύτῃ ζητήματα. πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ· τοῦ δʼ οὐκ εἰδέναι φήσαντος, εἶτʼ οὐκ αἰσχύνῃ, ἔφη, εἰ μέν τι κακὸν ἦν εἰρημένον [ὑπʼ Ἀντισθένους], τοῦτʼ ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδʼ ἐπιβαλλόμενος κατέχειν;

面对那个毫不给同席者留食的贪食之徒,有一次端上一条大鱼时,芝诺端起鱼来就要独自吞食。当那人瞪视他时,芝诺说道: “那么你想想,如果你连我一天的贪食都无法忍受,你的同席者每天该经受何种折磨?” 当一个青年提出了一个超出其年龄的过分猎奇的问题时,芝诺把他带到镜子前叫他照照,随后问他,这样的问题与这副面孔是否相称。有人说安提斯泰尼的大部分观点都不合他的心意,芝诺引用了一则索福克勒斯的言行佚事,问他是否觉得其中也有什么优点;当那人回答不知道时,芝诺说道: “难道你不觉得羞耻吗?如果有人说了什么坏话,你便挑拣出来牢记在心;但如果说了什么好话,你却连尝试把握它都不肯?”

Εἰπόντος δέ τινος ὅτι μικρὰ αὐτῷ δοκεῖ τὰ λογάρια τῶν φιλοσόφων, λέγεις, εἶπε, τἀληθῆ· δεῖ μέντοι καὶ τὰς συλλαβὰς αὐτῶν βραχείας εἶναι, εἰ δυνατόν. λέγοντος δέ τινος αὐτῷ περὶ Πολέμωνος ὡς ἄλλα προθέμενος ἄλλα λέγει, σκυθρωπάσας ἔφη πόσου γὰρ 〈ἂν〉 ἠγάπας τὰ διδόμενα;3 δεῖν δʼ ἔφη τόνῳ διαλεγόμενον ὥσπερ τοὺς ὑποκριτὰς τὴν μὲν φωνὴν καὶ τὴν δύναμιν μεγάλην ἔχειν, τὸ μέντοι στόμα μὴ διέλκειν· ὃ ποιεῖν τοὺς πολλὰ μὲν λαλοῦντας, ἀδύνατα δέ. τοῖς εὖ λεγομένοις οὐκ ἔφη δεῖν καταλείπεσθαι τόπον ὥσπερ τοῖς ἀγαθοῖς τεχνίταις εἰς τὸ θεάσασθαι, τοὐναντίον δὲ τὸν ἀκούοντα οὕτω πρὸς τοῖς λεγομένοις γίνεσθαι ὥστε μὴ λαμβάνειν χρόνον εἰς τὴν ἐπισημείωσιν.

有人说在他看来哲学家们的论辩短小轻微时,芝诺说道: “你说得对;但若有可能,它们的音节甚至应当更为短小。” 当有人向他提到波勒谟提出一个论题却谈论另一件事时,芝诺沉下脸来说道: “那么,你到底要给多大代价,才会满意于所给予你的东西呢?” 他还说,充满激情地论辩者应当像戏剧演员一样,具有洪亮的声音和强大的力量,但不可张牙舞爪地把嘴扯得太大;而这正是那些多嘴却软弱无力之人常做的事。他指出,对于精彩的言论,不应像面对优秀匠人的作品那样留下驻足欣赏的余地,相反,听者应当完全沉浸于所言之事,以至于抽不出时间去加以品评赞叹。

Νεανίσκου πολλὰ λαλοῦντος ἔφη τὰ ὦτά σου εἰς τὴν γλῶτταν συνερρύηκεν. πρὸς τὸν καλὸν εἰπόντα ὅτι οὐ δοκεῖ αὐτῷ ἐρασθήσεσθαι ὁ σοφός οὐδέν, ἔφη, ὑμῶν ἀθλιώτερον ἔσεσθαι τῶν καλῶν. ἔλεγε δὲ καὶ τῶν φιλοσόφων τοὺς πλείστους τὰ μὲν πολλὰ ἀσόφους εἶναι, τὰ δὲ μικρὰ καὶ τυχηρὰ ἀμαθεῖς. καὶ προεφέρετο τὸ τοῦ Καφισίου, ὃς ἐπιβαλομένου τινὸς τῶν μαθητῶν μεγάλα φυσᾶν, πατάξας εἶπεν ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλʼ ἐν τῷ εὖ τὸ μέγα. νεανίσκου δέ τινος θρασύτερον διαλεγομένου, οὐκ ἂν εἴποιμι, ἔφη, μειράκιον, ἃ ἐπέρχεταί μοι.

当一个年轻人滔滔不绝时,芝诺说道: “你的耳朵都流进舌头里去了。” 一位美男子说在他看来智者似乎不会坠入情网,芝诺便说: “那么没有任何人会比你们这些美貌之辈更可怜了。” 他还常说,多数哲学家在大事上大抵不明智,而在微小和偶发的事情上则无知。他常引用卡斐西亚斯的话,后者在门生试图用力大声吹笛时拍打他并说,至善不在于庞大,而伟大在于至善。当某个青年有些放肆地辩论时,芝诺说道: “年轻人,涌上我心头的话,我是不会对你讲出来的。”

Ῥοδίου δέ τινος καλοῦ καὶ πλουσίου, ἄλλως δὲ μηδέν, προσκειμένου αὐτῷ, μὴ βουλόμενος ἀνέχεσθαι, πρῶτον μὲν ἐπὶ τὰ κεκονιμένα τῶν βάθρων ἐκάθιζεν αὐτόν, ἵνα μολύνῃ τὴν χλανίδα· ἔπειτα εἰς τὸν τῶν πτωχῶν τόπον, ὥστε συνανατρίβεσθαι τοῖς ῥάκεσιν αὐτῶν· καὶ τέλος ἀπῆλθεν ὁ νεανίσκος. πάντων ἔλεγεν ἀπρεπέστερον εἶναι τὸν τῦφον, καὶ μάλιστα ἐπὶ τῶν νέων. μὴ τὰς φωνὰς καὶ τὰς λέξεις ἀπομνημονεύειν, ἀλλὰ περὶ τὴν διάθεσιν τῆς χρείας τὸν νοῦν ἀσχολεῖσθαι, μὴ ὥσπερ ἕψησίν τινα ἢ σκευασίαν ἀναλαμβάνοντας4. δεῖν τʼ ἔλεγε τοὺς νέους πάσῃ κοσμιότητι χρῆσθαι ἐν πορείᾳ καὶ σχήματι καὶ περιβολῇ· συνεχές τε προεφέρετο τοὺς ἐπὶ τοῦ Καπανέως Εὐριπίδου στίχους, ὅτι βίος μὲν ἦν αὐτῷ "ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν, φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ."

有一个容貌俊美且富有、但在其他方面一无是处的罗得岛人纠缠他,芝诺不愿容忍他,便先是让他坐在长凳积满尘土的地方,好弄脏他的披风;接着又让他坐到乞丐们的席位上,使他与他们的破衣烂衫相互摩擦;最终那年轻人便离去了。芝诺常说,虚骄自大乃万事中最不得体之物,尤其在青年身上更是如此。他不主张死记硬背字句与辞藻,而应将心思倾注于箴言的用意和内涵,不可像汲取某种炖菜或烹调食品那样去接受它们。他还说,年轻人在步态、举止和穿戴上应当恪守一切端庄规范;并且他经常引用欧里庇得斯论卡帕纽斯的诗句,说他虽有财富, “却绝不因财富而骄横,其心志 并不比贫寒之士更大半点。”

语法注4 条
  1. 7.1.18καθέλκειν μέντοι πολλάκις τὰς κεκαλλιγραφημένας [λέξεις]

    动词 καθέλκειν 原指将秤盘向下压低,引申为不及物用法,意为“在重量或价值上胜过/超过”。不定式的主语为前文的不定式主格 τοὺς δὲ(粗鄙者的言论),而宾格 τὰς κεκαλλιγραφημένας [λέξεις](文辞华美的言语)则是其所压倒、胜过的对象。

  2. 7.1.19ἄρας οἷος ἦν κατεσθίειν

    习语 οἷός εἰμι 搭配不定式表示“正打算/正准备做某事”或“做出一副要……的架势”。此处接在分词 ἄρας(端起鱼)之后,生动描绘芝诺做出正要独自狼吞虎咽的举止动作,构成略去主动词的插叙性独立表述。

  3. 7.1.20πόσου γὰρ 〈ἂν〉 ἠγάπας τὰ διδόμενα;

    πόσου 为表示价值或价格的属格(genitive of value/price)。动词 ἀγαπάω 在此意为“满足于、甘心接受”。搭配 ἄν 及未完成过去时直陈式 ἠγάπας,构成假想条件或反讽反问:“你究竟出了多少价钱,才会满意于人家所讲给你的东西呢?”讽刺听讲者未付报酬却挑三拣四。

  4. 7.1.22μὴ ὥσπερ ἕψησίν τινα ἢ σκευασίαν ἀναλαμβάνουσιν / ἀναλαμβάνοντας

    分词短语 μὴ ὥσπερ ... ἀναλαμβάνοντας 承接由 ἔλεγε 引出的间接引语,宾格分词与不定式的主语(即受教的年轻人)保持一致。该比喻告诫人们应当用心领会箴言的内在要旨(διάθεσις),不可像囫囵吞枣地摄取熟食或炖菜(ἕψησις / σκευασία)那样只死记硬背表面词句。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.18-7.1.22